Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ (Νόθος)

Νικόλαος Καβάσιλας

Η δημιουργία, η πτώση και η αδυναμία ανόρθωσης

Η αρχική αρμονία του παραδείσου, η παράβαση του ανθρώπου και η θεολογική αναγκαιότητα της ανόρθωσης, την οποία η ανθρώπινη φύση αδυνατούσε να επιτελέσει μόνη της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 6

Ὑπὲρ οὗ μοι δοκεῖ καὶ τὴν ἀρχὴν τὸν ἄνθρωπον καὶ μνήμην δέξασθαι καὶ λογισμὸν σχεῖν καὶ γλῶσσαν λαβεῖν, ἵνα τούτων μεμνώμεθα καὶ ταῦτα λογιζώμεθα καὶ πρὸς ταῦτα τῇ γλώσσῃ χρώμεθα, καὶ λέγειν μὲν περὶ τούτων οὕτω πανταχόθεν ἀνάγκη. Γένοιτο δ’ ἂν ἡμῖν ἡ πρέπουσα τῶν λόγων ἀρχή, ἐὰν αὐτὴν πρῶτον ἀγάγωμεν εἰς μέσον τὴν ἁμαρτίαν, τὸν βρόχον ἐφ’ ὃν ἑκόντες ἐδράμομεν. Πρῶτον μὲν ὡς ἂν ἐντεῦθεν μάλιστα τῆς θείας ἀναδεικνυμένης φιλανθρωπίας, (ὅς, μετ’ ἐθελουσίου γνώμης πεσόντας καὶ κεῖσθαι βουλομένους, οὐ περιεῖδεν) ἔπειτα σὺν τάξει καὶ τοῖς πράγμασιν ἀκολούθως ὁ περὶ τοῦ σωτηρίου πάθους λόγος τὸν τρόπον χωρήσει, εἴ γε τὴν μὲν ἀρχαίαν ζωὴν ἁμαρτήσαντες κατελύσαμεν, τὴν ἁμαρτίαν δὲ ὁ θάνατος ἐξεδέξατο, τὸν θάνατον δὲ λύσων ὁ Θεὸς ἀφίκετο, λύει δὲ σταυρούμενος καὶ ἐπὶ ταῖς πληγαῖς ἀποθνῄσκων.

Ἐπεὶ γὰρ τοῦ παντὸς τοῦδε συστάντος ἔδει τῶν γενομένων ἑκάστῳ καὶ τάξιν εἶναί τινα καὶ νόμον, ἵνα σύγχυσις ἀπῇ καὶ τοῦτ’ αὐτὸ κατὰ τὴν ἐπωνυμίαν εἷς ἐξ ἁπάντων γένηται κόσμος, τἄλλα μὲν τῶν δημιουργημάτων ἄλλον διέκρινε τρόπον, ἀνθρώπῳ δὲ διπλῆς τῆς φύσεως οὔσης διπλοῦς ὅρους πήγνυσιν ὁ Θεός, τῷ σώματι μὲν τὸ πάντων κάλλιστον ἀφορίσας χωρίον, τὸ δὲ τῆς ψυχῆς ἐπιθυμητικὸν καὶ τὴν τῆς γνώμης αὐτονομίαν λόγῳ συστείλας. Ἦν δὲ τὸ μὲν ὁ παράδεισος πρέπουσα μακαρίῳ δίαιτα, λύπης καθαρὸν ἁπάσης χωρίον, ἀπὸ φυτῶν παντοδαπῶν μυρίαν τινὰ γεωργῶν τῷ καρπουμένῳ τὴν ἡδονήν, ὁ δὲ λόγος νόμος ἦν, ἐπιτάττοντος τοῦ Θεοῦ πάντων μὲν ἅπτεσθαι φυτῶν, ἑνὸς δὲ ἀπέχεσθαι μόνου. Τούτων οὕτως ὡρισμένων καὶ ἣν ἔδει χώραν πάντων λαβόντων, τὰ μὲν ἄλλα τῶν ὄντων, ἐφ’ οἷς ἐτάχθησαν ἔμειναν καὶ τοὺς θεσμοὺς ἐφύλαττον, οὓς ἐδέξαντο.

Καὶ ἥλιος μὲν ἐπορεύετο τὴν αὑτοῦ καὶ τὴν ἀκτῖνα τῇ γῇ καθείη καὶ νυκτὸς αὐγὴν ἡ σελήνη τῷ ἀέρι παρεῖχε καὶ ἀὴρ τὸ <τῶν> πτηνῶν ἐδέχετο γένος καὶ γῆ βοτάνην ἀνῄει καὶ φυτῶν εἴδη καὶ οὐρανὸς καὶ ἀστέρες καὶ ὕδατα καὶ ζῴων ἕκαστα γένη τῶν τεθέντων αὐτοῖς νόμων οὐδὲν ᾔεσαν περαιτέρω· ἄνθρωπος δὲ μόνον, τὸ τιμιώτατον ἁπάντων, ὑπὲρ οὗ τὸ φαινόμενον ἅπαν ᾠκοδομήθη, τὴν προεδρείαν ἀτιμάσας, τῆς ἀξίας ἐπιλαθόμενος, οὐκ αἰδεσθεὶς τὸν νομοθέτην, ὑπερβαίνει μὲν τὸν τῆς ἐντολῆς ὅρον, ὑπερβαίνει δὲ τὸν τοῦ παραδείσου· τὸν μὲν ἑκών, ἐκεῖνον δὲ μὴ βουλόμενος, τοῦ τὸν νόμον αὐτῷ δόντος ταύτην αὐτὸν πρώτην δίκην τῆς ἁμαρτίας εἰσπραξαμένου. Καὶ τρία δὴ ταῦτα μιᾶς ἀπολαύει παρανομίας· ἡττᾶται τοῦ παρενεγκόντος τυράννου, τῷ χρηστῷ προσκρούει δεσπότῃ, ζημιοῖ τὸν κεκτημένον ἑαυτὸν τὸ κάλλιστον ὧν εἶχεν ἀποστερήσας· καὶ ἡ ζημία καὶ μέχρι τῶν ἄλλων διέβαινε τῶν ὁρωμένων κτισμάτων. Ἀνθρώπου γὰρ οὕτω τὴν τάξιν ἀπολέσαντος καὶ πεσόντος καὶ ἅπας ὁ κόσμος οὗτος τῷ Θεῷ μάταιόν τι χρῆμα καὶ κενὸν ἦν, καθάπερ βασίλεια τοῦ βασιλέως διαφθαρέντος.

Ἐπεὶ δὲ εἰκῇ καὶ εἰς οὐδὲν δέον ἑστάναι τὸ θαυμαστὸν σύστημα τοῦτο, τὸν κόσμον, ἥκιστα δὴ πάντων, εὔλογον ἦν καὶ οὔτε τῆς τοῦ τεχνίτου σοφίας ἄξιον ἦν μὴ τὸ προσῆκον ἅπαν τέλος ἀπαντῆσαι τοῖς ἔργοις, οὔτε τῆς τοῦ βασιλέως φιλοτιμίας περιορᾶν οὕτως ἀτιμότατα τὴν αὑτοῦ κειμένην εἰκόνα· ἀλλ’ ἔδει μὲν πρὸς τὴν ἐκείνου γνώμην πᾶσαν διατεθῆναι τὴν κτίσιν, ἔδει δὲ τὸν πεσόντα στῆναι καὶ τοῦτο σὺν δίκῃ καὶ μετὰ τοῦ προσήκοντος λόγου, καὶ ἣν ἑκὼν ἔρριψε δόξαν οὐκέτι προῖκα καὶ δῶρον, ἀλλ’ ἐκ τῶν δικαίων κομισάμενον ἔχειν. Ὃ μὲν δίκαιον ἦν καὶ τὸ εἰκὸς ἐξ ἀνάγκης ἀπῄτει, τρισὶν ἁμαρτήμασι τοῖς ἠριθμημένοις τὸν ἄνθρωπον διὰ τῶν ἐναντίων ἐλθόντα, τοῖς προτέροις, ἣν ἀπώλεσεν εὐδαιμονίαν κομίσασθαι τοῖς δευτέροις· λέγω τοίνυν ὅτι μὲν ἡττήθη τοῦ πονηροῦ κρατήσαντα τοῦ νικήσαντος, ὅτι δὲ τῷ Θεῷ προσέκρουσεν, ὑποσχόντα τὰς ἀξίας ὧν εἰς αὐτὸν ἐξήμαρτε δίκας, ὑπὲρ δὲ τῆς ζημίας θυσίαν ἀντεισενεγκόντα καὶ δῶρον τῶν ἀπενεχθέντων, ὅπερ ἂν ἀντίρροπον ἦν. Ἄνθρωποι δὲ οὕτω πρὸς οὐδὲν ἐδύναντο τῶν ὀφειλομένων, οὐδ’ εἶχον ὅπως ἑαυτοῖς τὰ τοιαῦτα χρησάμενοι τῇ φύσει δυνήσονται βοηθεῖν, ὅσον πάντα κατορθῶσαι καὶ διενεγκεῖν ὑπόχρεῳ παντάπασιν ἦσαν.

Οὔτε γὰρ μὴ ὅτι νικᾶν, ἀλλ’ οὐδ’ ἀντιβλέπειν πρὸς τὸν τύραννον καὶ τὴν ἁμαρτίαν, ὑφ’ ὧν καθάπαξ κατεσχέθησαν, οἷοί τε ἦσαν, καὶ ὧν οὕτως ἀκριβῶς ἡττήθησαν, ὥστε ἐν ἀνδραπόδων αὐτοῖς ἐγίνοντο μοίρᾳ, οὔτε θύειν ἐξῆν αὐτοῖς ὑπὲρ οὕτω μεγάλων ἀδικημάτων· τοῦτο μέν, οὐδενὸς ὄντος ὃ προσενεγκεῖν ἄξιον εἶχον, τοῦτο δέ, οὐδενὸς ἀνθρώπων ὄντος, ὃς ἂν πρὸς ταυτηνὶ τὴν θυσίαν εἶχεν ἀρκέσαι, καὶ καθαρὸς ὢν εὐθύνας αὐτὸς ἐδυνήθη τῷ Θεῷ προσιέναι περὶ τοῦ γένους. Καὶ μὴν ὑποσχεῖν εὐθύνης δεῆσαν, τοσοῦτον ἀπέσχον τὰς ἀξίας δύνασθαι δίκας, ὅσο τὰ μέγιστα καὶ χαλεπώτατα πάντων ἐδυνήθησαν ἁμαρτεῖν.

Τὸ μὲν γὰρ ἔγκλημα τοῦ πρὸς ὃν ἡμάρτομεν ἀνάλογον εἶχε τῇ φιλανθρωπίᾳ καὶ τῷ μεγέθει· οὕτως ἄπειρον ἦν· ἡ δίκη δὲ τῇ φύσει καὶ τῇ δυνάμει σύμμετρος ἂν ἦν τῶν ἀνθρώπων καί, εἰ τὴν ἁπασῶν μεγίστην ἔδει λαμβάνειν, οὕτω μικρά τις ἦν καὶ πρὸς τὴν ἁμαρτίαν οὐδὲν ἐφάμιλλον εἶχεν. Ὅσο μὲν γὰρ ἐκεῖνος ὑπερέβαλε χρηστότητος περιουσίᾳ καὶ μεγαλοπρεπείας, τοσοῦτον οἱ πρὸς τοσοῦτον ὑβρίσαντες ὕψος ἡμεῖς, ἀγνωμοσύνῃ καὶ τόλμῃ καὶ σκαιότητι γνώμης νικῶντες, μισεῖσθαι δίκαιοι καὶ πάσχειν κακῶς, ἣν δ’ ἂν ἡμᾶς ὁ Θεὸς ἀπῄτησε δίκην, βουλόμενος αἰτίας ἀφεῖναι, οὐκ ἐκτὸς ἂν τῶν ἀνθρωπίνων ἔπιπτεν ὅρων.