Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Η δράση του Αγίου Πνεύματος: Το πυρ, οι τροχοί και το στερέωμα

Εξήγηση του πυρός, της αστραπής και της κίνησης των τροχών ως εκφράσεων της θείας ενέργειας, καθώς και η σημασία του στερεώματος στην καθοδήγηση των αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 9

Τὸ δὲ ἔργον τῶν ἀποστόλων ἦν ἀνάπτειν τὸ πῦρ, «ὃ βαλεῖν ἐπὶ τῆς γῆς ὁ Κύριος ἦλθεν». Καὶ διὰ τοῦτο «ἐν μέσῳ τῶν ζῴων ἐφαίνετο ὡς ὅρασις ἀνθράκων πυρὸς καιομένων». Ἐπεὶ δὲ οὐ φθαρτικόν, οὐδὲ ἀφανιστικὸν ἦν ἐκεῖνο τὸ πῦρ, ἀλλὰ ζωτικὸν καὶ φωτιστικόν, «αἵ τε λαμπάδες συστρεφόμεναι ἐφαίνοντο καὶ τὸ φέγγος τοῦ πυρὸς ἐξαστράπτον καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ὡς ἀστραπὴ καὶ τὰ ζῷα ἔτρεχον καὶ ἀνέκαπτον ὡς εἶδος τοῦ βεζέκ», ὅ ἐστιν ἀστραπῆς διὰ τὸ ταχύτατον.

Ἐκεῖνο δὲ πάντως περὶ τῶν ἀποστόλων ἐδήλωσεν ὅτι πᾶσαν μὲν περιελεύσονται τὴν γῆν ἐπὶ τῷ κηρύξαι τὸν λόγον, καὶ ταχέως. Οὐδαμοῦ δὲ νῶτα δώσουσι τοῖς ἀνθισταμένοις. «Καὶ εἶδον καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς, ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσι καὶ τὸ εἶδος τῶν τροχῶν καὶ ἡ ποίησις αὐτῶν, ὡς εἶδος θαρσίς, καὶ ὁμοίωμα ἐν τοῖς τέσσαρσι, καὶ ἡ ὅρασις αὐτῶν καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά, οὐδὲ οἱ νῶτοι αὐτῶν».

Καὶ ἡ τῶν τροχῶν προσθήκη τὴν εὐδρομίαν τοῦ κηρύγματος ὑποφαίνει καὶ ἅμα αἰνίττεται καὶ τῶν ἀποστολικῶν λόγων τὸ σχῆμα. Τὰ μὲν γὰρ θεοπρεπῆ, τὰ δὲ ἀνθρώπινα ἐκήρυττον περὶ τοῦ Χριστοῦ καὶ τὴν καθόλου θείαν καὶ ἀνθρωπίνην ἐνέργειαν. Καὶ πρὸς τοὺς τοιούτους λόγους ἡ κίνησις αὐτοῖς τοῦ κηρύγματος ἐτυποῦτο· καὶ κυκλικὴ γὰρ καὶ κατ’ εὐθεῖαν ἡ φορὰ τῶν τροχῶν. Καὶ ἡ μὲν κατ’ εὐθεῖαν τὴν ἀνθρωπίνην ἐδήλωσεν ἐνέργειαν, τῷ ἑαυτῆς λόγῳ καὶ ἀρχομένην καὶ παυομένην, ἡ δὲ κυκλικὴ τὴν θείαν ἐνέργειαν. Ὁ γὰρ κύκλος πολλὰς ἔχει τῶν θείων εἰκόνας καὶ ὅτι ἕν ἐστι πάντη μόνον σχημάτων καὶ ὅτι πρὸς ἑαυτὸν νεύει, καθάπερ ὁ νοῦς, καὶ ὅτι διὰ τοῦτον ὁ κύλινδρος ταχύτατός ἐστι καὶ ἅπτεται τοῦ ἐπιπέδου κατὰ μίαν μόνον εὐθεῖαν. Καὶ γὰρ τὸ μὲν ἀθρόον καὶ ἄχρονον μόνου Θεοῦ, τὸ δὲ ταχύτατον καὶ ἐν ὀλίγῳ χρόνῳ ἔγγιον τοῦ Θεοῦ. Καὶ πάλιν· τὸ μὲν ὑπὲρ τὴν ὕλην πάντη θεῖον, τὸ δὲ πλεῖστον μέρος ὑπὲρ γῆν εἶναι τῶν θείων ἔγγιστα. «Καὶ ὁμοίωμά φησιν ἐν τοῖς τέσσαρσι τροχοῖς»· ἤγουν ὁμοιότης ἦν ἐν αὐτοῖς καὶ τοσαύτη, ὥστε «ἕνα τροχόν, φησί, τοὺς τέσσαρας εἶναι». «Εἶδον γάρ», φησί, «καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς».

Πανταχοῦ τὸ ἓν καὶ τὸ ὅμοιον καὶ τὸ ἡνῶσθαι διὰ τὴν σύμπνοιαν καὶ τὴν εἰρήνην καὶ τὸ Θεὸν εἶναι τὸ κηρυττόμενον, ὃ καὶ διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπών· «καὶ ἡ ὅρασις τῶν τροχῶν καὶ ἡ ποίησις αὐτῶν καὶ τὸ ἔργον αὐτῶν», ἡ κίνησις δηλονότι, «καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ». Τουτέστιν οὕτω μία ἦν ἡ κίνηση τῶν τροχῶν, ὥσπερ τροχῶν ὁμοκέντρων ὑφ’ ἑνὸς ἄξονος στρεφομένων. Τοῦτο γάρ ἐστι τὸ εἶναι «τροχὸν ἐν τροχῷ». «Ἐπὶ τὰ τέσσαρα δὲ μέρη αὐτῶν ἐπορεύοντο», ὅτι «τὰ ῥήματα αὐτῶν ἐξῆλθεν εἰς τὰ πέρατα τῆς οἰκουμένης». «Καὶ ὕψος ἦν αὐτοῖς· καὶ εἶδον αὐτοὺς καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι· καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα ἐπορεύοντο καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς καὶ οἱ τροχοί. Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ἦν τὸ πνεῦμα τοῦ πορεύεσθαι· ἐπορεύοντο τὰ ζῷα καὶ οἱ τροχοὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς». «Καὶ ὕψος ἦν αὐτοῖς»· διὰ τὸ μέγεθος τοῦ κηρυττομένου, ὅτι τὸν ὕψιστον ἐκήρυττον. Ἐπεὶ δὲ πρὸς τοὺς σφόδρα ἀναισθήτως διακειμένους καὶ ἀγνώμονας τῶν ἀνθρώπων καὶ τιμωριῶν αὐτοῖς ἐνίοτε ἐδέησε καὶ πληγῶν, καθάπερ εἰς Ἀνανίαν, καὶ διὰ τοῦτο καὶ φοβεροὶ ἦσαν. «Καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν»· ᾔδεσαν γὰρ τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν.

Καὶ τὰ χαρίσματα δὲ τοῦ Πνεύματος «ὀφθαλμοὺς κυρίου σαβαὼθ ἐπιβλέποντας ἐπὶ πᾶσαν τὴν γῆν» ὁ Ζαχαρίας καλεῖ. Πάντα δὲ τὰ ὁρώμενα καὶ τὰ ζῷα καὶ οἱ τροχοὶ τὸν ἕνα δρόμον ᾐνίττοντο τοῦ εὐαγγελίου τῆς εἰρήνης· καὶ διὰ τοῦτο εἷς δρόμος ἦν αὐτοῖς. «Ἐν τῷ πορεύεσθαι δὲ τὰ ζῷα ἐπορεύοντο καὶ οἱ τροχοὶ καὶ ἐν τῷ ἑστάναι εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς» Ὅτι ἓν ἦν τὸ κινοῦν, τὸ Πνεῦμα τὸ Ἅγιον, ὅπερ ἐδήλωσεν, εἰπὼν «ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς». «Καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς τῶν ζῴων, ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου φοβεροῦ, ἐκτεταμένου ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν, καὶ ὑποκάτω τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, ἐχόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, ἐπικαλύπτουσαι τὰ πρόσωπα αὐτῶν. Καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ὡς φωνὴν ὕδατος πολλοῦ, ὡς φωνὴν Θεοῦ σαδδαί, ἱκανοῦ».

Τὸ στερέωμα δὲ σημαίνει τὸν ἐπικαθήμενον Θεὸν εἶναι. «Ὁ γὰρ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων». Ὁ δὲ κρύσταλλος καὶ σάπφειρος αἰνίγματα μὲν τοῦ Χριστοῦ, καὶ ἄμφω, ὃς «λίθος ἀκρογωνιαῖος» παρὰ τῆς Γραφῆς καλεῖται· ἀλλ’ ὁ μὲν κρύσταλλος τὸ φανερὸν αὐτοῦ καὶ γνώριμον τοῖς ἀνθρώποις, ὃ καὶ αὐτὸ φανερόν, οὐ διότι εὔληπτον, εὐκαταφρόνητον, ὁ δὲ σάπφειρος τὸ βαθὺ καὶ ἀπόρρητον καὶ ἀδιάγνωστον τοῖς ἀνθρώποις. Τὰ δὲ πρόσωπα τῶν ζῴων καὶ ἐφαίνοντο καὶ ἐκαλύπτοντο ὑπὸ τῶν πτερύγων. Ὅτι μὲν γὰρ ὁ υἱὸς τοῦ Θεοῦ μεθ’ ἡμῶν ἐγένετο καὶ ἄνθρωπος ἦν καὶ τέθνηκεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, φανερὸν ἦν, ὁ δὲ τρόπος ὅπως ταῦτα ἐγένετο πάντη κρύφιος καὶ συγκεκαλυμμένος καὶ μείζων ἢ ἀνθρώπους εἰδέναι δύνασθαι. Καὶ διὰ τοῦτο τὰ πρόσωπα τῶν ζῴων, ἃ τοὺς περὶ τοῦ σωτῆρος ᾐνίττετο λόγους, καὶ ἐφαίνοντο καὶ ἐκαλύπτοντο ὑπὸ τῶν πτερύγων, ἡ δὲ φωνὴ τῶν πτερύγων «ὡς ὕδατος φωνὴ πολλοῦ». Τὸ γὰρ Πνεῦμα τὸ Ἅγιον ὕδωρ πολλαχοῦ τῆς Γραφῆς καλεῖται καὶ πολὺ διὰ τὴν θεότητα ὅτι πάντα περιέχει καὶ συνέχει καὶ ἀνενδεές ἐστιν· ὃ διὰ τῶν ἐφεξῆς ἐδήλωσεν, εἰπὼν «ὡς φωνὴν Θεοῦ σαδδαί», ἤγουν «ὡς φωνὴν Θεοῦ ἱκανοῦ». Τοῦτο δὲ ἴσον ἔρχεται τῷ πολλῷ καὶ ἀνενδεεῖ. «Ἐν τῷ πορεύεσθαι τὰ ζῷα, φωνὴ τοῦ λόγου ὡς φωνὴ παρεμβολῆς καὶ ἐν τῷ ἑστάναι αὐτά, κατέπαυον αἱ πτέρυγες αὐτῶν.