Οἱ πρὸς τὴν ἀπόρρητον καὶ ξένην ἐπιστραφέντες φιλανθρωπίαν, τὸν κοινὸν ᾐδέσθησαν εὐεργέτην, ὃς καὶ πάντα δύναται καὶ περὶ τῶν δούλων ἀγωνιᾷ καὶ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμᾶς ἐργάζεται καὶ σαρκὸς ἀσθενείᾳ ταῦτα ποιεῖ, τὸν προδιδόμενον Σωτῆρα, τὸν λύοντα δεσμώτην, τὸν πιπρασκόμενον δεσπότην, τὸν ἀπὸ τῆς σφαγῆς ἀριστέα, τὸν ἐπὶ τοῦ σταυροῦ νικηφόρον, τὸν ἀπὸ τοῦ τάφου ζωοδότην, σῶμα Θεοῦ πληγαῖς εἶκον, αἷμα Θεοῦ χεόμενον, Θεὸν ἀποθνῄσκοντα, νεκρὸν ἀνθρώπου τὴν γῆν σείοντα καὶ ἡλίῳ τὴν ἀκτῖνα σβεννύντα καὶ σελήνῃ δρόμους ἀμείβοντα καὶ ζωὴν νεκροῖς ἐπανάγοντα, ἐν λύπαις τὴν ἀληθινὴν χαράν, ἐν ἀλγηδόσιν τὴν καθαρὰν εὐφροσύνην, ἐν γεύσει χολῆς τὸ νέκταρ, τὸν πάντα κοσμοῦντα γυμνόν, τὸν ζωὴν ἐντιθέντα πᾶσιν νεκρόν, τὸν ἐν ᾅδου Θεόν, τὸν ὑπὲρ τὸν οὐρανὸν ἄνθρωπον, ὃς ἐν ἀθανάτῳ σώματι, τὰ τῶν πληγῶν ὑπέδειξεν ἴχνη, λογίζεσθαι παρέχων, ὅπως ἐφίλησε τὴν ὑπὲρ τῶν δούλων σφαγήν. Καὶ τὸν Θωμᾶν ἐντεῦθεν ἐπάγεται καὶ τοὺς ἀγγέλους ἐκπλήττει καὶ τὴν φιλανθρωπίαν ἐκφαίνει καὶ τὴν σοφίαν ὅση διδάσκει. Καὶ τί γὰρ περὶ τῶν πληγῶν τούτων πυνθανόμενον μὲν τὸν πατέρα, τὸν δὲ υἱὸν ἀποκρινόμενον ὁ Ζαχαρίας εἰσάγων· «Καὶ εἶπε, φησὶ Κύριος, τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν χειρῶν σου;