Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ (Νόθος)

Νικόλαος Καβάσιλας

Εισαγωγή: Το μυστήριο του Πάθους και η θεία φιλανθρωπία

Προοίμιο για το μέγα θαύμα της θείας συγκατάβασης και την οφειλόμενη ευγνωμοσύνη της ανθρώπινης φύσης προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 6

Λόγος εἰς τὰ σωτήρια καὶ ζωοποιὰ πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἄκουε οὐρανὲ καὶ ὁ τῶν ἀγγέλων ἅπας κύκλος καὶ εἴ τι μεῖζον· μαρτυρόμεθα γὰρ εἴπερ ἄλλοθί που τὸν ἄνω κόσμον, ὅτε τὸ καινότατον ἁπάντων, τὸν οὐρανοῦ δεσπότην αὐτὸν σφαττόμενον εἶδεν ἡ γῆ καὶ ἤνεγκε τὸ κρεῖττον μὲν ἀκοῆς, κρεῖττον δὲ λογισμῶν, ἐπέκεινα δὲ θαύματος παντὸς θέαμα, Θεὸν γυμνόν, ἀγῶνα θανάτου περὶ τοῦ τῶν ἀνθρώπων γένους ἠγωνισμένον, ὡς ἐπὶ μεγάλου θεάτρου τῆς οἰκουμένης. «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου» τίς δὲ τὴν ἀπόρρητον ταύτην φιλανθρωπίαν; ἣ καὶ γινωσκομένη τοῖς λογισμοῖς οὐχ ὁρίζει καὶ λόγοις ὑμνουμένη μυρίοις οὐδὲν ἧττον ἄρρητος μένει· προσῆκον οὐδὲν εἰς αὐτήν, οὔτε γλώσσης ἁπάσης οὔτε νοῦ παντὸς δυναμένων. Πολλῶν γὰρ τῷ Θεῷ καὶ παντοδαπῶν δωρεῶν ἐξ αἰῶνος εἰς ἡμᾶς ὑπηργμένων, ἐν ταύτῃ μόνῃ, πάντων ἕνεκα, πᾶσα συνῆλθεν ὑπερβολή. Καὶ οὔτε τῶν ἐκεῖθεν ἀγαθῶν ἐστιν οὐδὲν ἀνθρώποις οὐδὲ πώποτε οὐδὲν ἴσον, οὔτε τὸν αὐτουργὸν τῶν χαρίτων καὶ τὴν διακονίαν ταύτην ἀνῃρημένον, ᾧ χρὴ παραβαλεῖν, ἔστιν εὑρεῖν, οὐδ’ ἐγγύς· ὅ τε τρόπος, ὅπως τοῦτο ἤνυσται, μεγαλοπρεπείας, σοφίας, φιλανθρωπίας, πάντα παρελήλυθεν ὅρον.

Ἐκεῖνος μὲν γὰρ ὁ Θεός ἐστιν, οὐ πέμπων οὐδὲ κελεύων, ἀλλ’ αὐτὸς παρὼν αὐτοχειρίᾳ τοῖς πραττομένοις· ὁ δὲ τρόπος μέχρι σαρκὸς καὶ σφαγῆς καὶ ταφῆς, ἑκὼν ταπεινούμενος καὶ πτωχεύων καὶ τὴν φθορὰν καὶ τὸν θάνατον, δι’ ὧν αὐτὸς μετέσχε, τῆς φύσεως ἁπάσης ὑπερορίζων. Τὸ δὲ τέλος, τὸν ἄνθρωπον εὖ παθεῖν, οὐχ ὥσπερ εἶχε πάσχειν ἐκεῖνος, ἀλλ’ ὥσπερ ὁ Θεὸς ἐδύνατο ὁρᾶν. Οὐ γὰρ πρὸς τὸν δεχόμενον ἀνάλογον εἶχε τὸ δῶρον, ἀλλὰ τῇ τοῦ χορηγοῦ δυνάμει σύμμετρον ἦν. Καὶ οὐκ εἶχεν, ὃ μεῖζον ἔδωκεν ἄν· καὶ γὰρ ἑαυτὸν ἔδωκε. Καὶ τοῦτο πέρας τῆς καινοτομίας ἁπάσης·

Θεοῦ κληρονομῆσαι τὸν ἄνθρωπον. Οὐ μὴν ἀλλά, καθάπερ ἄξιον ἀνάγκη μηδὲν εἰπεῖν, οὕτως ἀνάγκη λέγειν εἰς δύναμιν καὶ μὴ τὸ προσῆκον σῶσαι ζητοῦντας, οὗ τυχεῖν ἀμήχανον, σιωπᾶν, ἀλλ’ ὡς ὠφείλομεν ἃ πεπόνθαμεν, δι’ ὧν ἔξεστι κηρύττειν ἐπισταμένους ἀπὸ τῶν ἐνόντων εὐγνωμονεῖν, ὡς ἔστιν ἄτοπον καὶ πέρα παντὸς αἰνίγματος, ἀνθ’ ὧν πολλὰ καὶ μεγάλα δέον εἰσάγειν, ἀντὶ τούτων, εἰ μηδὲν εἰσοίσομεν καὶ τῆς εὐεργέτου χειρός, ἅπερ ἀπηλαύσαμεν εἰπεῖν οὐ τολμήσομεν ὅτι δαψιλοῦς ἐτύχομεν. Καὶ διὰ τοῦτο μηδὲν ἐροῦμεν ὑπὲρ ὧν ἔδει μάλιστα λέγειν, ὅτι λέγειν μάλιστα δεῖ· καίτοι, εἰ μὲν τῶν καινότητι νικώντων καὶ πρὸς ἔκπληξιν καὶ θαῦμα φερόντων, εἰκός ἐστι καὶ μνήμην εἶναι καὶ λόγον πολὺν παρ’ ἡμῖν τούτων, οὐδὲν καινότερον· εἰ δὲ τῶν ἀγαθῶν, ὧν πεπόνθαμεν, ἐνταῦθα τὰ κάλλιστα πάντων πεπόνθαμεν, ἐν οἷς τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς προνοίας ὁ τελευταῖος ἕστηκεν ὅρος· εἰ δ’ ὧν τὸ μεμνῆσθαι λυσιτελές, τί τοῦ κέρδους τῆς μνήμης ταύτης γένοιτ’ ἂν ἴσον; Ἐπεὶ μηδ’ αὐτοῖς τοῖς πράγμασι τὸν ἄνθρωπον ὤνησε κατὰ ταὐτὰ τῶν ἄλλων οὐδέν. Καὶ εἰ Παύλου τῶν δεσμῶν μνημονεύειν, ὡς ἂν τοῖς μεμνημένοις ὄνησιν ἔχον, ὁ Παῦλος ἠξίωσεν, αὐτῶν τῶν τοῦ κοινοῦ δεσπότου πληγῶν, πόσου τινὸς εἶναι δεῖ νομίζειν τὸν λόγον καὶ τί μὴ κομίζειν ὄφελος καὶ ψυχῇ καὶ γλώσσῃ καὶ γνώμῃ καὶ λογισμοῖς;