Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Το όραμα των ξηρών οστών: Εισαγωγή και συμβολισμός της ανθρώπινης νέκρωσης

Η εισαγωγή στο δεύτερο όραμα, η σημασία των δικαίων της Παλαιάς Διαθήκης ως τύπων του Σωτήρος, η πεδιάδα και η πνευματική κατάσταση της νεκρωθείσας ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 7 από 9

Σημασία εἰς τὴν ὅρασιν τοῦ προφήτου Ἰεζεκιήλ, ἐν ᾗ τὰ ὀστᾶ τὰ ξηρὰ τῶν ἀνθρώπων τὸ πρότερον ἀπολαμβάνουσιν εἶδος. Τὴν τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους ἐπιδημίαν ἐξεδέχοντο μὲν οἱ προφῆται καὶ ἰδεῖν ἐπεθύμουν, ἐπεὶ δὲ οὐκ ἐνῆν, (οὐ γὰρ ἦσαν ἐπὶ τῶν καιρῶν ἐκείνων, ἐν οἷς ἔδει παρεῖναι τὸν εὐεργέτην) συμβόλοις τισὶν ἑώρων τὸ μέλλον καὶ συνῆσαν ταῖς εἰκόσι τῶν ποθουμένων καὶ ἔχαιρον τοῖς τύποις, κατὰ τοὺς θερμοὺς τῶν ἐραστῶν, τῶν πραγμάτων ἀποτυχόντες. Καὶ ἦν αὐτοῖς τοῦτο παρὰ τοῦ Πνεύματος τοῦ πόθου παραμυθία. Τούτου δὴ τοῦ χοροῦ τῶν μακαρίων καὶ Ἰεζεκιὴλ ἦν καὶ ἐμυήθη τὴν μέλλουσαν σωτηρίαν καὶ εἶδεν, οἷς ἐξῆν τὰ μήπω παρόντα, καὶ ὃ περὶ τοῦ Ἀβραὰμ ὁ Κύριος εἶπεν, «ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν καὶ εἶδε καὶ ἐχάρη», τοῦτο καὶ ἐκείνῳ συνέβῃ. Καὶ τὸ μεῖζον ὅτι ἐν ταῖς θεωρίαις ἑαυτὸν εἰκόνα τοῦ σωτῆρος ἑώρα καὶ τῶν μὲν σωθησομένων ἀνθρώπων ὀστᾶ ξηρά, νεῦρα καὶ σάρκας περιβαλλόμενα παρὰ δόξαν, ἑαυτὸν δὲ τοῦ σεσωκότος τὰ ὀστᾶ συνάγοντα καὶ συνδοῦντα καὶ ψυχὴν ἐμπνέοντα καὶ πάντα ποιοῦντα, δι’ ὧν ἡ τῶν ἀνθρώπων ἀνάστασις ἐδηλοῦτο.

Καὶ μὴν καὶ υἱὸς ἀνθρώπου καλούμενος, ὃ τῷ σωτῆρι μόνῳ προσήκει (μόνος γὰρ ἐκεῖνος ἑνὸς ἀνθρώπου υἱός), καὶ διὰ τοῦτο αὐτὸς μὲν ἑαυτὸν συνεχῶς ἀπὸ ταύτης καλεῖ τῆς ἐπωνυμίας, τοῖς δὲ Ἰουδαίοις τοὔνομα καινὸν ἐδόκει καὶ ἔλεγον «τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;». Τοῦτο δὲ καὶ ἄλλοις τισὶ τῶν μακαρίων συνέβη καὶ οἷς ἐποίουν καὶ οἷς ἔπασχον αὐτοὶ τὴν τοῦ δεσπότου συγκατάβασιν καὶ τὴν ὑπὲρ τοῦ γένους ἔγραψαν πολιτείαν, καθάπερ Ἰσαὰκ καὶ Ἰωσήφ, ὁ μὲν σῴζων τοὺς βασκήναντας ἀδελφοὺς καὶ ἀποδομένους, ὁ δὲ ὡς θυσία προσαγόμενος τῷ Θεῷ καὶ ζῶν μετὰ τοῦτο καὶ «πατέρα πολλῶν ἐθνῶν» δι’ ἑαυτοῦ ποιῶν τὸν πατέρα, καθάπερ ὁ Κύριος τὸν ἑαυτοῦ τῶν διὰ πίστεως σωζομένων.

Καὶ ἄλλοι δὲ τῶν παλαιῶν ἐκείνων ἁγίων ἠξιώθησαν τύποι γενέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, μεθ’ ὧν καὶ ὁ μακάριος οὗτος προφήτης, οὐ δι’ ὧν ἐποίησεν ἢ πέπονθεν ἐν τῷ βίῳ τὸν σωτῆρα μηνύσας, ἀλλ’ ἐν ταῖς θεωρίαις ἐκεῖνα ποιῶν καὶ λέγων, ἃ τῶν σωτηρίων ἔργων καὶ τῶν παθῶν ἐκείνων ἦσαν εἰκόνες. Ἄμεινον δ’ ἂν εἴη τὴν θεωρίαν ἄνωθεν ἀναγνῶναι, καθ’ ἣν τὰ ὀστᾶ τὰ ξηρὰ τῶν ἀνθρώπων τὸ πρότερον ἀπολαμβάνουσιν εἶδος. Γένοιτο γὰρ ἂν καὶ ἡμῖν εὐφροσύνη, καθάπερ τοῖς μακαρίοις ἐκείνοις, τὰς εἰκόνας θεωμένοις τῆς ὑπὲρ ἡμῶν τοῦ σωτῆρος οἰκονομίας. «Ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου». Χεῖρα Κυρίου τὴν δύναμιν τὴν ἐνυπόστατον τοῦ πατρός, αὐτὸν τὸν Κύριον ὀνομάζει. Καὶ ὁ μακάριος δὲ Δαβὶδ «βραχίονα τοῦ Θεοῦ» καλεῖ. Καὶ φησίν· «ὅπως ἂν ἀναγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ». Τοῦτον δὲ ἐπ’ αὐτόν φησι γενέσθαι, τουτέστι λαβεῖν ἀρχήν, μονονοὺ λέγων, ὁ ὢν ἐγένετο διὰ τὴν ἐμὴν σωτηρίαν. Τέλος γὰρ τῆς αὐτοῦ οἰκονομίας ἡ ἐμὴ σωτηρία. «

Καὶ ἐξήγαγέ με», ὡσανεὶ ἔλεγεν, ἐξέστησέ με, ἠλλοίωσέ με· ἢ διὰ τὸ ὑπερβάλλον τῆς εὐφροσύνης ὅτι τὴν μέλλουσαν σωτηρίαν τοῦ γένους ὡς ἤδη παροῦσαν ἑώρα, ἢ τῷ μεγέθει τοῦ πράγματος ἐκπλαγέντα ἢ τῷ τύπῳ τοῦ μυστηρίου μακάριόν τι πάθος παθόντα καὶ ὑπὲρ ἑαυτὸν γενόμενον, ἅπερ ἐδήλωσεν, ἐπαγαγὼν τῷ «ἐξήγαγέ με» τὸ «ἐν πνεύματι Κυρίου», τὴν πνευματικὴν ἀλλοίωσιν ἠλλοίωσέ με. Τοιαύτη γὰρ ἡ «ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου». «Καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστῶν ἀνθρώπων». Τῷ μὲν οὖν εἰπεῖν «ἐγένετο ἐπ’ ἐμὲ γὰρ χεὶρ Κυρίου» ἐδήλωσεν ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἀρχὴν λήψεται διὰ τὴν ἐμὴν σωτηρίαν, τὸ δὲ διὰ τίνων ἀναστήσει τὸ γένος, καὶ ὡς παρὰ πᾶσαν ἐλπίδα, διὰ τῶν ἑξῆς ὑποφαίνει. Τὸ δὲ εἰπεῖν «ἐξήγαγέ με καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου» δείκνυσιν ἃ παθών, τὸ μυστήριον ἐμυήθη. «Ἐξήγαγέ με γάρ, φησί, ἐμαυτοῦ καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου». Τοῦτο γάρ ἐστιν ἐκεῖνο, ὅπερ ὁ μακάριος εὔχεται Δαβίδ, «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ». Ἔθηκέ με ἐν γῇ εὐθείᾳ, «ἐν πνεύματι Κυρίου», ἡ δεξιὰ τοῦ ὑψίστου. Τὸ γὰρ ‘πεδίον’, γῆ εὐθεῖα.

Γῆ δὲ εὐθεῖα, ἡ ἀγαθὴ ἂν εἴη καρδία, ἥτις καὶ γῆ ἀγαθὴ παρὰ τοῦ Κυρίου καλεῖται, ἐφ’ ἣν οὐ μάτην ὁ τῆς διδασκαλίας ἔπεσε σπόρος, ἧς τὸ πρόσωπον ἅπαν ὁ τῆς δικαιοσύνης ἥλιος καταλάμπει, μηδενὸς ἐπιπροσθοῦντος πονηροῦ πάθους, ὅθεν ἡ σκιὰ τοῦ θανάτου, καὶ ἢ κατασπῶντος καὶ ταπεινοῦντος τὴν πονηρὰν ταπείνωσιν, «καθ’ ἥν, φησίν, ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ», ἢ καλῶς κουφίζοντος, κατὰ τὸ γεγραμμένον, «οὐχ ὑψώθη ἡ καρδία μου». Τὸ γὰρ ἀνώμαλον τοῦτο, τὸ σκότος ἐν ταῖς καρδίαις εἰσάγει, τὴν δὲ ὁμαλὴν καὶ εὐθεῖαν καρδίαν οὐδὲν κωλύει φωτεινὴν ἅπασαν εἶναι, τοῦ ἡλίου τῆς δικαιοσύνης εἰς αὐτὴν ὁρῶντος. «Θεὸς γάρ, φησίν, εἰς τὴν καρδίαν ὁρᾷ», τὴν ἀγαθὴν δηλονότι. «Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους». Οὗ χάριν καὶ δικαιοσύνης ἥλιος ὁ Κύριος, οἶμαι, καλεῖται, διότι ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν. Ἡ γὰρ εὐθύτης εἰς ἴσον ἔρχεται τῇ δικαιοσύνῃ. Καὶ γὰρ Σολομὼν «βλέπε, φησί, λεῖα, ἵνα δικαιωθῇς», ἀντὶ τοῦ δίκαιος ἔσο. Ἐν ἰσότητι γὰρ καὶ εὐθύτητι ὁ τῆς δικαιοσύνης ἵσταται λόγος. «Ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου». «Καρδίαν καθαρὰν ἔκτισεν ἐν ἐμοὶ» καὶ ἐν αὐτῇ τὸ μέλλον ὑπέδειξεν.

Οἱ γὰρ θείας ἄξιοι θεωρίας, ἐν ἑαυτοῖς γενόμενοι καὶ τῇ κεκαθαρμένῃ καρδίᾳ, καθάπερ ἐν κατόπτρῳ καθαρῷ, τὰς εἰκόνας ἐν αὐτῇ τῶν μελλόντων ὁρῶσι. «Καὶ τοῦτο ἦν μεστὸν ὀστῶν ἀνθρώπων. Καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ πρόσωπον τοῦ πεδίου καὶ ἰδοὺ ξηρὰ σφόδρα». Τὰ δὲ ὀστᾶ τὰ ξηρὰ τῶν ἀνθρώπων τὴν ἀνθρωπείαν ᾐνίξατο φύσιν. ‘Πολλὰ’ μὲν ὅτι διῃρέθημεν Θεοῦ καὶ ἀλλήλων καὶ ἡμῶν αὐτῶν, τῆς ὄντως εἰρήνης καὶ τοῦ ἑνὸς ἀποπεσόντες καὶ πρὸς τὴν πολύμορφον κακίαν κατολισθήσαντες· νεκροὶ δὲ ἐγενόμεθα καὶ ξηροί, τὸ ζῶν ἀπολέσαντες ὕδωρ.

Καὶ ἵνα δείξῃ μηδὲ ἴχνος ἐν ἡμῖν τῆς προτέρας καταλειφθῆναι ζωῆς, καὶ οὕτω δὲ ἔχοντας ἔσωσεν, οὐκ ἄγγελον πέμψας οὐκ ἄνθρωπον, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν. Καὶ τοῦτο ἐδήλωσεν ἐπαγαγών· «καὶ περιήγαγέ με ἐπ’ αὐτὰ κυκλόθεν κύκλῳ». Καὶ γὰρ ἡ μὲν ἐπ’ αὐτὰ κίνησις, τὴν περὶ αὐτὰ πρόνοιαν αἰνίττεται τοῦ Θεοῦ. Πρόοδος γὰρ ἡ θεία πρόνοια παρὰ τῶν θεολόγων καλεῖται. «Καὶ ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου», φησὶν Ἀββακούμ, «τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας», κίνησίν τινα τὴν πρόνοιαν τὴν περὶ ἡμᾶς τοῦ Θεοῦ καὶ αὐτὸς ὀνομάζων.

Ἡ δὲ κυκλικὴ περιαγωγή, τὸ ἄναρχον τοῦ κινουμένου καὶ ἀτελεύτητον αἰνιττομένη, ἐκεῖνο σημαίνει, τὸν Θεὸν αὐτὸν ἀμέσως εἰς ἡμᾶς φιλανθρώπως ἐληλυθότα δι’ ἑαυτοῦ πρὸς τὴν προτέραν ἐπανενέγκαι ζωήν, ὥστε εἰκάσαι τὰ μὲν ὀστᾶ τῇ ῥύσει τῶν ἀνθρώπων, τὴν δὲ περὶ τὰ ὀστᾶ περιαγωγὴν τὴν συγκατάβασιν τοῦ Κυρίου, τῷ σωτῆρι δὲ τὸν προφήτην. «Περιήγαγέ με» δέ φησι καὶ οὐ περιῆλθον· ἐκεῖνο σημαίνων ὅτι ὁ τὸ γένος ἀναστήσων παθητῷ τινι φαρμάκῳ τὴν σωτηρίαν ἐργάσεται πᾶσαν. Ἡ γὰρ ἐμὴ σωτηρία ἐν τῇ σαρκὶ τοῦ σωτῆρος, ἥτις, εἰ καὶ πάσης ἀπήλλακτο πονηρίας, ὅτι «ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ», ἀλλ’ οἵα τε ἦν καὶ παθεῖν καὶ ὀδυνηθῆναι καὶ οὐ δι’ ὧν ἐνήργησε μᾶλλον ἢ δι’ ὧν ἐγένετο καὶ ἔπαθεν ἔσωσέ με. Καὶ γὰρ σταυρούμενος ἔλυσέ με καὶ ἀποθνῄσκων ἐζώωσέ με καὶ θαπτόμενος αὐτὸν ἤνοιξέ μοι τὸν οὐρανόν. Καὶ μετὰ τὴν περιαγωγήν, ἥτις τὴν σάρκωσιν ἐδήλωσε τοῦ Θεοῦ, «τὰ ὀστᾶ πολλὰ καὶ ξηρὰ σφόδρα». Καὶ σαρκωθέντος γὰρ τοῦ Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων ἔτι τῇ τῶν δαιμόνων ἐδούλευε τυραννίδι. Μετὰ γὰρ τὸν σταυρὸν καὶ τὸν θάνατον ἡ παντελὴς τῶν ἀνθρώπων ἐλευθερία. «Καὶ εἶπε Κύριος πρός με. Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα;». Τοῦτο δείκνυσιν, τῶν ἀνθρώπων εἰς ἔσχατον ἀπωλείας ἐληλυθόντων, πόρρω πάσης ἐλπίδος τὴν σωτηρίαν εἶναι. «Εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα, υἱὲ ἀνθρώπου;»

εἰ χρηστάς ἐστι λαβεῖν ἐλπίδας περὶ τῶν οὕτω διατεθέντων; Ὁ δὲ παρὰ ἀνθρώποις ἄπορον καὶ ἀμήχανον εἶναι τὸ πρᾶγμα σημαίνων, «Κύριε, Κύριε», φησίν, ὅπερ ἐκπληττομένου ἦν, «σὺ ἐπίστασαι ταῦτα»· σὺ γινώσκεις μόνος δι’ ὧν οὗτοι ζήσονται καὶ τὴν προτέραν ἀπολήψονται πολιτείαν. «Αὐτὸς γάρ μοι εἶπεν», (ὁ σωτήρ φησι περὶ τοῦ πατρός), «τί εἴπω καὶ τί λαλήσω», καὶ «ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με». Διὰ τοῦτό φησιν ὁ μακάριος οὗτος τὴν τοῦ Κυρίου φέρων εἰκόνα, «Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα». Τίνα δὲ ταῦτα; τὸ σαρκωθέντα τὸν τοῦ Θεοῦ Λόγον ἀναδειχθῆναι καὶ ἀποθανεῖν.