Εἰ γὰρ πάντα ποιοῦμεν, ἵνα Θεὸν πλουτήσωμεν, καὶ τοῦτό ἐστιν ἡμῖν τῶν ἀγαθῶν ἁπάντων τὸ τέλος, τοῦτο δὲ οὐκ ἐνῆν τοῖς ἀνθρώποις ἄνευ τῶν τῆς παρθένου χαρίτων, πῶς οὐκ ἐπ’ ἐκείνην πάντα φέρεται, ὥστε αἴτιον εἶναι τῶν μὲν ἐπαίνων, εἴ τι σεμνὸν ἐν ἀνθρώποις, τῶν δὲ ἐν ἡμῖν ἀγαθῶν ἁπάντων, τὴν μετὰ Θεοῦ συναυλίαν· τῆς δὲ, τὴν παρθένον; Καὶ διὰ τοῦτο τὴν πολυύμνητον παντὸς κόσμου καὶ σεμνότητος καὶ ὕμνων αἰτίαν εἶναι τῷ γένει, καὶ πᾶσαν εὐφημίαν πρὸς αὐτὴν ἀναφέρεσθαι μόνην· οὐ μὴν ἀλλὰ καὶ τοῦ περιεῖναι, καὶ ὅλως ἀνθρώπους εἶναι, τὴν μακαρίαν αἰτιᾶσθαι προσῆκε. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ οὐρανὸς, καὶ γῆ, καὶ ἥλιος, καὶ πᾶν τόδε, διὰ τὴν μακαρίαν παρθένον, ὥσπερ διὰ τὸν καρπὸν τὸ δένδρον, εἰς τὸ εὖ ἔχειν ἦλθε, καὶ ὅλως εἶναι. Εἰ δὲ διὰ τὸν καρπὸν εὖ ἐροῦμεν τὸ δένδρον, καὶ ὁ τούτῳ χαίρων τὸν καρπὸν ἐπῄνεσε, τίς οὐκ οἶδεν, ὡς ἡ τῶν ὄντων σεμνότης πᾶσα καὶ χάρις καὶ κόσμος, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, κατὰ τὸν Παύλου λόγον, τῇ παρθένῳ μόνῃ προσῆκεν; ὥστε ἐξεῖναι εἰπεῖν, ὡς ἣν ὁ Θεὸς περὶ αὐτῶν ἐξήνεγκε ψῆφον, καλὰ προσειπὼν, καὶ καλὰ διαφερόντως, εὐφημία τῆς παρθένου.