Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ (Νόθος)

Νικόλαος Καβάσιλας

Το τριπλό έργο του Σωτήρος και η τέλεια θυσία

Η ανακαίνιση της ανθρώπινης φύσης από τον Μονογενή Υιό, η κατάλυση της κυριαρχίας του πονηρού και η προσφορά της αναμάρτητης ζωής του Χριστού ως αληθινού ιερέα και τέλειου θύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 6

Ἐπεὶ τοίνυν οὐδὲν ἦν παρ’ ἡμῖν τῶν δεόντων εἰσενεχθῆναι καὶ τὴν φύσιν ἀναστῆναι παρ’ ἑαυτῆς ἀμήχανον ἦν, ἔτι δὲ οὐδ’ ἄλλου τῶν ὄντων ἔργον ἦν οὐδενός, ὅ γε οὐδ’ αὐτοῖς ἐξῆν τοῖς ἀγγέλοις ἢ τοῖς ἄρχουσι τῶν ἀγγέλων, αὐτὸς ὁ τοῦ Θεοῦ μονογενής, ᾧ μόνῳ καὶ τῆς ἡμετέρας ὡς ἀληθῶς ἐμέλησε σωτηρίας καὶ σῶσαι δύναμις ἦν (οὕτω γὰρ πέρα συγγνώμης ἁπάσης ἦμεν πονηροὶ καὶ οὕτω χαλεπῶς εἴχομεν τοῦ πνεύματος, ὥστε μόνης δεῖσθαι τῆς τοῦ Θεοῦ χρηστότητος βουληθῆναι καὶ τῆς δυνάμεως ἀνακαλέσασθαι δυνηθῆναι), διὰ ταῦτα τοίνυν ὁ μὴ ὄντας οἰκοδομήσας ἀνανεοῦται διεφθαρμένους, καὶ τὸ καινότατον, οὐ νεύσας, οὐδ’ ἐπιτάξας, ὥσπερ ἔπλασε τὴν ἀρχὴν καὶ τὸ πᾶν ὑπέστησε τοῦτο, ἀλλ’ οὕτω μείζονος ἠξίωσε τῆς σπουδῆς, ὥστε γενόμενος αὐτός, ὅπερ ἡμεῖς, τῆς ἰατρείας αὐτουργὸς ἦν. Καὶ τίνα τρόπον; Ἐπὶ τῆς ἑαυτοῦ σαρκὸς δέχεται πάντα ἐνεγκεῖν ἐκεῖνα καὶ τῶν ἡμῖν ὀφειλομένων ἀγώνων ἀθλητὴς ἦν καὶ τίμημα περὶ ἡμῶν δέχεται καὶ θύεται καὶ νικᾷ, τὸ μὲν ὡς κατακρίτων, τὸ δὲ ὡς ἀποκεχωρηκότων Θεοῦ, τὸ δὲ ὡς ἑκόντων ἡττηθέντων τοῦ πονηροῦ, ἵνα τῷ μὲν εὐθύνης ἀπαλλάξῃ, τῷ δὲ Θεῷ συνάψῃ διὰ τοῦ συγγενοῦς σώματος καὶ δι’ ὧν προσάγεται προσαγάγῃ, τῷ δὲ λύσῃ τὴν αἰσχύνην καὶ στεφανώσῃ.

Πρῶτα μὲν νικᾷ τὸν πονηρόν, καθαρὰν ἁμαρτίας τὴν φύσιν δεξάμενος καὶ παρὰ τὸν βίον διατηρήσας· οὐ γὰρ τοῦ θείου πλάσματος ἐκεῖνος ἐκράτει, δοῦλος ὢν καὶ οὗτος δραπέτης· εὑρὼν δέ τι τῶν αὐτοῦ παρ’ ἡμῖν καὶ ὧν αὐτὸς πατὴρ ἦν, λέγω δὴ τὴν ἁμαρτίαν, τὸ ταύτης μέρος δουλοῦται τὸν ἄνθρωπον. Καὶ ἡ τυραννὶς οὕτω συνέστη τῷ μιαρῷ, τοῦ μὲν ἀνθρώπου δουλεύσαντος ἑκόντος τῇ πονηρίᾳ, ταύτης δὲ οὔτε πρὸς τῆς φύσεως οὔσης, οὔτε τῷ δημιουργῷ προσηκούσης, τῷ τυράννῳ δὲ μόνῳ διαφερούσης. Ἐπεὶ τὴν πονηρίαν τῆς φύσεως ἐξεῖλε τῆς ἀνθρωπείας καὶ ἄνθρωπον ἔδειξεν ὁ Χριστὸς ἁπάσης ἀήττητον ἁμαρτίας, ἡ τυραννὶς αὐτίκα ἐλύθη, καθάπερ ἀκροπόλεως ἀθρόον κατενεχθείσης, ὃ κοινὸν ἡμῖν πρὸς τὸν τύραννον καὶ ὅθεν κρατεῖν εἶχεν, οὐδενὸς ἤδη περιλειφθέντος.

Πρὸς δὲ τὴν θυσίαν τριῶν ἔδει τούτων εἰκότως. Ἐπεὶ γὰρ ὑπὲρ τῆς τοῦ πλάσματος ζημίας τῷ πλάσαντι θύεσθαι καὶ προσάγειν ταύτην ἐχρῆν, πρῶτον μέν, ὧν ἀπώλεσεν ἀντίρροπον εἰκὸς ἦν παρ’ ἡμῶν αὐτῷ γενέσθαι τὸ δῶρον καὶ τὸ προσαγόμενον τῶν ἀπενεχθέντων οὐδὲν ἀτιμότερον εἶναι· ὅθεν οὔτε βοῦς, οὔτε πρόβατον, οὔτ’ ἄλλο τῶν ἀλόγων θύειν οὐδέν, ἀλλ’ ἄνθρωπον εἶναι τὴν θυσίαν ὁ τῶν εἰκότων ἀπῄτει λόγος· δεύτερον, ἑκόντα καὶ μετ’ ἐθελουσίου γνώμης ἐπὶ τὴν σφαγὴν ἰόντα· ἄλλως γὰρ οὐκ ἂν ἄνθρωπος ἐθύετο, τοῦ λόγου καὶ τῆς θελήσεως ἀποπηδώντων, ἃ ποιεῖ τὸν ἄνθρωπον· τρίτον, μηδὲν ἔχοντα πονηρὸν καὶ τῆς οὐκ ἐπαινουμένης μερίδος. Τοῦτο γὰρ ἂν ἦν ἀπεστράφθαι τοῦ Θεοῦ καὶ ἀποχωρεῖν, οὐκ ἀνατεθῆναι τῷ Θεῷ καὶ προσενεχθῆναι.

Ταῦτα δὲ γενέσθαι καὶ δυνηθῆναι καὶ εἶναι μὲν ἀληθῶς ἄνθρωπον, εἶναι δὲ οὕτω χρηστόν, ὥστε μηδὲν ἑαυτῷ συνεγνωκέναι πονηρόν, εἶναι δὲ οὕτω φιλάνθρωπον, ὥστε ἑκόντα ὑπὲρ τοῦ γένους ἀποθνῄσκειν, τῷ σωτῆρι μόνῳ πάντα συνέβη. Καὶ ἦν ἀληθινὸς ἄνθρωπος καὶ ἀναμάρτητος καὶ ἑκὼν οὐ σφάττεται μόνον, ἀλλὰ καὶ γεγέννηται τὴν ἀρχὴν καὶ ἵνα τυθῇ τὸν βίον εἰσελήλυθε τοῦτον. Ὥστε δῶρόν τε ἦλθεν εἰς τὸν Θεόν, ἱλαστήριον ἀνθρώποις καὶ πρὸς τὴν θυσίαν εὐθὺς ἥρμοστο.

Καὶ γὰρ ἐν τῷ ληφθῆναι συνέστη καὶ οὐκ ἦν ὅτε μὴ δῶρον ἦν, ἐπεὶ μηδὲ γενόμενος ἔπειτα προσελήφθη, ἀλλ’ ἐγένετο προσληφθείς. Καὶ τοῦτο ἦν αὐτῷ γενέσθαι καὶ ὑποστῆναι, τὸ δῶρον γενέσθαι καὶ προσληφθῆναι.

Καὶ γὰρ ἐν τοῖς κόλποις αὐτοῖς τοῦ δεχομένου Θεοῦ συνέστη τοῦτο τὸ δῶρον, εἴ γε ὑπέστη μὲν ἡ σὰρξ ἐν τῇ τοῦ μονογενοῦς ὑποστάσει· «ὁ δὲ μονογενὴς υἱὸς ἐν τοῖς κόλποις ἐστί, φησί, τοῦ πατρός». Καὶ οὕτως ἀνάθημα καὶ δῶρον ὢν ἐξ ἀρχῆς, εἶτα καὶ θυσία καὶ ἱερεῖον ὡς ἀληθῶς γίνεται, καθ’ ὅσον ὑπὲρ τῆς δόξης ἀπέθνῃσκε τοῦ πατρός.

Τοῦτο γὰρ τυθῆναι Θεῷ καὶ τοῦτο θυσίας ὅρος ἂν εἴη, τό γε εἰς τὴν θείαν ἀναλωθῆναι τιμήν. Καὶ τοῦτον τὸν τρόπον· θύων τέ ἐστιν ὁ αὐτὸς καὶ προσάγων καὶ ἱερεῖον καὶ θῦμα. Καὶ ἔδει γε μυρίων ἐκ τοῦ παντὸς αἰῶνος καὶ θυόντων καὶ θυομένων καὶ μηδενὸς εὑρεθέντος τοῦ δεχομένου Θεοῦ μήτε τῶν προσαγόντων μήτε τῶν προσαγομένων ἀξίου, τὸν ἀληθινὸν ἱερέα καὶ τὸ καθαρῶς ἱερεῖον πρὸς τῷ τέλει τῶν αἰώνων ἀναδειχθῆναι καὶ οὕτως ὑπὲρ ἀπολωλότος ἀνθρώπου, ἄνθρωπος ἀποκαθίσταται τῷ Θεῷ, οὐχ ὅπως τῆς ἐν παραδείσῳ διαίτης ἢ τῶν οὐρανῶν ἄξιος ᾖ, (εἴ τις οὐράνιός ἐστιν, οὐρανοῦ), ἀλλὰ καὶ τοῦ θρόνου κοινωνὸς αὐτοῦ τῷ Θεῷ καὶ ὁμόθεος καὶ ὁμότιμος τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτῶν δεσπότης τῶν χερουβίμ. Οὕτω τὴν ζημίαν τῷ Θεῷ μετὰ μείζονος, οὐδ’ ὅσον εἰπεῖν, ἀνακαλούμεθα τῆς παρασκευῆς καὶ τὸ δεῆσαν ἀναπληροῦμεν μεθ’ ὑπερφυοῦς τῆς προσθήκης τοῦ σωτῆρος ἕνεκα.