Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Συνοπτική προσέγγιση του πρώτου οράματος: Σύμβολα της θείας οικονομίας

Αλληγορική ερμηνεία των βασικών στοιχείων του οράματος, όπως τα τέσσερα ζώα, οι τροχοί, ο θρόνος και το ουράνιο τόξο, ως προτυπώσεων της ενανθρώπησης και του αποστολικού κηρύγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 9

Ἡ μὲν οὖν τῶν Ἑβραίων αἰχμαλωσία τὴν κοινὴν ἐδήλου τῶν ἀνθρώπων δουλείαν, ἣν ἐδούλευε τῇ κακίᾳ μετὰ τὴν παραδείσου τῆς προγονικῆς ἑστίας ἀποβολήν. Ἐν τῷ πέμπτῳ δὲ ἔτει τῆς αἰχμαλωσίας τὴν ὅρασιν εἶδεν ὁ ἅγιος, ὅτι τῷ πεντακισχιλίῳ ἔτει σχεδὸν τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας ἦλθεν ὁ Κύριος. «Ἐπὶ τοῦ ποταμοῦ» δὲ ὅτι ἐν ὕδατι τὴν ἐλευθερίαν εὕρομεν.

Καὶ τὸ ὁρώμενον, πνεύματι κινούμενον ἐφαίνετο, ὅτι ἡ τοῦ Κυρίου γέννησις ἐκ Πνεύματος ἦν ἁγίου. «Ἀπὸ βορρᾶ» δὲ ὅτι ἐκ δεξιῶν τοῦ Θεοῦ καθήμενος εἰς τὸν κόσμον ἐλήλυθεν. Διότι ἡ μὲν ἀνατολὴ αἴνιγμά ἐστι τοῦ πατρός, ὃς ἀνατολὴ καλεῖται. Καὶ εἰ νοήσομεν τὸν πατέρα καθήμενον κατ’ ἀνατολάς, καθὼς γέγραπται, καὶ τὰ ταπεινὰ ἐφορῶντα, τὸ βορέον μέρος ἐκ δεξιῶν αὐτοῦ νοηθήσεται.

Καὶ οὕτως ἐν εἰκόνι, καθ’ ὅσον οἷόν τε ἦν, τὸν Κύριον ἔδειξεν ἐλευσόμενον ἐπὶ τὴν ἡμετέραν ἐσχατιάν. Νεφέλη δὲ περὶ αὐτὸ ἑωρᾶτο τὸ Ἅγιον Πνεῦμα, ὅτι νεφέλῃ πολλαχοῦ τῆς Γραφῆς δηλοῦται. Οὐ μόνον γὰρ τὴν θείαν ἐκείνην ὑπέστησε σάρκα ἐν τῇ τῆς Παρθένου γαστρὶ τῆς ἁγίας καὶ ἀμώμου τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ συμπαρῆν ὡς ὁμοουσίῳ τῷ σωτῆρι καὶ ἐδόξαζεν αὐτὸν διὰ τῶν θεῷ προσηκόντων ἔργων. «Καὶ φέγγος δὲ περὶ τὴν νεφέλην καὶ πῦρ ἐξαστράπτον», ἃ τὴν φανότητα τῶν θείων ἔργων καὶ τὴν θεότητα τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ὑπεδείκνυ. Τὸ δὲ «ἐν μέσῳ τῆς νεφέλης ὡς εἶδος ἠλέκτρου», τὴν τοῦ σωτῆρος σάρκα καθ’ ἑαυτὴν φωτοειδῆ καὶ ἀξίαν τοῦ μονογενοῦς εἶναι.

Τὰ δὲ «τέσσαρα ζῷα» τοὺς κήρυκας τῆς οἰκονομίας, πάντα μὲν διελευσομένους τὸν κόσμον, κηρύξοντας δὲ τὸν Χριστὸν καὶ ἄνθρωπον, ὃ διὰ τοῦ ἀνθρωπείου προσώπου φαίνεται καὶ ἀπὸ βασιλικῆς φυλῆς καταγόμενον, ὃ τὸ τοῦ λέοντος, καὶ βασιλέα οὐκ ἐπίγειον ἀλλ’ οὐράνιον, ὃ τὸ ‘τοῦ ἀετοῦ πρόσωπον’ ὑπεδήλου, καὶ τῷ αἵματι τῷ ἰδίῳ καθαίροντα τοὺς ἀνθρώπους, οὗπερ τὸ τοῦ ‘μόσχου’ πρόσωπον τύπος ἦν. Τὸ γὰρ αἷμα τῶν θυσιῶν ἁμαρτιῶν ἐποίει κάθαρσιν τοῖς Ἰουδαίοις διὰ τὸ τύπος εἶναι τοῦ θείου τοῦ σωτῆρος αἵματος, «εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως, ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα», φησὶν ὁ ἀπόστολος. «Αἱ δὲ τέσσαρες πτέρυγες» (οἱ πείθοντες θεῖοι λόγοι, τῶν δογμάτων ἕκαστον), αἵτινες τήν τε κίνησιν παρεῖχον τοῖς ζῴοις καὶ ἐκάλυπτον αὐτά. Ὁ γὰρ ἐμπνευσθεὶς αὐτοῖς θεῖος λόγος πρός τε τὸ ἔργον ἐκίνει τοῦ εὐαγγελίου καὶ τὴν ἀνθρωπίνην ἐκάλυπτεν ἀσθένειαν, ὥστε μηδὲ ἀνθρώπους εἶναι δοκεῖ· θεοὶ γὰρ πολλάκις τοῖς Ἕλλησιν ἐνομίσθησαν. «Καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν» διὰ τὴν ταχύτητα καὶ ὅτι οὐδενὸς ἐδέοντο τῶν γηίνων εἰς τὸν δρόμον τοῦ εὐαγγελίου. ᾯ γὰρ πτερὰ ἔχειν ἡ φύσις ἔδωκε πρὸς τὸ τρέχειν οὐ πάνυ δεῖται τῆς γῆς. «Καὶ ὀρθοὶ οἱ πόδες αὐτῶν». Οὐ γὰρ ἔκαμνον πολλῶν πειρώμενοι δυσχερειῶν, οὐδ’ ἴσχυσε κατ’ αὐτῶν ἡ κακία οὐδὲ συνέστειλε τὸν δρόμον.

Οἱ δὲ ‘σπινθῆρες’ αἴνιγμα τῶν πυρίνων ἦσαν γλωσσῶν. «Καὶ ὡς ἐξαστράπτων χαλκός»· οὐ γὰρ ὡς ἥλιος οὐδὲ ὡς φέγγος· οὐ γὰρ ἦσαν ἐκεῖνοι τὸ φῶς, ἀλλὰ μόνον μάρτυρες τοῦ φωτός. «Καὶ χεὶρ ἀνθρώπου ὑπὸ κάτωθεν τῶν πτερύγων αὐτοῦ». Οὐ γὰρ σοφίᾳ οὐδὲ φρονήσει οὐδὲ ἄλλῃ μηχανῇ ἀνθρωπίνῃ ἢ δυνάμει τὸ κήρυγμα κατίσχυσε τοῦ εὐαγγελίου, ἀλλ’ ἦν μὲν αὐτοῖς ἀνθρωπίνη δύναμις ἀνθρώποις οὖσι, συνήργει δὲ πρὸς τὸ ἔργον οὐδαμῶς, ἀλλὰ καὶ ἐκαλύπτετο ὑπὸ τῆς θείας δυνάμεως· τοῦτο μὲν διὰ τὴν ὑπερβάλλουσαν ὑπεροχήν, καθάπερ λέγομεν τὸ μέγιστον φῶς τὸ ἐλάχιστον ἀποκρύπτειν, τοῦτο δὲ ὅτι τοῖς ἔργοις τῆς θείας δυνάμεως ἐλάνθανον, καὶ πολλάκις, ὄντες ἄνθρωποι. «Αἱ πτέρυγες δὲ αὐτῶν ἀλλήλων εἴχοντο». Ἓν γὰρ ἦν πᾶσι τὸ κηρυττόμενον δόγμα. «Καὶ οὐκ ἐπέστρεφον ἐν τῷ βαδίζειν». Ἀεὶ γὰρ τὴν αὐτὴν ἵεσαν, οὐχ ὑπὸ τῶν συμπιπτόντων μεταβαλλόμενοι δυσχερῶν, οὐδὲ νῶτα τοῖς πολεμίοις παρέχοντες. Τὸ δὲ ἔργον τῶν ἀποστόλων ἦν ἀνάπτειν τὸ πῦρ, «ὃ βαλεῖν ἐπὶ τῆς γῆς» ὁ Κύριος ἦλθεν. Καὶ διὰ τοῦτο ἐφαίνετο «ἐν μέσῳ τῶν ζῴων ὡς ὅρασις ἀνθρώπων πυρὸς καιομένων καὶ ὡς ὄψις λαμπάδων καιομένων καὶ συστρεφομένων».

Ἐπεὶ δὲ οὐ πῦρ ἦν φθαρτικὸν ἐκεῖνο τὸ πῦρ, ἀλλὰ ζωτικὸν καὶ φωτιστικόν, αἵ τε λαμπάδες στρεφόμεναι ἐφαίνοντο καὶ φέγγος πυρὸς ἐξαστράπτον. Καὶ τὰ ζῷα ἔτρεχον καὶ ἀνέκαμπτον. Φαίνονται δὲ καὶ ἱστάμενα πολλάκις. «Ἐν τῷ ἑστάναι γὰρ τὰ ζῷα, φησίν, ἵσταντο καὶ οἱ τροχοί».

Ἡ μὲν οὖν κίνησις τὸ κήρυγμα ὑπέφαινε τοῦ εὐαγγελίου, τὸ δὲ ἵστασθαι, τὸ ἑδραῖον καὶ ἀκίνητον τῶν δογμάτων. Ἐπεὶ δὲ πᾶς λόγος ἀπόδειξιν ἔχων τί βούλεται συμπεραίνειν, συμπεραίνοντες δὲ ἀνάγκη τὸν αὐτὸν ὅρον πολλάκις λαβεῖν, διὰ τοῦτο «ἔτρεχον, φησί, καὶ ἀνέκαμπτον».

Ἀνακάμπτει γὰρ ὁ συλλογιζόμενος ἐπὶ τὸν ὅρον, ὅταν συμπεραίνειν ἐθέλῃ, δεύτερον λαμβάνων αὐτόν. Ἡ δὲ «ἐπὶ τῶν τροχῶν κίνησις τῶν ζῴων» τὴν διττὴν ἐνέργειαν τοῦ σωτῆρος ἐμφαίνει, τὴν θείαν τε καὶ ἀνθρωπίνην, ὧν ἡ μὲν θεία διὰ τῆς ἐν κύκλῳ κινήσεως ὑπεφαίνετο, ἀϊδίοις μᾶλλον προσήκουσα, ἡ δὲ ἀνθρωπίνη καὶ παυομένη διὰ τῆς κατ’ εὐθεῖαν. Ἀμφότερα γὰρ ἡ τῶν τροχῶν κίνησις δύναται. Καὶ ἡ κίνησις τῶν τροχῶν καὶ ἡ ποίησις αὐτῶν ἦν οὕτως ἡ αὐτή, ὥσπερ «ἐχομένων ἀλλήλων», διὰ τὸ κηρυττόμενον τὴν εἰρήνην εἶναι. Τοῦτο γὰρ βούλεται τὸ λέγειν «καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ», τουτέστιν, οὕτως οἱ τέσσαρες ἐκινοῦντο, ὥσπερ εἷς, ὑπὸ τεσσάρων κινούμενος. «Καὶ ὕψος ἦν αὐτοῖς» διὰ τὸ μέγεθος τοῦ κηρύγματος.

Καὶ τῶν μελλόντων δὲ ἐπιστήμονες ἦσαν καὶ τὰ ὄπισθεν ἐγίνωσκον. Καὶ διὰ τοῦτο «οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν». Ὅτι δὲ καὶ εἷς ἦν ὁ κηρυττόμενος Λόγος ὑπὸ τῶν ἀποστόλων καὶ ἕνα πάντες ἐκήρυττον, διὰ τοῦτο αἱ πτέρυγες μὲν αὐτῶν ἦσαν ‘ἐχόμεναι ἀλλήλων’, οἱ τροχοὶ δὲ τῶν ποδῶν, ὥστε «ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς ἐξῄροντο καὶ οἱ τροχοί, καὶ ἐν τῷ πορεύεσθαι ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι εἱστήκεσαν». Πνεύματι δὲ κινούμενοι, πάντα ἐποίουν.

Καὶ διὰ τοῦτο «πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς τῶν ζῴων ὡσεὶ στερέωμα». Τοῦτο δὲ ἔδειξε τὸν ἐπικαθήμενον ἐκεῖνον εἶναι «τὸν ἐπιβεβηκότα ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ». «Καὶ ὡς ὅρασις κρυστάλλου φοβεροῦ»· μετ’ ὀλίγα δὲ ὑπὲρ αὐτῶν, «ὡς ὅρασις λίθου σαπφείρου». Διττοῦ γὰρ ὄντος τοῦ περὶ τοῦ σωτῆρος λόγου, τοῦ μὲν εἰς ὃν καὶ ὁ ἀνθρώπινος ἐξικνεῖται νοῦς, τοῦ δὲ ὑπὲρ πάντα λόγον. Ὁ μὲν κρύσταλλος διαφανὴς ὢν τὸν πρότερον ὑποφαίνει, ὁ σάπφειρος δὲ ὅτι οὐ τοιοῦτος, τὸν δεύτερον· ἀμφότεροι δὲ λίθοι, ὅτι τὸν Κύριον ἐτύπουν, ὃν λίθον ἀκρογωνιαῖον ὠνόμασεν ἡ Γραφή. «Καὶ ἐπὶ τοῦ λίθου ὡς ὁμοίωμα θρόνου καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ’ αὐτοῦ ἐπάνωθεν».

Τοῦτο δὲ εἰκὼν ἦν αὐτοῦ τοῦ Χριστοῦ, οὗ τὰ ἄλλα πάντα σύμβολα, «ὃς ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο», οὗτινος «ἀπὸ μὲν ὁράσεως ὀσφύος καὶ ἐπάνω, ὡς εἶδος ἠλέκτρου, ἀπὸ δὲ ὁράσεως ὀσφύος καὶ ἕως κάτω, ὡς εἶδος πυρός». Ἡ μὲν γὰρ πρώτη τοῦ Χριστοῦ παρουσία φιλάνθρωπος ἦν καὶ οὐδὲν φοβερόν· «οὐ γὰρ ἦλθον, φησίν, ἵνα κρίνω τὸν κόσμον», ἡ δὲ δευτέρα φοβερὰ καὶ διακριτικὴ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων, ὅτε πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. «Τὸ δὲ φέγγος αὐτοῦ κύκλῳ, ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ». Τοῦτο τὸ τόξον σημεῖον ἐγένετο τῆς τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους διαλλαγῆς μετὰ τὸν ἐκεῖνον κατακλυσμόν, ὥστε μηκέτι τὴν αὐτὴν τιμωρίαν τοῖς ἀνθρώποις ἐπαγαγεῖν, καθὼς γέγραπται· «Εἰπὼν γὰρ ὁ Θεὸς τῷ Νῶε, στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς καὶ οὐκ ἀποθανεῖται πᾶσα σάρξ», ἐπήγαγε· «τοῦτο σημεῖον τῆς διαθήκης μου· τὸ τόξον τὸ ἐν τῇ νεφέλῃ». Ὁ δὲ Κύριος διαλλάξας τῷ πατρὶ τοὺς ἀνθρώπους, σημεῖον ἔδωκε τοῖς πιστεύσασι τὸ ἴδιον αἷμα τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου καὶ ῥυσθῆναι τοῦ ἐπιόντος ὀλοθρευτοῦ, ὃ καὶ ὁ προφήτης ἐκδεχόμενος ἔλεγε «ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν». Καὶ σημεῖον δὲ ἐν ταῖς νεφέλαις φανησόμενον τὸν ἴδιον σταυρὸν ὁ Κύριος ὀνομάζει· ὃ σημεῖόν ἐστι τῆς τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγῆς. «

Τῷ γὰρ Θεῷ κατηλλάγημεν διὰ τοῦ σταυροῦ», φησὶν ὁ ἀπόστολος. Τούτων σημαντικὸν ἦν τὸ περὶ τὴν νεφέλην τόξον. «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου». Δόξα γὰρ Χριστοῦ ἡ οἰκονομία. Πληρωθείσης γὰρ αὐτῷ τῆς οἰκονομίας, φησίν «νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου». ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!