Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὴν κοίμησιν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η υπεροχή της Παρθένου έναντι των δικαίων και των αγγελικών ταγμάτων

Η άρρητη ένωση της ανθρώπινης φύσης της Θεοτόκου με τον Θεό, η οποία την καθιστά απαρχή της αγιότητας και ανώτερη από τα Χερουβείμ και τα Σεραφείμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 6

Ὢ καινῶν μυστηρίων. Ὢ θαυμαστῆς δικαιοσύνης. Ὢ ψυχῆς ἐκείνης, ἢ τοιαύτην ἁγνείαν τὸ ἑαυτῆς ἥγνισε σῶμα. Ὢ σώματος, ὃ, τὴν φύσιν ἀγνοῆσαν, τῇ ψυχῇ συνεπήρθη. Ὢ νοῦ φωτὸς ἐκείνου. Τί εἴπω καὶ τί λαλήσω, φησὶν ἀπορῶν ὁ προφήτης; Τὸν Θεὸν, ὃν οὐδεὶς ἔλαβε τόπος, ὃν ἡ κτίσις οὐ* χωρεῖ, κἂν τοσαύτη γένηται μυριάκις, τοῦτον αἵμασιν οἰκείοις ἐνέδυσεν ἡ παρθένος, καὶ τὸ μεῖζον, πρέποντα πρέποντι τῷ βασιλεῖ τὸν χιτῶνα ποιησαμένη· καίτοι οὐχ οὕτω Θεὸς σαρκὶ, ὡς ἱματίῳ σῶμα συνήφθη, οὐδ’ οὕτως ἡ φύσις τῆς θείας μετέσχεν ἀκτῖνος, ὡς ἱμάτιον τῆς βασιλέως εὐδαιμονίας. Ἀλλὰ τούτῳ μόνῳ περιβολῇ τὸ κατὰ τὸν σωτῆρα πρᾶγμα προσῆκε, τῷ μὴ συγκεχύσθαι πρὸς ἀλλήλας τὰς φύσεις, ἀλλ’ ἀμιγῆ μένειν ἑκατέραν τῶν ἑκατέρας ἰδιωμάτων, ὡς τά γε ἄλλα, τοσοῦτον ὑπερβαίνει τὴν εἰκόνα ταύτην ἐκεῖνο, ὅσον τὸ ἁπλῶς ἡνῶσθαι, τὸ παντελῶς διῃρῆσθαι. Τὴν γὰρ συνάφειαν ταύτην, οὔτε παράδειγμα ἔστιν ἄλλοις γενέσθαι, οὔτε αὐτὴν εἰς παράδειγμα ἀνενέγκαι, ἀλλὰ μοναδικὴ τίς ἐστι, πρώτη καὶ μόνη φανεῖσα· τὸ γὰρ αἷμα τῆς μακαρίας αἷμα Θεοῦ. Πῶς εἴπω; καὶ τῶν αὐτῶν αὐτῷ κοινωνῆσαν οὕτως ἀκριβῶς, ὡς ὁμότιμον καὶ ὁμόθρονον καὶ ὁμόθεον ἤδη τῇ θείᾳ φύσει γενέσθαι. Πρὸς τοσοῦτον ὕψος ἁγιωσύνης ἡ παρθένος ἀνῆλθεν· οὕτω νοῦν ὑπερβαίνει πάντα τὸ κατ’ αὐτήν.

8. Ἄνθρωπος ἦν· ἐξ ἀνθρώπων ἀνέφυ· τῶν αὐτῶν μετέσχε πάντων τῷ γένει, φρονήματος δὲ οὐκ ἐκληρονόμησεν ἴσου, οὐδὲ παρεσύρη τῇ τοσῇδε τῶν κακῶν συνηθείᾳ, ἀλλ’ ἔστη μὲν κατὰ τῆς ἁμαρτίας, καὶ τῇ καθ’ ἡμῶν ἀντέσχε φθορᾷ, καὶ τῇ πονηρίᾳ τέλος παρέσχε. Καὶ γέγονεν αὐτή τε ἀπαρχὴ ἁγία, καὶ τῆς πρὸς Θεὸν φερούσης ἡγεμὼν τοῖς ἀνθρώποις· ὥσπερ γὰρ μόνη γενομένη τῷ βίῳ, καὶ μήτε ἄλλων ὄντων τῶν ἀνθρώπων, μήτε κτίσεως ἄλλης ἡστινοσοῦν παρηγμένης, ἀλλὰ μόνη μόνῳ Θεῷ παροῦσα, οὕτως εἶχε τὴν γνώμην· καὶ πρὸς οὐδὲν τῶν κτισμάτων εἶδεν, οὐδ’ ἐπεστράφη τῶν πάντων οὐδενὶ, ἀλλ’ ἅμα τε ἐγένετο τοῖς ἀνθρώποις, καὶ τῶν ἀνθρώπων ἀπεδήμει τῷ καλλίονι μέρει· καὶ πᾶσαν ὑπερβᾶσα κτίσιν, καὶ γῆν καὶ οὐρανὸν, καὶ ἥλιον, καὶ ἀστέρας, αὐτὸν τὸν περὶ Θεὸν κύκλον, οὐ πρότερον ἔστη, πρὶν Θεῷ συγγενέσθαι καθαρὰ καθαρῷ· καὶ γέγονε ἱερωτέρα θυσιῶν, θυσιαστηρίων ἀξιωτέρα Θεῷ, προφητῶν καὶ δικαίων καὶ ἱερέων ἁγιωτέρα τοσοῦτον, ὅσον τὸ ἁγιάζον τῶν ἁγιαζομένων εἰς ἁγιότητος λόγον ἄμεινον ἔχει. Οὐδεὶς γὰρ ἅγιος, πρὶν εἶναι τὴν μακαρίαν, ἀλλὰ πρώτη καὶ μόνη τῆς ἁμαρτίας καθάπαξ ἀπηλλαγμένη, ἑαυτήν τε ἁγίαν ἔδειξε, καὶ ἁγίαν ἁγίων, καὶ εἴ τι μεῖζον; καὶ τοῖς ἄλλοις ἁγιωσύνης ἤνοιξε θύραν, καλῶς διατεθεῖσα πρὸς ὑποδοχὴν τοῦ σωτῆρος· ὅθεν πᾶσιν ἁγίοις εἶναι συνέβη, καὶ προφήταις καὶ ἱερεῦσι, καὶ εἴ τις θείων ἠξίωτο μυστηρίων.

Ὁ γὰρ τῆς παρθένου καρπὸς πρῶτος καὶ μόνος τὴν ἁγιωσύνην εἰσήνεγκεν εἰς τὸν κόσμον, καὶ τοῦτό ἐστιν, ὅπερ ὁ μακάριος ἔφη Παῦλος πρόδρομον ὑπὲρ ἡμῶν εἰς τὰ ἅγια τὸν Ἰησοῦν εἰσεληλυθέναι. Εἰ δὲ καὶ πρὶν ἐλθεῖν εἰς ἡμᾶς τὸν σωτῆρα, πολλοὺς ταύτης τῆς ἐπωνυμίας τυχόντας ἔστιν ἀκούειν, ἀλλὰ μάλιστα μὲν διὰ τὸ τῶν μυστηρίων ἐν εἰκόσι μετέχειν· ἐπεὶ καὶ Μωσέα πρὶν Χριστὸν ὀνειδισθῆναι, τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ τῶν ἐν Αἰγύπτῳ θησαυρῶν ἔμπροσθεν ἄγειν ἔφησε Παῦλος. Καὶ μὴν καὶ βαπτίζειν, καὶ πνευματικοῦ μεταδιδόναι καὶ ἄρτου καὶ ὕδατος τοῖς Ἑβραίοις, πρὶν ἐλθεῖν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα, καὶ πρὶν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, διότι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἔπειτα, διὰ τὸ πρὸς τὴν ἁγιωσύνην εὖ παρεσκευασμένους καὶ οἵους ἑτοίμους εἶναι, τὴν ἀκτῖνα τὴν σωτηρίαν ἀνασχοῦσαν ὑποδεδέχθαι· τούτῳ δὲ καὶ ἐκεῖνο τὸ τοῦ σωτῆρος συμβαίνει· ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ· ὡς δὴ τῶν παλαιῶν ἐκείνων, μήπω τοῦ σωτῆρος φανέντος, τύπῳ τινὶ καὶ σκιᾷ τὸν ἁγιασμὸν ὑποδεξαμένων.

Οὐ γὰρ ἐκομίσαντο τὴν ἐπαγγελίαν, καίτοι διὰ τῆς πίστεως μαρτυρηθέντες, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν, ᾗ φησι Παῦλος. 9. Καὶ τί λέγω τοὺς προφήτας, οὓς οὐδὲ τῶν δεσμῶν ἦν τῶν ἐν ᾅδου λυθῆναι, μὴ τῆς παρθένου τῶν χαρίτων τυχόντας; Τῶν γὰρ ἀγγέλων αὐτῶν, τῶν ἀρχαγγέλων, τῶν χερουβὶμ, τῶν σεραφὶμ ἡ μακαρία παρθένος ἁγιωτέρα. Εἰ γὰρ ἁγιωσύνης ἆθλον ὁ Θεὸς, καὶ δίδοται μὲν ὁμοίως ἅπασι, τυγχάνει δὲ μᾶλλον, ὃς ἄμεινον ἔχει παρασκευῆς, πῶς οὐ πᾶσα ἀνάγκη τὰς περὶ τῆς ἁγιότητος ψήφους ἀπὸ τῶν ἄθλων ἐκφέρειν, καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι καὶ ταύτην ἀμέλει μετρεῖν. Καὶ δὴ τὰ μὲν χερουβὶμ λόγος κύκλῳ Θεοῦ τε ἑστάναι καὶ ὑποδέχεσθαι τὴν ἐκεῖθεν ἀκτῖνα, προσβλέπειν δὲ οὐδὲ πάνυ θαρρεῖν.

Ἡ δὲ παρθένος, καινόν τινα καὶ ἄρρητον τρόπον, τὸν μηδένα λαβόντα τόπον ἐν ἑαυτῇ περιέσχε. Καὶ οὐ λαμπρότητά τινα καὶ δόξαν, ἀλλ’ αὐτὴν ἐδέξατο τὴν ὑπόστασιν τοῦ Θεοῦ. Ὅσῳ τοίνυν ἐναργέστερον ἢ τοῖς χερουβὶμ ὁ Θεὸς παρῆν τῇ παρθένῳ, πολλῷ δὲ ἄρα, καὶ οὐδ’ ὅσον εἰπεῖν ἐξεῖναι, τοσούτῳ καὶ ἁγιωτέραν εἶναι καὶ ἱερωτέραν ἀνάγκη.

Καὶ μὴν τῶν ὄντων, δι’ ὧν ἡ θεία σοφία δείκνυται μᾶλλον, καθαρότητι καὶ ἁγιωσύνῃ νικᾷ· καθάπερ τῶν σωμάτων, ἃ μὲν προσίσταται τῷ φωτὶ, καθαρωτέρα τῶν ἄλλων ἐκεῖνα. Τοῦ γὰρ Θεοῦ πᾶσιν ὁμοίως παρόντος, τὸ τῆς ἐκφάνσεως διάφορον τοῖς κτίσμασι λογίζεσθαι χρή· εἰ δὲ τοῦτο, τίς οὐκ οἶδεν, ὡς ἡ παρθένος ἀνθρώπων πάντων, ἀγγέλων ἱερωτέρα;

Καὶ γὰρ διὰ μὲν τῶν ἀγγέλων πρόσταγμα Θεοῦ, καὶ ὁ παλαιὸς νόμος, ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος, ἔφησε Παῦλος, καὶ ἄλλ’ ἄττα σημεῖα δικαιοσύνης καὶ δυνάμεως ἐγενέτο τοῖς ἀνθρώποις· ἡ δὲ παρθένος οὐ μέχρι τοσούτου τὸν Θεὸν ἐμήνυσε μόνον, ἀλλ’ αὐτὴν τὴν ἐνυπόστατον τοῦ Θεοῦ σοφίαν ὑπέδειξε τοῖς ἀνθρώποις, οὐ σημείοις οὐδὲ εἰκόσιν, ἀλλ’ ἀμέσως τὸν Θεὸν αὐτὸν, τὸν σωτῆρα, καὶ οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις· ἵνα γνωσθῇ, φησὶ Παῦλος, ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία. Καὶ οὐκ εἶπεν· ἵνα γνωσθῇ μᾶλλον, ὡς δὴ πρότερον γνωσθείσης, ἀτελῶς μέντοι, ἀλλ’ ἁπλῶς· ἵνα γνωσθῇ, δηλῶν, οἶμαι, τὴν πρὸ τῆς μακαρίας παρθένου γνῶσιν οὕτως ἀμυδρὰν εἶναι, ὡς μηδὲ λόγον τινὰ σῴζειν, πρὸς τὴν δευτέραν, ἣν αὐτὴ ἀνέτειλε. Καὶ, ὡς ἔοικεν, οὐκ ἀνθρώποις μόνον δικαίοις καὶ ἀδίκοις, πονηροῖς τε καὶ ἀγαθοῖς, ἀλλὰ καὶ αὐταῖς ταῖς ὑπερκοσμίοις δυνάμεσι, τὸν ἥλιον ἀνέτειλε τῆς δικαιοσύνης.