Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ (Νόθος)

Νικόλαος Καβάσιλας

Το εκούσιο Πάθος και η λυτρωτική υποκατάσταση

Η εκούσια ανάληψη των συνεπειών της αμαρτίας του Αδάμ από τον Χριστό, η φανέρωση της θείας αγάπης μέσα από τον σταυρικό θάνατο και η προτύπωση του Πάθους μέσω της θλίψης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 6

Καθάπερ δὲ τῷ βίῳ τὴν ἡμετέραν ἧτταν ἀνακαλεῖται καὶ ἀποθνῄσκων ὑπὲρ ἡμῶν θύεται, οὕτω καὶ τὰς ἡμῖν ὀφειλομένας ἐνταῦθα δίδωσι δίκας καὶ μόνος ὑπὲρ τῶν ἀνθρώπων ἀπολογεῖται καὶ δίδωσι μὲν ἑαυτῷ τοὺς πόνους, ἡμῖν δὲ τὴν ἐκεῖθεν συγγνώμην. Καὶ τῶν μὲν ἀγώνων οὐ λαμβάνει κοινωνοὺς καὶ τὰς ὀδύνας δέχεται μόνος, τῆς χαρᾶς δὲ ποιεῖται μερίτας· καὶ ὁ μὲν ὑπέχει δίκας ἁμαρτημάτων, ὧν οὐκ ἐτόλμησεν, ἡμεῖς δὲ λυόμεθα πόνων, οὓς οὐκ ἠνέγκαμεν, καὶ τῶν μὲν ἡμετέρων κακῶν ὁ πόνος εἰς ἐκεῖνον ἔρχεται, τῶν δ’ ἐκείνου πόνων τὸ κέρδος εἰς ἡμᾶς διαβαίνει. Καὶ ἵνα τοῖς τῆς φύσεως ἐγκλήμασιν, ἣν ὑπὲρ ἡμῶν ὑπέμεινε δίκην, οἰκείως ἔχῃ, καὶ καταλλήλως αὐτὴν τοῦ Ἀδὰμ ἐγκαλεῖται τὴν ἁμαρτίαν καὶ ταύτην συκοφαντούμενος ἤνεγκε τὴν γραφήν, ἧς ἐκεῖνος ἀληθῶς ὑπεύθυνος ἦν.

Ὁ μὲν γὰρ ἑαυτοῦ μείζω φρονήσας ἐπ’ ἐκεῖνα προήχθη, δι’ ὧν ᾠήθη συλῆσαι τὴν ἰσοθεΐαν δυνατὸς εἶναι, τὸν δὲ Χριστὸν οὐδὲν ἀλλότριον ἁρπάσαντα, ἀλλὰ τὴν φύσιν αὐτὴν καὶ τὴν ἀξίαν ὁμολογοῦντα «οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο, φησί, τὸ εἶναι ἴσα Θεῷ», βλασφημίας ἐγράψαντο καὶ ἀλαζονείας οἱ συκοφάνται καὶ τὴν καλὴν ὁμολογίαν ἀτιμίᾳ καὶ πληγαῖς ἠμείψαντο. Καὶ ὡς ἀλαζὼν ἀπέθνῃσκεν, οὗ τῶν ὄντων οὐδὲν ἄξιον. Καὶ οὕτω συκοφαντούμενος φέρει καὶ τὴν τῶν προγόνων δέχεται μέμψιν καὶ τὰς κατηγορίας οἰκειοῦται τοῦ γένους, ἄνθρωπος ὤν, ἵνα δεξάμενος τὸ τίμημα τῶν ἐκείνοις ἡμαρτημένων λῦσαι δυνηθῇ, τῶν ἐγκλημάτων αὐτὸς ἀνεύθυνος ὤν. Καί, καθάπερ ὁ Παῦλος, ὧν ἂν ὁ Χριστὸς ἠνέσχετο τῶν αὐτῷ πολεμούντων, εἰ τουτονὶ περιῆν ἔτι τὸν βίον αὐτὸς ἐπὶ τοῦ σώματος ἐνεγκών, «ἀνταναπληρῶ τὰ ὑστερήματα τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου», φησίν, ὡς δὲ καὶ αὐτὸς τὰς ὀφειλομένας τοῖς δούλοις ἀναδέχεται δίκας. Καὶ ᾗ φησιν Ἠσαΐας «περὶ ἡμῶν ὀδυνᾶται», πλὴν ὅσον ὁ μὲν ἀνεπλήρου τὸ λεῖπον, ὁ Χριστὸς δὲ τὸ πᾶν εἰσήνεγκε μόνος. Οὐ γὰρ ἦν παρ’ ἡμῖν οὐδέν, ᾧ τὰ παρ’ ἑαυτοῦ προσέθηκεν ἄν, οὐδὲ τὸ μὲν ἀποδεδώκαμεν, τὸ δ’ ὠφείλομεν, ἀλλὰ τοῦ παντὸς ἐδέομεν.

Διὰ τοῦτο προδίδοται τοῖς φονευταῖς καὶ ἕλκεται καὶ κρίνει Πιλᾶτος «ᾧ τὴν κρίσιν πᾶσαν ἔδωκεν ὁ πατὴρ» καὶ καταψηφίζεται τοῦ δικαίου καὶ ᾧ τῶν ἁπάντων οὐδεὶς ἐγκαλεῖν, ὡς ἀληθῶς οὐδὲν εἶχεν, εἰς τὸν σταυρὸν ἀποθανούμενος ἀναβαίνει.

Καὶ γὰρ ἀκόλουθον ὂν χαίρειν μὲν αὐτόν, οὐδὲν ἑαυτῷ συνεγνωκότα πονηρόν, ἡμᾶς δὲ ὀδυνᾶσθαι μυρίοις διαφθαρέντας κακοῖς. Ὁ δὲ τὴν τάξιν ἀμείβει καὶ ἡμῖν μὲν τὴν αὐτοῦ χαράν, ἑαυτῷ δὲ τὰς ἡμετέρας ἀποκληρώσας ὀδύνας, τοῖς ἡμῶν τολμήμασι καταλλήλους ἔδωκε δίκας. Καὶ γὰρ ἀγνωμοσύνης, ἀναιδείας, ἀλαζονείας ἑάλω μὲν ὁ τοῦ γένους πατὴρ καὶ τοῖς ἐξ ἐκείνου καθάπερ τινὸς μετέδωκε κλήρου, τὸ μὲν ὡς εὐεργέτην περιιδών, τὸ δὲ ὡς δεσπότου νόμους πατήσας, ἐκεῖνο δὲ ὡς ἂν μειζόνων ἢ τῇ φύσει προσῆκεν ἑαυτὸν ἀξιώσας.

Ὁ δὲ Σωτὴρ τῶν ἀδικημάτων οὐδὲ κατὰ μικρὸν κοινωνήσας τὰς ἀκολούθους αὐτοῖς καὶ πρεπούσας δέχεται τιμωρίας, ὅτι μὲν ἀγνώμων ἐκεῖνος, αὐτὸς ὑπὸ φίλου προδιδόμενος φέρει καὶ ἁπλῶς παρὰ τῶν εὖ παθόντων δέχεται τὴν σφαγήν. Ὑπὲρ δὲ τῆς ἀναιδείας τῆς ἐκείνου τὴν κόρρην αὐτὸς παρέχει παίοντι δούλῳ καὶ τοῖς ἐμπτύσμασιν ὑπέχει τὸ πρόσωπον. Ἕνεκα δὲ τῆς ἀλαζονείας καὶ τοῦ φρονῆσαι μεῖζον ἢ τῇ φύσει προσῆκε φρονεῖν ὡς καὶ μέχρις ἰσοθεΐας ταῖς κεναῖς ἐλπίσιν ἀναδραμεῖν, ὁ τῆς δόξης βασιλεὺς σκηνῇ παίζεται καὶ πλάσματι βασιλείας καὶ ἁλουργίδα φορεῖ καὶ καλάμινον τῇ χειρὶ δέχεται σκῆπτρον καὶ προσκυνεῖται παρὰ παιζόντων καὶ ἐξ ἀκανθῶν ἀναδεῖται, ὧν ἐκεῖνος γεωργὸς ἦν, καὶ τἄλλα δὲ ἀκολούθως φέρει.

Ἡμεῖς ἠδικήσαμεν καὶ οὗτος γραφὴν ἤνεγκε καὶ δικάζεται καὶ τὴν χείρω φέρεται ψῆφον· ἡμεῖς οἱ τὴν ἐντολὴν ὑπερβάντες, οἱ τὴν περιστέλλουσαν χάριν προδεδωκότες, καὶ ὁ Χριστὸς ὁρᾶται γυμνός· ἡμεῖς οἱ δραπέται δοῦλοι καὶ μιαροὶ καὶ πληγῶν δεόμενοι τῶν ἐσχάτων καὶ ὁ Χριστὸς τὸν νῶτον ἐπιτρίβεται μαστιζόμενος· ἡμεῖς εἰς τὸν Θεὸν ὑβρίσαμεν καὶ ὁ τιμήσας ἐν ἀδοξίᾳ. Τῆς ἀρᾶς ἡμεῖς αἴτιοι καὶ τοῦ θανάτου τῇ φθορᾷ τὰ σπέρματα παρασχόντες, καὶ ὁ τῶν ἐφετῶν ἔσχατος ὅρος εἰς τὸν σταυρὸν τὸν ἐπάρατον θάνατον ἀποθανούμενος ἀναβαίνει. Ἐξετείναμεν χεῖρας ἡμεῖς κατὰ τοῦ Θεοῦ καὶ τοῦ νόμου καὶ ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ τοὺς νόμους ἔσωσε τοῦ πατρός· οὐχ ἥψατο τοῦ ξύλου καὶ τὰς χεῖρας τῷ ξύλῳ προσηλούμενος ὀδυνᾶται.

Ἡμεῖς εἰς τὴν κακίαν ἐδράμομεν καὶ τῷ πᾶσαν πληρώσαντι δικαιοσύνην τοὺς ἥλους οἱ πόδες ἐδέξαντο, τῶν ἀπειρημένων ἡμεῖς ἐγευσάμεθα καὶ οὗτος χολῆς ἀνέχεται. Ἐν λύπαις ζῆν τῆς Εὔας ἦν καὶ ὁ τῆς μακαρίας Παρθένου παῖς πένθους ἀφορμὴ καὶ δακρύων γίνεται τῇ μητρί. Τὴν ἀπάτην καὶ τὴν φθορὰν ἡμῖν ἀνέδωκεν ἡ πλευρά, καὶ ὁ Χριστός, ἡ ἀλήθεια καὶ ἡ ζωή, τὴν αὑτοῦ πλευρὰν ὑπέσχε τῇ λόγχῃ. Τὸ κεφάλαιον, τὰς ἡμῶν ὀδύνας ὀδυνᾶται, τὴν ἐμὴν αἰσχύνην φέρει, τὸν ἡμέτερον ἀποθνῄσκει θάνατον. Ὅθεν ὡς ὑπὲρ κατακρίτων ἀγωνιζόμενος, μηδὲ στόμα διάραι δυναμένων καὶ πᾶσαν ἐκβαλλόντων ἀπολογίαν, τῷ μείζω πάσης πεπλημμεληκέναι συγγνώμης, οὐδὲ πρὸς τὰς ἐπαγομένας αὐτῷ παρὰ τῶν μάτην αἰτιωμένων ἵσταται μέμψεις, οὐδ’ ἐξελέγχει τοὺς συκοφάντας, ἀλλ’ ἀνεχομένου καὶ σιωπῶντος «ἐγὼ γάρ, φησίν, οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω».

Κατήγοροι κρατοῦσι καὶ καταψηφίζονται δικασταὶ καὶ ὅ φησιν Ἠσαΐας «ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθην». Τῶν γὰρ ἀνθρωπίνων ἀδικημάτων, οὕτω πολλῶν καὶ μεγάλων, τὴν ἀπολογίαν ἀνῃρημένος, πρόσωπον εἰκότως ἑαυτῷ περιτίθησιν ὑπευθύνου καὶ κοινὸν ἐνταῦθα γίνεται τῆς ἀνθρωπότητος σχῆμα καὶ διὰ ταῦτα πρὸς τὸν πατέρα τὰ τῶν ἀνθρώπων οἰκειούμενος πάθη, «Θεέ μου, Θεέ μου, φησίν, ἵνα τί με ἐγκατέλιπες;» Τῶν καταδίκων ἡμῶν, ὥσπερ τὴν τιμωρίαν παθεῖν, οὕτω καὶ αὐτὴν δεξάμενος εἰπεῖν τὴν φωνήν, καὶ καθάπερ φιλόστοργος μήτηρ ἥδιστα τοῦ φιλτάτου προκινδυνεύει καὶ βέλους ἐπὶ τὸν υἱὸν φερομένου αὐτὴ τὴν χεῖρα ὑπερσχοῦσα δέξαιτ’ ἂν χαίρουσα τὴν πληγήν, τὸν ἴσον τρόπον, ἃς ἡμεῖς ἐφ’ ἡμᾶς αὐτοὺς ἑλκύσασα δίκας, τὸ σῶμα προβαλλόμενος ὁ Χριστὸς ἤνεγκε καὶ τὰ καθ’ ἡμῶν ἀφεθέντα βέλη τοῖς ἑαυτοῦ μέλεσιν ἀναπαύει, ἵν’ αὐτὸς μὲν ὀδυνηθῇ, μηδὲν προσῆκον ἔχων ὀδύναις, ἡμεῖς δὲ παντὸς ὦμεν ἔξω κακοῦ. «Ἐπ’ ἐμὲ ἡ κατάρα σου τέκνον», φησὶν ἡ μήτηρ τῷ Ἰακώβ. Ταύτην τὴν φωνὴν εἰς ἡμᾶς ἐπὶ τῶν ἔργων ἔδειξεν ὁ Χριστός, «γενόμενος ὑπὲρ ἡμῶν κατάρα».

Διὰ τοῦτο γὰρ οὐδὲ κρεῖττον θανάτου καὶ φθορᾶς ἐξ ἀρχῆς ἑαυτῷ ποιεῖται τὸ σῶμα, ἀλλὰ πάσης μὲν ἄγευστον ἁμαρτίας, φθορᾷ δὲ εἶκον καὶ πόνοις, ἵν’ ὀδυνηθῆναι καὶ πληγῶν ἀνασχόμενος ἀποθανεῖν δυνηθῇ καὶ ἅμα τὴν ὑπερφυᾶ δύναμιν ἐπιδείξηται τὴν αὑτοῦ πρὸς τὴν θαυμαστὴν ταύτην οἰκονομίαν, πᾶσι χρησαμένου τοῖς ἐναντίοις, δι’ ἀσθενείας νενικηκότος καὶ δι’ ἀδοξίας προσκυνηθέντος καὶ δι’ αἰσχύνης δοξασθέντος καὶ διὰ θανάτου τὴν ἀθάνατον εἰσενεγκόντος ζωήν. Οὐ γὰρ ὅτι νενίκηκεν οὕτω καινόν, ὥσπερ σταυρῷ καὶ θανάτῳ τοῦτο ποιεῖ, οὐδ’ ὅτι πᾶσαν τῇ δόξῃ κατασχεῖν ἐδυνήθη τὴν οἰκουμένην, ἀλλ’ ὅτι δι’ ὧν καὶ τὴν οὖσαν δόξαν ἀποβαλεῖν ἀκόλουθον ἦν, πενίας καὶ ἀδοξίας καὶ χείρονος ψήφου καὶ θανάτου μετὰ λῃστῶν· χωρὶς δὲ τούτων, ὡς ἂν ἡμᾶς ἐπαγάγηται μᾶλλον καὶ σφοδρὸν ἐνθήσῃ τὸν πόθον, καὶ φιλῶμεν αὐτὸν οὐχ ὅσον ὅτι πεποίηκεν εὖ, ἀλλ’ ὅτι καὶ πόνοις πολλοῖς, οὐδ’ ὅτι τῶν ἐν ᾅδου μόνον λύει δεσμῶν, ἀλλ’ ὅτι καὶ κατεληλυθὼς εἰς τὸν ᾅδην αὐτός· οὐδ’ ὡς τὴν ἐλευθερίαν παρασχόμενος ἁπλῶς μόνον, ἀλλ’ ὅτι μηδὲ θελήσει μόνῃ χρησάμενος, οὐδὲ νεύσας ἀλλὰ πριάμενος τὴν ἐλευθερίαν παρέσχε. Καὶ ὡς οὐδὲ τοσοῦτον ὑπὲρ ἡμῶν ἐσπούδασε μόνον, ὅσον ὀνήσασθαι δεῆσαν, ἀλλὰ καὶ τὴν ὠνὴν ἐποιήσατο, τῶν ἄλλων μὲν οὐδέν, αὐτὸ δὲ τὸ αἷμα καταβαλών.

Εἰ γὰρ νεύματι τὸ πᾶν εἰργάσατο καὶ ῥήματι, δουλείας οὐδ’ ἂν καινόν τι καὶ ὑπερφυὲς ἦν εἰργασμένος, οὐδ’ ἂν τὰς τῶν εὖ παθόντων ἀνηρτήσατο γνώμας· οὐ γὰρ ἂν οὕτω σαφῶς ἀνέδειξε τὴν ἡμῶν ἀγάπην, ὅση τίς ἐστιν ἐν αὐτῷ.

Νῦν δὲ ὁ τρόπος τῆς εὐεργεσίας ὅτι δι’ ἑαυτοῦ καὶ μυρίων ἱδρώτων ἡγησαμένων μέγα τι καὶ ἀπόρρητον τοῦ Σωτῆρος τὸ περὶ ἡμᾶς ἀπέδειξε φίλτρον. Καὶ τοίνυν οὕτω πολλοῦ τινος ἐδεήσατο λόγου, καθάπερ τὸ δέξασθαι δεινὰ παθεῖν, οὕτω καὶ δεῖξαι παθὼν ὥστε, ἵνα μὴ νομισθῇ τὴν ὑπὲρ ἡμῶν ἀλύπως διενεγκεῖν ἀγωνίαν, καὶ κρεῖττον ἀλγηδόνος ἁπάσης ἔχειν τὸ σῶμα, ἢ οὕτω συστὰν καὶ κατασκευασθὲν ἐξ ἀρχῆς, ἢ παρ’ αὐτὴν τὴν ἐπαγωγήν, ὥστε πλήττεσθαι μέν, ἀλγεῖν δὲ οὐδὲν μᾶλλον. Ἀνακηρύττει τὴν ἀσθένειαν καὶ δήλην καθίστησι τὴν ὀδύνην καὶ «περίλυπός ἐστιν, φησίν, ἡ ψυχή μου ἕως θανάτου», καὶ «εἰ δυνατὸν παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο», καὶ ἱδρῶτι περιρρεῖται καὶ ἀγωνιᾷ προσάγων τῷ πάθει. Εἰσὶ δὲ οἷς ἔδοξεν ὁ Σωτὴρ καὶ παντὸς μᾶλλον ὀδυνηθῆναι, καθ’ ὅσον νόσου καθαρὸν ἁπάσης καὶ ὀδυνῶν ἄηθες εἶχε τὸ σῶμα. Ἄλλωσθ’ ὅτι καὶ ὑπὲρ ἁπάσης μόνος τῆς οἰκουμένης καὶ δίκην ταύτης ἐδίδου πάσης ἀντίρροπον ἁμαρτίας. Οὐ μὴν ἀλλὰ καθάπερ τῷ κάλλει τὸ γένος παρελήλυθε καὶ ἀποθνῄσκων τὴν μορφὴν ἠλλοίωτο καὶ συνετάκη παρὰ πάντας τοὺς ἐν ἀνθρώποις νεκρούς, «τὸ γὰρ εἶδος αὐτοῦ, φησί, ἄτιμον, ἐκλεῖπον τὸ εἶδος αὐτοῦ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», οὕτως ἀκόλουθον ἦν καὶ τῶν ὀδυνῶν μειζόνων ἐλθεῖν εἰς πεῖραν ἢ κατὰ τοὺς ἄλλους ἀνθρώπους.

Εἰ γὰρ ἑκὼν ἐπήγαγεν ἑαυτῷ τὴν πληγήν, μᾶλλον δὲ ἐπεθύμησε, —καὶ τοῦτο δηλῶν τοῦ πάθους αὐτῶν ἔφη τῶν προθύρων ἐπιθυμῆσαι—«ἐπιθυμίᾳ γάρ, φησίν, ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν», αὐτῶν ἐπιστάντων ἤδη τῶν ποθουμένων, τί τὸ κωλῦον μεθ’ ὑπερβολῆς ἀπολαύειν; Εἰ γὰρ ἀνθρώπων πρὸς τὸν Θεὸν ἔρως ταῦτα ἐδυνήθη καὶ πολλοὶ τῶν μαρτύρων ἐκείνων ἐγένοντο τῶν εὐχῶν σφοδροτέρας αὐτοῖς γενέσθαι τὰς βασάνους καὶ χαλεπωτέρας διενεγκεῖν, ὅταν αὐτὸς ὁ Θεὸς ἐρᾷ καὶ πληγὰς λαβεῖν ὑπὲρ τῶν φιλουμένων ἐπιθυμῇ, τίνας καὶ ἐνταῦθα τὰς ὀδύνας ὑποληπτέον ἐστίν; ὅν γε φαίην ἂν τὴν ἀρχὴν καὶ τοῦτ’ αὐτὸ τὸ λυπεῖσθαι καὶ ἀλγεῖν, διὰ τοῦτο συγχωρῆσαι τῇ φύσει, ἵν’ εὑρὼν κατὰ καιρὸν αὐτὸς χρήσαιτο φάρμακον τῶν ἀνθρωπίνων ἀρρωστημάτων.

Εἰ γὰρ ἐξ ἀρχῆς μὲν ἡ λύπη κατὰ τῆς ἁμαρτίας ἐπενοήθη, τοῦ δὲ Ἀδὰμ ὀδυνηθέντος καὶ τῶν ἐξ ἐκείνου πάντων τὸ πονηρὸν ἔμενεν ἔτι καὶ οὐδὲν ἧττον ἐκράτει, ὁ δὲ Χριστὸς δι’ ὧν ἐπλήγη καὶ ὠδυνήθη τὴν ἁμαρτίαν αὐτὸς ἐξέβαλε μόνος, δῆλον μὲν ὡς ἄρα μάτην ἂν ἡ φύσις ἠνιάθη καὶ τοὺς μυρίους ἤνεγκε πόνους, μὴ τοῦ Σωτῆρος ὀδυνηθέντος· ἐκεῖνο δὲ τιθέναι προσῆκεν, ὡς οὐ πρὸς τὸν Ἀδὰμ καὶ τοὺς ἄλλους ἀποβλέπων ἀνθρώπους, οἳ μηδὲν ὤνησαν ὀδυνηθέντες, ἀλλὰ πρὸς ἑαυτὸν καὶ τὸ ἑαυτοῦ προκαθιστὰς πάθος, λύπαις καὶ πόνοις τὴν φύσιν ὑπέθηκεν ἐξ ἀρχῆς.

Ἀλλ’ εἴποι τις ἄν, τί οὖν, εἰ μόνος ὤνησεν ἀλγήσας, οὐ μόνος ἤλγησεν; Ἀλλὰ πρῶτον μὲν ἵνα μὴ νομισθῇ φύσεως ἑτέρας μετασχεῖν, οὐ ταύτης τῆς ἡμετέρας· καὶ τὸ ἀτοπώτερον ἔτι χείρονος, εἴγε ὠδυνᾶτο μόνος ἀνθρώπων· ἔπειτα, πῶς ἂν ἐπέγνωμεν τὸ φίλτρον μὴ πείρᾳ μαθόντες ὅσης ἐστὶ σπουδῆς ὀδυνώμενον ἐνεγκεῖν, χωρὶς δὲ τούτων;

Εἰ καὶ τὴν ἁμαρτίαν ὁ καθ’ ἕκαστον πόνος οὐκ ἐξέβαλε παντάπασιν τῶν ἀνθρώπων, ἀλλὰ τοῖς γε πονοῦσιν ἀνθρώποις ἀνεκτοτέραν ἐποίει, οὐ τοσοῦτον δι’ αὐτὴν τῶν πόνων τὴν φύσιν πρὸς τὴν ἄνεσιν ἱσταμένην, ἣ τὰ σπέρματα παρέχει ταῖς πονηρίαις, ὅσον ὅτι τοὺς σωτηρίους ἐπ’ ἐνίων ἔγραφε πόνους, καθάπερ καὶ πρόβατον σφαττόμενον, καθαρτικὸν ἦν ἁμαρτίας, ὅτι πρὸς τὸν ἀμνὸν ἀνέφερε τοῦ Θεοῦ.

Τοσοῦτον τὴν ἡμῶν ἐτιμήσατο σωτηρίαν καὶ οὕτω πόρρωθεν ἐπεθύμησεν ὁ παντὸς ἀνώτερος πάθους, ὁ πάσης καθαρὸς ἀηδίας, ἀνιαθῆναι καὶ πληγῆναι, ἵν’ ἡμεῖς οἱ παντὶ δουλεύοντες πάθει πάντων γενώμεθα κακῶν ἀπαθεῖς. Καὶ ἡμῖν μέν, ὅπερ ἐξ αἰῶνος ἡτοίμασε, βασιλείαν τῶν οὐρανῶν, «κληρονομήσατε γάρ, φησί, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», ἑαυτῷ δὲ θάνατον προκατεσκεύασε καὶ ὀδύνας, ἵνα καιροῦ καλέσαντος ὑπομείνῃ, κατελθὼν «ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς». Καὶ γὰρ «ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς» Παῦλος εἶπεν «ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας».