Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Το ομοίωμα του θρόνου, η ανθρώπινη μορφή και η ολοκλήρωση του πρώτου οράματος

Η ερμηνεία της θείας προσταγής, της στάσης των ζώων, του σαπφείρου, του θρόνου και του ουράνιου τόξου ως εικονισμών της θείας δόξης και της σωτηριώδους οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 6 από 9

Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐν τῷ ἑστάναι αὐτὰ ἀνίεντο αἱ πτέρυγες αὐτῶν καὶ ὑπεράνω τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου καὶ ὁμοίωμα θρόνου ἐπ’ αὐτοῦ».

Ἡ δὲ πρὸς τὰ ζῷα φωνὴ τοῦ λόγου τοῦ σωτῆρος ᾐνίξατο τὴν φωνήν, ἣν ἀνερχόμενος πρὸς τὸν πατέρα τελευταίαν πρὸς τοὺς ἀποστόλους ἀφῆκεν, «πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει», ἥτις οὐ μόνον τότε αὐτοὺς ἐκίνησεν εἰς τὸν δρόμον ἐκεῖνον καὶ τὸν ἀγῶνα τὸν καλόν, ἀλλὰ καὶ συνειργάζετο τὸ εὐαγγέλιον καὶ ἐτελείου τὸν δρόμον, ἅπαξ μὲν ῥηθεῖσα ὑπὸ τοῦ Κυρίου, ἀεὶ δὲ ἐνεργοῦσα τῇ δυνάμει τοῦ φθεγξαμένου, καθάπερ ἡ «βλαστησάτω ἡ γῆ βοτάνην» καὶ «ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν» δημιουργικὴ καὶ τελεσιουργὸς τοῦ Θεοῦ φωνή. Ἔτι δὲ καὶ τὸ σωτήριον ὄνομα τοῦ Κυρίου, φωνὴ ἂν εἴη τοῦ Λόγου, ὃ διαπαντὸς ἐν τῷ κηρύγματι καὶ συνεχῶς ἀπὸ τῶν ἀποστόλων ἠκούετο, ἀεὶ τὸν Κύριον ἐπικαλουμένων. Καὶ γὰρ καὶ διδάσκουσι καὶ θαυματουργοῦσι καὶ τἄλλα πάντα ποιοῦσιν ὁ Χριστὸς ἐπὶ στόματος ἦν.

Τοῦτο τὸ ὄνομα βοῶντες, πολλῶν εἰς πεῖραν ἧκον ἀνιαρῶν, ἵνα πεισθῶσι μὴ λέγειν. «Παρήγγειλαν γὰρ αὐτοῖς», φησί, «μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ», οἱ δὲ πολλῷ μειζόνως ἐβόων. Καὶ ἦν αὐτοῖς τὸ ὄνομα τοῦ σωτῆρος ἴαμά τε τῶν τραυμάτων καὶ ἀντὶ πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν. Διὰ τοῦτό φησι «ἐν τῷ πορεύεσθαι αὐτά», ἐν τῷ δρόμῳ δηλαδὴ τοῦ εὐαγγελίου, ἤκουον φωνὴν τοῦ Λόγου. «Ὡς φωνὴ δὲ παρεμβολῆς»· μάλιστα μὲν ὅτι θαυμαστὴ καὶ οἰκεία τῇ τοῦ Λόγου μεγαλειότητι. Ἔπειτα καὶ ὅτι πάντα τὰ θεῖα αὐτὰ δι’ ἑαυτὰ φανότατα ὄντα, σκοτεινὰ ὅμως καὶ ἀδιάγνωστά ἐστι τοῖς ἀνθρώποις, ἅπερ καὶ ἄμφω συμβαίνει τῇ τοῦ ὄχλου φωνῇ. Καὶ γὰρ μεγάλη τέ ἐστιν ἡ αὐτὴ καὶ ἥκιστα γνώριμος διὰ τὸ μὴ σύμμετρον εἶναι τῇ ἀκοῇ, διὰ τὸ ποικίλον καὶ τὸ ἐκ διαφόρων φωνῶν συγκεῖσθαι. Ἐφαίνοντο δὲ ἱστάμενα πολλάκις τὰ ζῷα. Πρῶτον μὲν ἵνα φανῶσιν οὐ φύσεως ἀκαμάτου, ἀλλὰ ἀνθρώπων εἶναι δηλωτικά, ἔπειτα καὶ ἵνα τὸ στερρὸν καὶ ἀκίνητον τῶν λόγων φανῇ, ἔτι δὲ καὶ ἡ πρόθεσις καὶ ὁ τόνος τῶν ἀποστόλων. Οὐ γὰρ ἦσαν εὔκολοι οὐδὲ ἐσάλευσεν αὐτοὺς τὰ κύματα τῆς κακίας. Ἄλλωστε καὶ ὅτι τῇ κινήσει καὶ τὴν ἠρεμίαν ἐπακολουθεῖν ἔδει, ἵνα μὴ μάταιος ὁ δρόμος αὐτοῖς εἶναι δόξῃ, μὴ πρὸς τὸ τέλος ἀφικνουμένοις.

Οὐ γὰρ μάταιος ἦν ὁ δρόμος τοῖς ἀποστόλοις, οὐδὲ μάτην ἐκήρυττον, ἀλλ’ ὁ μακάριος Λουκᾶς τοὺς ἀεὶ πιστεύοντας εἰς τὸν Κύριον τόσους καὶ τόσους καταριθμεῖ. Ἔτι δὲ ἡ μὲν κίνησις τὴν πρόνοιαν τὴν πρὸς τοὺς ἀνθρώπους ἐμφαίνει τῶν ἀποστόλων, ἡ δὲ στάσις τὴν πρὸς Θεὸν αὐτῶν νεῦσιν καὶ τὴν ἀπὸ ταύτης πρὸς αὐτὸν ἀφομοίωσιν. Ἡ γὰρ στάσις εἰκόνα φέρει πρὸς τὴν ἀληθινὴν εἰρήνην καὶ τὸ κυρίως ἕν, τὸν Θεόν. «Καὶ ἐν τῷ ἑστάναι δὲ κατέπαυον αἱ πτέρυγες αὐτῶν» τοῦτο δείκνυσιν· ἀπὸ τῶν πτερύγων εἶναι τοῖς ζῴοις τὴν κίνησιν. Ἡ γὰρ δύναμις τοῖς ἀποστόλοις ἀπὸ μόνου τοῦ Πνεύματος τοῦ Ἁγίου· «οὐ γὰρ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης» ἐποιοῦντο τοὺς λόγους. Καὶ ἐν ταῖς Πράξεσι· «τί ἀτενίζετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ τοῦτο πεποιηκόσι;». Καὶ ὁ μακάριος Παῦλος, ἃ κατώρθωσεν ἐν τῷ κηρύγματι καταλέγων, ἐπήγαγεν· «οὐκ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί»· καὶ «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ». «Καὶ ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου». Ἰδὼν γὰρ πρῶτον ὡς λίθον κρύσταλλον, δεύτερον «ὡς ὅρασιν λίθου σαπφείρου» βλέπει. Ἀπὸ τῶν σαφεστέρων του Θεοῦ καὶ γνωριμωτέρων ἐπὶ τὰ βαθύτερα χωρῶν, ὃ νόμος γνώσεως ἀνθρωπίνης. «Καὶ ἐπ’ αὐτοῦ ὁμοίωμα θρόνου», ἐφ’ οὗπερ αὐτὸν ἐν εἰκόσιν ἑώρακε τὸν σωτῆρα. Ἔγγιον γὰρ τοῦ Θεοῦ γινόμεθα ὅταν τὴν ἀπόκρυφον αὐτοῦ γνῶσιν, καθόσον ἔξεστι, θεωρῶμεν.

Τὸ γὰρ ὑπὲρ τὴν ἀνθρωπίνην γνῶσιν τῷ Θεῷ μᾶλλον προσήκει. Καὶ διὰ τοῦτο ὁ μὲν σάπφειρος ἔγγιστα τοῦ θρόνου, ὁ δὲ κρύσταλλος πορρώτερον ἑωρᾶτο. «Καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω, εἶδον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτοῦ, ὡς ὅρασιν τόξου κύκλῳ, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν. Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου».

Τὸ δὲ «ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου» αὐτὸν ἐδήλωσε τὸν Κύριον, «ὃς ἐν ὁμοιώματι ἀνθρώπων ἐγένετο», καθήμενον, ὡς μακάριον καὶ μόνον δυνάστην καὶ ὡς ἀναπαυόμενον ἐν τοῖς ἁγίοις αὐτοῦ. Τὸ δὲ «εἶδος τοῦ ἠλέκτρου» τὸ ἀνθρώπινον αὐτοῦ, ὃ περὶ τὰς ἀρχὰς τῆς θεωρίας εἰπών, καὶ νῦν τελεώτερον καὶ σαφέστερον διηγεῖται. Τὸ γὰρ ἀνθρώπινον τοῦ σωτῆρος καὶ ἡ μετὰ τῶν ἀνθρώπων διατριβὴ λαμπρὰ μὲν καὶ ἡλιοειδὴς καὶ Θεῷ πρέπουσα μόνῳ, φοβερὸν δὲ οὐδὲν εἶχεν ἀλλὰ πάντα φιλάνθρωπα.

Τὸ γὰρ «πῦρ ἔσωθεν αὐτοῦ», τὸ φοβερὸν δηλαδὴ τῆς θεότητος, τοῦτο δὲ καὶ κύκλῳ λέγει θεάσασθαι, μάλιστα μὲν διὰ τὸ τοῦ κύκλου τὴν εἰκόνα Θεῷ πρέπουσαν εἶναι, ἔπειτα καὶ ἵνα τὰ δηλούμενα ὑπερφυᾶ εἶναι διδαχθῇ. Διὰ τοῦτο τὸ πῦρ, ὃ τὴν κατ’ εὐθεῖαν φέρεται φοράν, κύκλον γράφον ἑώρα, ἵνα μάθῃ μὴ τὰ φαινόμενα αὐτὰ δι’ ἑαυτὰ φαίνεσθαι, ἀλλὰ πρὸς ἄλλα βλέπειν καὶ ἄλλων εἰκόνας εἶναι καὶ τούτων ὑπερφυῶν. Τὸ μὲν οὖν «τοῦ ἠλέκτρου εἶδος ἀπὸ ὀσφύος» ἔβλεπε «καὶ ἕως ἐπάνω». Ἡ μὲν γὰρ πρώτη ἐπιφάνεια τοῦ σωτῆρος φιλάνθρωπος ἦν καὶ φοβερὸν οὐδὲν εἶχεν· «οὐ γὰρ ἦλθον, φησίν, ἵνα κρίνω τὸν κόσμον». «Τὸ δὲ εἶδος τοῦ πυρὸς ἀπὸ ὀσφύος καὶ ἕως κάτω», τὸ τελευταῖον δηλαδὴ μέρος. Ἡ γὰρ δευτέρα τοῦ Χριστοῦ παρουσία φοβερὰ καὶ ἀφανιστικὴ τῶν φαύλων καὶ διακριτικὴ τοῦ χείρονος καὶ τοῦ κρείττονος, ἐν ᾗ καὶ πῦρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖται. Καὶ ὁ μακάριος Παῦλος «φοβερὰ δέ τις, φησίν, ἐκδέχεται κρίσις, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους». «Καὶ τὸ φέγγος αὐτοῦ ὡς ὅρασις τόξου». Τῆς τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγῆς σημεῖον τὸ τόξον, καθὼς γέγραπται, «θήσω τὸ τόξον μου ἐν τῇ νεφέλῃ καὶ ἔσται σημεῖον τῆς διαθήκης μου» καὶ «οὐ μὴ προσθήσω ἀπολέσαι πᾶσαν τὴν γῆν».

Δείκνυσι τοίνυν τὸ περιορώμενον φέγγος τὸν σημαινόμενον παράκλητον ὑπὲρ ἡμῶν γενέσθαι πρὸς τὸν Θεὸν «καὶ εἰρηνοποιήσαντα τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς», «κατηλλάγημεν γὰρ τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ», καὶ ὅλως τὴν εἰρήνην καὶ τὴν καταλλαγὴν τὴν ἡμῶν πρὸς τὸν Θεὸν αὐτὸν εἶναι. Δύναται δὲ καὶ αὐτὸν τὸν σταυρὸν σημαίνειν τὸ τόξον, ὃς καὶ αὐτὸς σημεῖόν ἐστι τῆς καινῆς διαθήκης, λέγω δὲ τῆς τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγῆς, ἐπεὶ καὶ σημεῖον παρὰ τοῦ σωτῆρος καλεῖται· «ὄψονται γάρ, φησί, τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου», ὅς ἐστιν ἡ εἰρήνη ἡμῶν, τουτέστιν ὄψονται τὸ σημεῖον τῆς εἰρήνης· καὶ αὐτὸ γὰρ φανεῖται ἐν ἡμέρᾳ ὑετοῦ, τοῦ Κυρίου δηλαδή. Ὑετὸς γὰρ παρὰ τῆς Γραφῆς καλεῖται καὶ ἡμέρα Κυρίου. Ἡ τελευταία ἐκείνη «ἡμέρα τοῦ Κυρίου ἔρχεται ἡ μεγάλη καὶ ἐπιφανής», φησὶν ὁ προφήτης περὶ τῆς δευτέρας λέγων τοῦ Χριστοῦ παρουσίας. Ἄλλως τε καὶ δόξαν μέν τινα τοῦ Χριστοῦ βούλεται τὸ φέγγος ὑποφαίνειν, δόξα δὲ Χριστοῦ ὁ σταυρός, καθὼς ὁ Κύριος εἶπεν· «ὅταν δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου».

Ταῦτα ἰδὼν ἐπήγαγεν· «αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου», τουτέστιν εἰκών ἐστι τὰ ὁραθέντα τῆς τοῦ σωτῆρος οἰκονομίας. Δόξαν γὰρ ἰδίαν ὁ Κύριος καὶ αὐτὸν μὲν καλεῖ τὸν σταυρόν, καλεῖ δὲ καὶ τὴν ὅλην οἰκονομίαν. Πληρώσας γὰρ τὸ ὑπὲρ ἡμῶν ἅπαν ἔργον καὶ χωρῶν δὴ πρὸς τὸν πατέρα, πρὸς τοὺς ἀποστόλους ἔλεγε «νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου». Αὐτῷ πρέπει δόξα αἰώνιος.

Ἀμήν!