Καὶ ἵνα δείξῃ διψῶν τὴν σωτηρίαν τὴν ἡμετέραν, τὴν ἐπαγγελίαν τὴν περὶ τοῦ πνεύματος ἐπισπεύδει. «Προφήτευσον ἐπὶ τὸ πνεῦμα, λέγων, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέτω πνεῦμα, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους καὶ ζησάτωσαν». Ἐπεὶ γὰρ ὁ υἱὸς παρὰ μὲν τοῦ πατρὸς ἀποστέλλεται εἰς τὸν κόσμον, τὸ Πνεῦμα δὲ αὐτὸς ἀποστέλλει, (καὶ γὰρ «παρὰ τοῦ πατρὸς ἐξῆλθον καὶ ἐλήλυθα εἰς τὸν κόσμον», καὶ «ὁ πατὴρ ἀπέσταλκέ με», «τὸν δὲ παράκλητον ἐγώ, φησί, πέμψω ὑμῖν παρὰ τοῦ πατρός»), διὰ τοῦτο τὴν εἰκόνα φέρων τοῦ σωτῆρος ὁ μακάριος οὗτος προφήτης «περιήγαγέ με», φησί, «καὶ εἶπε πρός με», «καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι». ἃ τὴν ἀποστολὴν ἐδήλωσε τὴν ἐκ τοῦ πατρός. Εἶτα πρὸς τὸ Πνεῦμα διαλέγεται· «εἰπὸν γάρ, φησί, τῷ πνεύματι. Καὶ ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέτω πνεῦμα», δι’ ὧν τὴν τοῦ Πνεύματος ἀποστολὴν ἔδειξε, καθ’ ἣν ἀπὸ τοῦ υἱοῦ πέμπεται εἰς τὸν κόσμον. Διὰ τοῦτο «ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέτω πνεῦμα» φησί· τουτέστι πανταχόθεν, ἵνα δείξῃ τὸ Πνεῦμα, ὅπερ αἰνίττεται, πανταχοῦ παρεῖναι καὶ Θεὸν εἶναι. Τὸ γὰρ πανταχόθεν ἐρχόμενον, πανταχοῦ πάρεστι. Ἵνα γὰρ μὴ τὸ ‘ἐλθέτω’ περιγραφήν τινα περιθήσῃ, τῷ «ἐλθέτω» προσέθηκε τὸ «πανταχόθεν». Τοῦτο γάρ ἐστι τὸ «ἐκ τῶν τεσσάρων πνευμάτων». «