Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν κοίμησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η ανθρώπινη συνεισφορά στη σωτηρία και η σάρκωση του Λόγου

Η αναγκαιότητα εμφάνισης μιας τέλειας ανθρώπινης δικαιοσύνης μετά την πτώση, η ανάδειξη της Θεοτόκου ως μεσίτριας της καταλλαγής και η πρόσληψη της ανθρώπινης σάρκας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 6

5. Διὰ ταῦτα καὶ πᾶσαν ἀνθρωπίνην συνεκάλυψε πονηρίαν, καὶ τῆς τοῦ Θεοῦ συνουσίας ἀξίους ἔδειξε τοὺς ἀνθρώπους, καὶ τὴν γῆν ἀξίαν τῶν διατριβῶν τοῦ σωτῆρος. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐδεὶς ἦν ὁ βοηθήσων κινδυνεύοντι τῷ γένει, οὐδ’ ἐπισχήσων καθάπερ ῥεῦμα τὴν ἁμαρτίαν. Καὶ ἱερεῖς γὰρ, καὶ κριταὶ. καὶ προφητῶν κύκλος, καὶ τῶν ἄλλων οἳ περὶ Θεὸν εἶχον, ὅθεν ἦν τι καὶ βέλτιον περὶ τοῦ γένους ἐλπίσαι, τούτων οὐδεὶς οὐδὲν οὕτως πρὸς τὸ κοινὸν ἠδυνήθη, ὥστε οὐδὲ σφᾶς αὐτοὺς ἐγκλημάτων καὶ δίκης ἔδειξαν καθαροὺς, ἀλλ’ ἀπιόντας ἐνθένδεν ᾅδης ἐξεδέχετο. Καὶ ἦν ἀμήχανον ἤδη τὴν προτέραν ζωὴν ἡμῖν ἐπανήκειν, τῶν μὲν ἀνθρώπων ἑαυτοῖς ἀρκέσαι μὴ δυναμένων, τῶν δὲ ἀγαθῶν ἀγγέλων συνευχομένων μὲν ἡμῖν τὰ βέλτιστα καὶ συμμαχεῖν πειρωμένων, τοῦ δὲ μεγέθους τῶν κακῶν ἡττωμένων, οὗ δὲ ἐδεῖτο μόνου τὸ τραῦμα διὰ τὴν ἁμαρτίαν τοῖς ἀνθρώποις ἀπηχθημένου.

Καὶ γὰρ ἐπέβλεψεν ἐπὶ τὴν γῆν, καὶ οὐκ ἦν συνιὼν, οὐδ’ ἐκζητῶν τὸν Θεὸν, ἀλλ’ ὥσπερ σώματος νόσῳ καθάπαξ διεφθορότος, οὐδεὶς τῷ βουλομένῳ θεραπεύειν, ὅθεν ἂν ἀνακαλέσαιτο τὴν ὑγείαν, κατελείπετο τόπος· ἐβούλετο μὲν γὰρ ἡμῖν τὴν σωτηρίαν, φιλάνθρωπος ὢν, οὐκ εἶχε δὲ οἷς ἂν ὑπάρξαι τῶν χαρίτων δικαίως· ἐπεὶ καὶ τοῦτο νόμος τῆς θείας δικαιοσύνης, τὰς μὲν εὐεργεσίας, αἳ τὴν φύσιν ἡμῖν ἀμείνω ποιοῦσιν, ἐνίοτε καὶ μὴ βουλομένοις παρέχειν· αἳ δὲ τὴν θέλησιν ὀρθοῦσι καὶ τὴν προαίρεσιν, καὶ Θεὸν ἡμῖν οἰκίζουσι καὶ προμνῶνται τὴν ἐκεῖθεν εἰρήνην, μεγάλας μὲν εἶναι καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβάλλειν ἐλπίδα, χορηγεῖσθαι δὲ οὐ πᾶσιν, ἀλλ’ ὅσοις ὑπῆρξε προεισενέγκαι τὴν γιγνομένην συντέλειαν.

Διὰ ταῦτα, πρὸ τῆς τοῦ σωτῆρος καθόδου καὶ τῶν κατ’ αὐτὸν μυστηρίων, ἃ τὴν θέλησιν ἡμῖν τῆς θείας ἐκπεσοῦσαν ἀγάπης ἐπανήγαγον αὖθις, ἔδει τινὸς ἀνθρωπίνης δικαιοσύνης οὐκ ἀντιρρόπου μόνον τῇ τοσῇδε κακίᾳ, ἀλλὰ καὶ σὺν θαυμαστῇ τῇ προσθήκῃ· ὅθεν ἦν ἀποκεκλεῖσθαι μὲν τὴν φύσιν τοῦ μύσους, ἀποτρίψασθαι δὲ τὴν ἀπὸ τῆς ἁμαρτίας αἰσχύνην, στῆναι δὲ τὴν ὕβριν τοῦ κοινοῦ πολεμίου, τὸν δὲ Θεὸν τοῖς ἀνθρώποις διαλλαγέντα χεῖρα ὀρέξαι.

6. Γίνεται τοίνυν, καὶ τὴν θαυμαστὴν ταύτην δικαιοσύνην ὑπὲρ τοῦ κόσμου παντὸς εἰσήνεγκεν ἡ παρθένος, καὶ γέγονεν ἀντὶ καθαρσίων ἡμῖν καὶ ἱλαστηρίων, καὶ τὸ σύμπαν ἥγνισε γένος. Καὶ καθάπερ φωτὸς χύσις ἢ πῦρ, οἷς ἂν ἐπέλθοι, τῆς οἰκείας αὐγῆς μετέδωκε πᾶσι· καὶ ὥσπερ τουτὶ τὸ φῶς ἔστι μὲν ὁρατοῖς ἀντὶ κάλλους, ἐμπέφυκε δὲ οὐ πᾶσιν, ἀλλὰ τὸν ἡλίου δίσκον ἔλαχε μόνον, τὸν ἴσον δὴ τρόπον καὶ τὸ τῶν ἀνθρώπων κάλλος, καὶ ἡ τῆς φύσεως σεμνότης πᾶσα καὶ χάρις, ᾗ τε ἤνθει πρὶν Θεὸν ἀπολέσαι, καὶ ἣν ἔσχεν ἂν, εἰ τὸν ἐκεῖθεν ἔσωσε νόμον, καὶ ἣν εἶχε δικαιοσύνην, καὶ ἣν ἔχειν δέον οὐκ εἶχεν, ἐν τῇ μακαρίᾳ μόνῃ συνέστη, καὶ πάντας ἐδικαίωσεν· ὃ περὶ τοῦ σωτῆρος ἔφησε Παῦλος.

Καὶ ἦν οὐσίας τις ἢ θησαυρὸς, ἢ πηγὴ, ἢ οὐκ οἶδ’ ὅ τι φῶ, τῆς τῶν ἀνθρώπων ἁγιωσύνης. Διὰ τοῦτο, τῶν ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπων τὸ θυσιαστήριον ᾤκησε μόνη, θυσία προτέλειός τις καὶ καθαρτήριος πρὸ τοῦ μεγάλου θύματος ὑπὲρ παντὸς προσενεχθεῖσα τοῦ γένους, ὥστε πρόδρομον μὲν εἰς τὰ ἅγια τῶν ἁγίων τὸν Ἰησοῦν εἰσεληλυθέναι, τοῦ δὲ σωτῆρος τὴν μακαρίαν προτέραν εἰς τὸ ἐνδότερον τοῦ καταπετάσματος ἑαυτὴν τῷ Πατρὶ προσενηνοχέναι. Καὶ ὁ μὲν τελείως τὸν Πατέρα διήλλαξε τοῖς ἀνθρώποις, ἀποθανὼν ἐπὶ τοῦ σταυροῦ· ἡ δὲ μακαρία προσενεχθεῖσα τῷ Θεῷ, τοσοῦτον εἰς τὴν καταλλαγὴν ἠδυνήθη, ὅσον τὸν ἁρμοστὴν εἰς τοὺς ἀνθρώπους κομίσαι, καὶ ἀδελφὸν ποιῆσαι τὸν πρεσβευτὴν, ὑπὲρ ὧν πρὸς τὸν Θεὸν ἔμελλεν ἥξειν, ὡς ἂν ὡς ὁμοφυῶν ἤδη καὶ οἰκείων ἀντιποιοῖτο·

Καὶ γὰρ ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ περὶ τὸν Θεόν. Καὶ ὁ μὲν, καθ’ ὑπόστασιν μίαν ἀμφότερος ὢν ὅπερ τε ἡμεῖς καὶ Θεὸς, κοινὸς ὅρος κατέστη τῆς φύσεως ἑκατέρας· καὶ διὰ τοῦτο καὶ ἕνωσις Θεοῦ καὶ ἀνθρώπων, καὶ καταλλαγὴ, καὶ εἰρήνη, καὶ ἔρως, καὶ εἴ τι πρὸς τοῦτο φέρει. Ἡ δὲ μακαρία, τὰ μὲν ἄνθρωπος οὖσα, δι’ ὧν ἐκεῖθεν εἷλκε τὸ γένος, τὰ δὲ, τὴν ὑπερφυᾶ λέγω δικαιοσύνην, Θεῷ προσήκουσα μόνῳ, τῷ μὲν ἄνθρωπος εἶναι, τοὺς ἀνθρώπους σεμνύνει. Θεὸν δὲ πρὸς ἔρωτα κινεῖ τῶν ἀνθρώπων, τῷ ἑαυτῆς ἑλκύσασα κάλλει. Καὶ ὁ μὲν σωτὴρ ἔδωκε δίκην, ὧν ἡμεῖς ὑπόχρεως ἦμεν· οὐ γὰρ αὐτὸς ἑαυτῷ συνῄδει, ὅθεν ἂν ὑπεύθυνος ἦν, ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ τὰς ἡμῶν ἀνειλήφει. Καὶ περὶ ἡμῶν ὠδυνᾶτο.

Καὶ ἤρκεσεν ἑνὸς πληγὴ μηδὲν ἠδικηκότος, ἀνθρώποις πᾶσι τὰ ἔσχατα πεπλημμεληκόσιν, ἀντὶ δίκης γενομένη, τὰ ἐγκλήματα λῦσαι. Ἡ δὲ μακαρία, μία δὴ καὶ μόνη πάντων ἀνθρώπων, τοῦ Θεοῦ τὴν ψυχὴν ἀξίαν παρασχομένη, ἐδυνήθη καὶ τοῖς ἄλλοις ἀμῦναι. Διὰ τοῦτο καὶ μόνῃ, πολλῶν ἀπ’ οὐρανοῦ πολλάκις εὐαγγέλια κομισαμένων, χαίρειν ὁ Θεὸς εἶπεν. Οὐ γὰρ ἦν οὐδεὶς ὃς, ἐγκλημάτων ἀπηλλαγμένος, ἐδυνήθη καὶ τῆς δίκης καθαρὸς εἶναι· τοῦ γὰρ ἀλγεῖν καὶ ὀδυνᾶσθαι πᾶσιν ὁ Θεὸς ἐτιμᾶτο. Καὶ ταύτην ἔδοσαν ἄνθρωποι δίκην, τῆς ὡς ἀληθῶς χαρᾶς καὶ εἰρήνης ὑπερβάντες τὸν νόμον. Τῇ δὲ μακαρίᾳ, δι’ ὧν χαίρειν ἠξίου, καὶ κεχαριτωμένην καὶ εὐλογημένην προσεῖπεν, ἔδειξεν ὡς οὐδὲν ἐγκαλεῖν εἶχεν, ὧν ἡ τῶν ἀνθρώπων φύσις ὑπεύθυνος ἦν.

7. Ἔδει γὰρ τὸ καινὸν ἡμῶν ἱερεῖον, οἷς πολλῶν ἔδει τῶν καθαρσίων, ἄμωμον καὶ ἅγιον *εἶναι. Εἰ γὰρ τὸ θυσιαστήριον, ὃ γραφή τις ἦν καὶ εἰκὼν τῶν ταύτης χαρίτων, ἅγια τῶν ἁγίων, τίνα δὴ προσῆκε ψῆφον περὶ τῆς ἀληθείας ἐκφέρειν; Ἐπεὶ μηδὲ τοσοῦτον ἐλείπετο τὸ θυσιαστήριον τῆς παρθένου, ὅσον ἀληθείας σκιὰ καὶ τύπος, πολλῷ δὲ καὶ ἀπείρῳ τινὶ τῷ μέσῳ. Τὸ μὲν γὰρ εἰκὼν χερουβὶμ κατασκιάζειν ἔφησε Παῦλος· τὴν δὲ πολυύμνητον οὐκ αὐτὰ τὰ χερουβὶμ, οὐδὲ εἴ τι μεῖζον ἐκείνων, ἀλλ’ αὐτὸς, ᾧ δουλεύει τὰ χερουβὶμ, ἡ δύναμις τοῦ ὑψίστου, καθὼς ὁ θειότατος ἐμήνυσε Γαβριήλ· ἄλλως τε ἡ μὲν θυσία τοῦ ἱλαστηρίου ἱερωτέρα, καθόσον ἐκεῖθεν αὐτῷ τὸ σεμνόν. Ἡ γὰρ τοῦ αἵματος ἀλοιφὴ τὴν ἁγιωσύνην εἰσῆγεν· ἡ δὲ μακαρία παρθένος ἱερωτέρα πάσης θυσίας, οὐδ’ ὅσον εἰπεῖν ἐξεῖναι· τὸ γὰρ αἷμα τῆς καινῆς ταύτης θυσίας οὐ τὸ θυσιαστήριον ἐδέξατο ἢ τὸ πῦρ ἀνάλωσεν, ἀλλ’ αὐτὸς ὁ Θεὸς ἀνείλετο καὶ περιέθετο ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, πάσης ἀλγηδόνος ἀλεξίκακον τοῖς ἀνθρώποις. Καὶ οὐκ ᾐσχύνθη τῇ περιβολῇ, ἀλλὰ καὶ δόξαν ἑαυτοῦ καὶ βασιλείαν τὸ πρᾶγμα καλεῖ.

Καὶ γοῦν, ἐπεὶ τὸ ἱμάτιον περικείμενος τοῦτο, τοῖς ἀνθρώποις ἐκοινώνει διατριβῶν, τὴν τῶν οὐρανῶν φησὶ βασιλείαν ἐπὶ θύρας ἰέναι. Ταύτην ἠρώτων τὴν βασίλειον σκευὴν οἱ ἄγγελοι τὸν σωτῆρα· Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; Κατὰ ταύτην τὴν βασίλειαν ὁ Κύριος ἐβασίλευσεν, ὡς τὰ λόγιά φησιν.

Καὶ ταύτην τὴν δύναμιν ἐνεδύσατο, καὶ ταύτην τὴν δόξαν· ταυτῇ γὰρ τῇ περιβολῇ καὶ τῇ ζώνῃ τοῦ δυνατοῦ περιεγεγόνει· καὶ τὸν μὲν συνέδησε, τοὺς δὲ δεδεμένους τῶν ἐκείνου χειρῶν ἐξήρπασε καὶ διέσωσε· καὶ γέγονεν ἡμῖν σεσωσμένοις ἡ σὰρξ τοῦ σωτῆρος δύναμις Θεοῦ, κατὰ Παῦλον.