Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ ὅραμα τοῦ Ἰεζεκιήλ

Νικόλαος Καβάσιλας

Η αναδημιουργία του ανθρώπου: Ο προφητικός λόγος και η έλευση του Παρακλήτου

Ο παραλληλισμός του σεισμού, της συνένωσης των οστών και της κάλυψής τους με σάρκα και δέρμα προς τα θεμέλια της πίστεως και το μυστήριο της αναγέννησης διά του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 8 από 9

Ταῦτα γὰρ διὰ τῶν ἐπαγομένων δηλοῦται· «Υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρὰ ἀκούσατε λόγον Κυρίου». Δέξασθε τὸν λόγον τοῦ Θεοῦ καὶ γὰρ ἐλαλήθη. Τοῦ γὰρ κρυφίου προῆλθεν καὶ τῇ αἰσθήσει γέγονε συνετός, καθάπερ συλλαβὰς καὶ φωνὰς τὴν σάρκα περιβαλλόμενος. «Ἀκούσατε λόγον Κυρίου». Λελάληκε γὰρ ὁ Κύριος. Τὸν γὰρ οἰκεῖον ἐφανέρωσε Λόγον καὶ αἰσθητὸν ἐποίησε. Δέξασθε τὴν ζωὴν οἱ νεκροί, τὸν ὑετὸν οἱ ξηροί, τὴν εἰρήνην οἱ διῃρημένοι. «Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου».

Ταῦτα τὴν ἀνάδειξιν ἐδήλωσε τοῦ σωτῆρος, τὰ δὲ ἑξῆς τὴν διδασκαλίαν. Ἐπάγει γάρ· «τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις. Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς», «Τὰ γὰρ ῥήματα ἃ ἐγὼ λαλῶ, πνεῦμά εἰσι καὶ ζωή εἰσιν». Οἷς δὴ λόγοις τοὺς πειθομένους ἐπὶ τὴν προτέραν ἐπανάξω ζωὴν διὰ σταυροῦ καὶ θανάτου. Καὶ τοῦτο δηλῶν, πρὶν ἢ τὰ ὀστᾶ συνελθεῖν καὶ ζῆσαι, τὸν σταυρὸν αἰνίττεται καὶ τὸν θάνατον. «Φωνὴ» γὰρ φησί, «καὶ σεισμός», καὶ τὰ ὀστᾶ τὸ πρότερον ἀπέλαβον εἶδος. Τὸν σεισμὸν ἐκεῖνον γράφων τὸν ἐπὶ τοῦ σταυροῦ καὶ τὴν φωνὴν τοῦ Κυρίου τὴν μεγάλη, ἥτις τὴν ἔρημον συνέσεισε, λέγω δὴ τὸν ᾅδην, κατὰ τὸ γεγραμμένον, «φωνὴ Κυρίου συσσείοντος ἔρημον». Ταύτην μηνύων τὴν φωνὴν ὁ μακάριος Δαβὶδ ἔλεγε· «Θεὸς θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν». Ἐκείνη γὰρ τὴν τῶν πιστῶν συνήγαγεν ἐκκλησίαν. Καὶ γὰρ τὸν θάνατον ἐκάλεσεν ἐπὶ τὸ ἀναμάρτητον ἐκεῖνο σῶμα, ὁ δὲ θάνατος ἐκεῖνος τὸν ᾅδην ἔκλεισε, τὸν οὐρανὸν ἤνοιξε, τῶν ἐν οὐρανοῖς ἀγαθῶν αἴτιος ἐγένετο τοῖς ἀνθρώποις.

Ἐκείνη γὰρ ἦν ἡ μεγάλη φωνή, τὸ «πάτερ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου». Διὰ τοῦτο προφητεύσας τὴν τῶν ὀστῶν ἀνάπλασιν, ἐπάγει· «Καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ὀστέον πρὸς τὴν ἁρμονίαν αὐτοῦ». Καὶ τοῦτο τῆς ὑπερφυοῦς δυνάμεως τοῦ σωτῆρος διὰ τῶν ἐναντίων τὰ ἐνάντια περαίνειν. Καὶ ὁ σεισμὸς οὐ συνέχεεν, ἀλλὰ τὰ διῃρημένα συνῆγε, καθάπερ καὶ ἡ μάχαιρα εἰρήνην εἰσήγαγεν εἰς τὸν κόσμον, καὶ τὸ πῦρ οὐκ ἔφθειρεν ἀλλ’ ἔσωσεν, «ὃ βαλεῖν ἐπὶ τῆς γῆς» ὁ Κύριος ἦλθεν. «Ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ὀστέον πρὸς τὴν ἁρμονίαν αὐτοῦ». Μετὰ γὰρ τὸ εὐαγγελίσασθαι τὴν βασιλείαν καὶ κηρῦξαι τὴν σωτηρίαν, ἣν ἧκε φέρων, ἐπὶ τὸν σταυρὸν ἀναβαίνει καὶ ἀποθνῄσκει, καὶ ἀποθανών, ἃ ἐπηγγείλατο καὶ προεφήτευσεν εἰς ἔργον ἐξῆγε· καὶ ὑψωθεὶς πρὸς ἑαυτὸν εἵλκυσε τοὺς ἀνθρώπους καὶ συνῆψεν ἑαυτῷ πάντας καὶ γέγονεν ἡμῖν, ὅπερ μέλεσι κεφαλή. Καὶ γὰρ διὰ τοῦ βαπτίσματος μὲν συνθαπτόμεθα τῷ σωτῆρι· τοῦτον γὰρ ἐνδυόμεθα βαπτιζόμενοι. Τὸ βάπτισμα δὲ ὁ θάνατος εἰσήγαγεν· «εἰς τὸν θάνατον γὰρ αὐτοῦ ἐβαπτίσθημεν».

Βαπτισθῆναι δὲ οὐκ ἐνῆν μὴ πρότερον ἠγαπηκότα τὴν ἐπιφάνειαν τοῦ σωτῆρος καὶ αὐτὸ τὸ βάπτισμα. Καὶ μὴν οὐδὲ ἀγαπῆσαι τὸ βάπτισμα δυνατὸν μὴ πρότερον πιστεύσαντα διὰ τούτου τὴν σωτηρίαν ἐληλυθέναι. Ταῦτα δὲ ᾐνίξατο διὰ τῶν νεύρων καὶ τῶν σαρκῶν καὶ τοῦ δέρματος· τὴν μὲν πίστιν διὰ τῶν νεύρων, διὰ δὲ τῶν σαρκῶν τὴν ἀγάπην, διὰ δὲ τοῦ δέρματος τὸ βάπτισμα. Καὶ γὰρ ἡ μὲν πίστις στοιχειώδης ἐστὶ καὶ στερρὰ λέγεται καὶ διὰ τοῦτο πέτραν ὁ Κύριος ἐκάλεσεν καὶ θεμέλιον, τῆς πίστεως ἕνεκα, τὸν μακάριον Πέτρον. «Σὺ γὰρ εἶ, φησί, Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν». Αὕτη γὰρ πρώτη συνέχει τὴν ἡμετέραν ἐν τῷ Κυρίῳ ζωήν. Τῇ δὲ ἀγάπῃ καὶ τὸ θερμὸν ἀποδίδοται καὶ τὸ ἱλαρόν· τὸ μὲν διὰ τὴν συμπάθειαν, τὸ δὲ διὰ τὴν κίνησιν.

Ἀρχὴ γὰρ ἔργου παντὸς καὶ πράξεως ἡ ἀγάπη. Τὸ δὲ βάπτισμα συνέχει καὶ συντηρεῖ τὴν πίστιν καὶ τὴν ἀγάπην· σφραγὶς γάρ ἐστι καὶ ἔνδυμα ἀφθαρσίας, ἀδιαίρετον ἡμῶν καθάπερ τὸ δέρμα. Διὰ ταῦτα τὸ μὲν δέρμα τὸ βάπτισμα, τὴν δὲ ἀγάπην αἱ σάρκες, τὰ νεῦρα δὲ τὴν πίστιν ἐδήλωσε, δι’ ὧν ἀνεπλάσθημεν καὶ ἐν οἷς ἡ σωτηρία ἡ ἡμετέρα.

Ἐπεὶ καὶ ὁ σωτὴρ οὐ τὸν θάνατον μόνον εὐηγγελίσατο τὸν ἑαυτοῦ, ἐν ᾧ ἡ πίστις ᾠκοδομήθη καὶ τὸ βάπτισμα, ἀλλὰ καὶ τὴν τοῦ Πνεύματος κάθοδον, ἧς χωρίς, ἀτελὴς ἡ τῶν ἀνθρώπων ἐν τῷ Χριστῷ ζωή· διὰ τοῦτο μετὰ μὲν τὸ δέρμα καὶ τὰ νεῦρα καὶ τὰς σάρκας, «δώσω, φησί, τὸ πνεῦμά μου καὶ ζήσεσθε». Ἐπεὶ δὲ τὰ νεῦρα ἐνεφύη καὶ αἱ σάρκες συνέστησαν καὶ ἐξετάθη τὸ δέρμα, φησίν, οὔπω ἔζησαν, ὅτι «πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς», καὶ διὰ τοῦτο ἐπάγει· «Καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου». Καὶ γὰρ περὶ τοῦ πνεύματος καὶ μετὰ τὸν θάνατον ὁ σωτὴρ καὶ πρὸ τοῦ θανάτου τοῖς ἀποστόλοις διηλέχθη καὶ ὑπέσχετο πέμψειν, ἐπανελθὼν εἰς τὸν πατέρα. Καὶ διὰ τοῦτο δὶς φησί, «προφήτευσον ἐπὶ τὸ πνεῦμα».

Καὶ ἵνα δείξῃ διψῶν τὴν σωτηρίαν τὴν ἡμετέραν, τὴν ἐπαγγελίαν τὴν περὶ τοῦ πνεύματος ἐπισπεύδει. «Προφήτευσον ἐπὶ τὸ πνεῦμα, λέγων, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέτω πνεῦμα, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους καὶ ζησάτωσαν». Ἐπεὶ γὰρ ὁ υἱὸς παρὰ μὲν τοῦ πατρὸς ἀποστέλλεται εἰς τὸν κόσμον, τὸ Πνεῦμα δὲ αὐτὸς ἀποστέλλει, (καὶ γὰρ «παρὰ τοῦ πατρὸς ἐξῆλθον καὶ ἐλήλυθα εἰς τὸν κόσμον», καὶ «ὁ πατὴρ ἀπέσταλκέ με», «τὸν δὲ παράκλητον ἐγώ, φησί, πέμψω ὑμῖν παρὰ τοῦ πατρός»), διὰ τοῦτο τὴν εἰκόνα φέρων τοῦ σωτῆρος ὁ μακάριος οὗτος προφήτης «περιήγαγέ με», φησί, «καὶ εἶπε πρός με», «καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι». ἃ τὴν ἀποστολὴν ἐδήλωσε τὴν ἐκ τοῦ πατρός. Εἶτα πρὸς τὸ Πνεῦμα διαλέγεται· «εἰπὸν γάρ, φησί, τῷ πνεύματι. Καὶ ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέτω πνεῦμα», δι’ ὧν τὴν τοῦ Πνεύματος ἀποστολὴν ἔδειξε, καθ’ ἣν ἀπὸ τοῦ υἱοῦ πέμπεται εἰς τὸν κόσμον. Διὰ τοῦτο «ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέτω πνεῦμα» φησί· τουτέστι πανταχόθεν, ἵνα δείξῃ τὸ Πνεῦμα, ὅπερ αἰνίττεται, πανταχοῦ παρεῖναι καὶ Θεὸν εἶναι. Τὸ γὰρ πανταχόθεν ἐρχόμενον, πανταχοῦ πάρεστι. Ἵνα γὰρ μὴ τὸ ‘ἐλθέτω’ περιγραφήν τινα περιθήσῃ, τῷ «ἐλθέτω» προσέθηκε τὸ «πανταχόθεν». Τοῦτο γάρ ἐστι τὸ «ἐκ τῶν τεσσάρων πνευμάτων». «