Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος (Νόθος)

Νικόλαος Καβάσιλας

Το συνέδριο των Ιουδαίων και η δίκη ενώπιον του Πιλάτου

Ο φθόνος και η αχαριστία των Ιουδαίων, η ανάκριση του Ιησού από τον Πιλάτο, η επιλογή του Βαραββά και η τελική απόφαση παράδοσης του αναίτιου Κυρίου προς σταύρωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 6

Ἐπειδὴ γὰρ ἐν τῇ νυκτὶ πάσῃ τῆς προδοσίας πολλὰ ἀνακρίναντες αὐτὸν καὶ πᾶν εἶδος ὕβρεως καὶ παροινίας τελέσαντες, οὐδεμίαν εὕρισκον ἐν αὐτῷ αἰτίαν θανάτου, «πρωΐας, φησί, γενομένης συμβούλιον ἔλαβον».

Τουτέστιν ἅμα τῇ ἡμέρᾳ βουλὴν ἐβουλεύσαντο καὶ σκέψιν καὶ σκαιωρίαν ἤρτυσαν, ὅπως σὺν δόλῳ καὶ κακουργίᾳ τοῦτον ἀνέλωσι, καὶ καταφεύγουσιν ἐπὶ τὰ δημόσια ἐγκλήματα καὶ τὸν δημόσιον ἄρχοντα. Οὕτως ἦσαν ἐκβεβουλευμένοι τῇ μέθῃ τῆς βασκανίας· καὶ μηδένα καιρόν, ἤγουν ἀναβολήν τινα, δοῦναι τῇ κακουργίᾳ, ἀλλ’ ἅμα πρωῒ εὐθὺς ἐπείγειν πρὸς τὴν σφαγήν. Βαβαὶ τοῦ φθόνου, βαβαὶ τῆς μανίας, φεῦ, τῆς μιαιφονίας! «Συμβούλιον ἔλαβον, ὥστε θανατῶσαι αὐτόν». Τίνος ἕνεκεν, ὦ παράνομοι, καὶ διατὶ τὸν ἄδικον φόνον κατὰ τοῦ Σωτῆρος ἐργάζεσθε;

Τί μικρὸν ἢ μέγα τοῦτον λαβόντες ὑμεῖς ἠδικηκότα; Τί τῶν κοινῶν ἢ τῶν ἰδίων ἔχοντες ἐγκαλεῖν, θανάτου δίκην ἀδίκως ἐπάγετε τῷ δεσπότῃ; Ἐπιδείξατε τίς ἡ τοῦ θανάτου ἀξία πρᾶξις, τίνες οἱ κατήγοροι, τίνες οἱ φανερῶς ἐλέγξαντες καὶ κρατήσαντες ὅλως; Οὐδὲ γὰρ ἁπλῶς ὁρίζεται καταδίκη θανάτου κατά τινος· ἀλλὰ πρῶτον ἔλεγχοι, κατήγοροι προφανεῖς, ἐγκλημάτων μεγάλων ἀπόδειξις ἐναργής, καὶ τότε ψῆφος θανάτου. Ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον οὐδαμοῦ· φθόνος δὲ μόνον ὁ φόνου πατήρ. «Συμβούλιον ἔλαβον, ὥστε θανατῶσαι αὐτόν». Τίνα θανατῶσαι ζητεῖτε; τὸν ἐξ Αἰγύπτου πάντως καὶ τῆς πικρᾶς δουλείας ὑμᾶς ἀπαλλάξαντα, τὸν στύλῳ πυρὸς ὁδηγήσαντα καὶ νεφέλῃ, τὸν πεζῇ διαβῆναι τὴν ἐρυθρὰν θάλασσαν κελεύσαντα, τὸν μάννᾳ θρέψαντα ἐν ἐρήμῳ, τὸν ἐκ πέτρας ὕδωρ πηγάσαντα; Εἰ δὲ μὴ τούτων ὡς παλαιῶν μνημονεύετε, οὐ χθὲς καὶ πρὸ ὀφθαλμῶν ἡγητόρων τυφλοὺς ὠμμάτωσε, χωλοὺς ἀνώρθωσε, παρειμένους ἰάσατο, λεπροὺς ἐκάθηρεν, ἄλλα μυρία εἰργάσατο θαύματα; Πῶς οὖν τῶν τοσούτων καὶ τηλικούτων χαρίτων λήθην οὕτω ταχεῖαν λαβόντες, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀμείβεσθαι βούλεσθε καὶ θάνατον ἄδικον κατ’ αὐτοῦ μελετᾶτε καὶ φόνον ἀνόσιον παραδοῦναι Πιλάτῳ; «Καὶ δήσαντες αὐτόν, φησίν, ἀπήγαγον καὶ παρέδωκαν τοῦτον Πιλάτῳ τῷ ἡγεμόνι».

Καλὰ τῶν ἀρχιερέων τὰ κατορθώματα· ἄρισται τῶν πρεσβυτέρων αἱ συμβουλίαι· ὄντως καλοῦ πνεύματος τέλη· τὸν ὑμέτερον βίον τοῖς ἀρχομένοις δεδώκατε, διδάσκοντες ἔργοις αὐτοὺς φθόνου μεστοὺς εἶναι καὶ φονικοὺς τὸν τρόπον καὶ μιαροὺς καὶ τῶν οἰκειοτάτων προδότας. «Καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι». Ἐμπλήσθητε τῆς φονικῆς ὑμῶν γνώμης, ὀψὲ γοῦν κόρον λάβητε τῆς μανίας, ἔκδοτον τοῖς φονευταῖς πεποιήκατε τὸν φθονούμενον, ἀναιρεθῆναι λείπετε μόνον. «Ὁ δὲ ἡγεμὼν ἠρώτησε τὸν Ἰησοῦν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Τοῦτο ὁ Πιλᾶτος οὐκ οἴκοθεν εἴρηκεν, ἀλλὰ ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ἀκούσας πρότερον. Ἐπεὶ δὲ γὰρ οὗτοι πᾶσαν αἰτίαν διαβολῆς κινήσαντες οὐκ ἔπειθον τὸν Πιλᾶτον πρὸς φόνον τοῦ δεσπότου χωρῆσαι, τελευτῶντες, ὡς νεωτεροποιὸν καὶ ἀντάρτην καὶ ἀνασείοντα τὸ πλῆθος εἰς ἀποστασίαν αὐτὸν ἐγκαλοῦνται, ἵνα κἂν οὕτως ἰσχύσωσιν. Διὸ καὶ πρὸς αὐτὸν φασίν· «εἰ τοῦτον ἀπολύσεις, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι». Ἀλλ’ ὁ μέν, οὐδὲ οὕτως αὐτοῖς πείθεται, ἀλλ’ ἐρωτᾶν καὶ ἐξετάζειν ἀκριβέστερον περὶ τούτου πειρᾶται. «Ὁ δὲ Ἰησοῦς ἔφη· σὺ λέγεις». Οὔτε παντελῶς ἀρνεῖται μὴ εἶναι βασιλεύς, οὔτε συγκατατίθεται τῇ σφῶν γνώμῃ γεμούσῃ διαβολῆς.

Τίνος δὲ ἕνεκα σιωπᾷ κατηγορούμενος ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων; Ἵνα δείξῃ διεφθαρμένον τὸ τούτων κριτήριον. Καὶ γὰρ βουλόμενος ἀπολογεῖσθαι πολλὰ λέγειν εἶχε δικαιώματα, οἷον ὅτι καὶ φόρον τῷ καίσαρι κατεβάλλετο καὶ ἄλλοις καταβαλεῖν ἐκέλευσε καὶ ὅτε ἤθελον αὐτὸν βασιλέα ποιῆσαι, οὐ κατεδέξατο, καὶ πολλὰ τοιαῦτα.

Ἀλλ’ οὐκ ἠθέλησεν, εἰδὼς ὡς οὐ δι’ αὐτῶν πείσῃ τοῦτον. Καὶ πολλὰ λέγων σφόδρα λυττῶνται τῷ φθόνῳ καὶ τὸν αὐτοῦ φόνον διψῶνται. Καὶ ἅμα διδάξαι βουλόμενος ἡμᾶς ὅσα εἰς ἄδικον δικαστήριον ἀπαντῶμεν καὶ διεφθαρμένους ὁρῶμεν τοὺς δικαίους σιωπᾶν καὶ μηδαμοῦ φθέγγεσθαι, μηδὲ τὰ ἴδια προσκομίζειν δίκαια. Οὐ μόνον γὰρ οὐδὲν ὠφελοῦμεν ἀλλὰ καὶ πολλὰ χείρους καὶ ἰταμωτέρους ἐργασόμεθα καθ’ ἡμῶν αὐτῶν εἰς ὀργὴν καὶ θυμὸν κινοῦντες αὐτούς· καὶ ἄλλως δέ, ἵνα μὴ μείζονα προξενῶμεν αὐτῶν τὴν κόλασιν διὰ τῆς ἀπολογίας τὸ αὐτοὺς καθιστῶντες ἁμαρτάνειν ἐν γνώσει. «Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σοῦ καταμαρτυροῦσι; καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδέν, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν». Τίνος δὲ ἕνεκα θαυμάζει ὁ ἡγεμών; ὁρῶν τὴν πολλὴν ἐπιείκειαν καὶ ἀνεξικακίαν αὐτοῦ καὶ ὅτι μυρία λέγειν ἔχων δικαιώματα, μᾶλλον ἐσιώπα. Καὶ γὰρ ἐβούλετο αὐτὸν ὁ Πιλᾶτος ἀπολογούμενον ἀπολυθῆναι, εἰδὼς τὸν φθόνον τῶν ἐγκαλούντων. Διὸ καὶ ἔλεγεν «οὐκ ἀκούεις πόσα σοῦ καταμαρτυροῦσι;» τουτέστιν ἀπεκρίθης· ἔχεις γὰρ τὸ δίκαιον μετὰ σεαυτοῦ. Οὕτω δὲ διὰ σπουδῆς ἦν αὐτῷ τὸ λυθῆναι τὸν Ἰησοῦν, ὥστε καὶ ἀντιστρέφει τὴν τάξιν καὶ αὐτὸν αἰτηθῆναι, μᾶλλον αὐτὸς αἰτεῖ, λέγων «τίνα βούλεσθε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;»

Εἰ γὰρ μὴ βούλεσθε, φησίν, ὦ ἀρχιερεῖς, ὡς ἀθῷον ἀφεῖναι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ· (ἔθος γὰρ ἔχουσι καθ’ ἑκάστην ἑορτὴν ἕνα τινὰ τῶν κακούργων ἐξαιτούμενοι λαμβάνειν καὶ ἀπολύειν).

Ἀλλ’ οὐδὲ οὕτως ἡμερώτεροι γίνονται. Οἱ δὲ ἐκθηριοῦνται μᾶλλον ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι. Διὸ καὶ «τοὺς ὄχλους πείθουσιν, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσι». «Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον κατ’ ὄναρ δι’ αὐτόν». Τίνος δὲ ἕνεκεν ἡ γυνὴ τὸ ὄναρ ὁρᾷ, καὶ οὐχ ὁ Πιλᾶτος; Οὐχ ὁρᾷς ὅτι ἐκείνη μᾶλλον ἀξία ἦν, ἢ ὅτι, εἰ εἶδεν αὐτός, οὐκ ἂν ἐπιστεύθη, ἢ εἰ καὶ ἔμελλε πιστευθῆναι, ἀλλ’ οὐκ ἂν ἐξεῖπε; Διὰ τοῦτο ᾠκονομήθη τὴν γυναῖκα ἰδεῖν. Εἰρώτησεν οὖν ὁ Πιλᾶτος πάλιν· «Τίνα βούλεσθε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ εἶπον· Βαραββᾶν. Λέγει αὐτοῖς· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ σταυρωθῆναι· ὁ δὲ ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν· οἱ δὲ περισσῶς ἔκραζον σταυρωθῆναι». Οὕτως ἐδίψων τοῦ φόνου τοῦ δεσποτικοῦ! Καὶ ὅμως ἀλλογενὴς οὗτος καὶ ἐθνικὸς ἀνανεύει καὶ ἀναδύεται πρὸς τὸν φόνον καὶ πάντα ποιεῖται ὥστε λῦσαι αὐτόν· οἱ δὲ μᾶλλον ἐπείγουσιν τὴν σφαγήν. Καὶ ὁ μὲν «λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· οἱ δὲ τὸ αἷμα αὐτοῦ ἔλεγον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν» καὶ καθ’ ἑαυτῶν καὶ τῶν παίδων ἐπεσπῶντο τὴν τοιαύτην ἀράν.

Οὕτως ἦσαν πεπωρωμένοι τῇ βασκανίᾳ, ὥστε καὶ ἑαυτοὺς ᾑροῦντο πᾶσι προδοῦναι κακοῖς, εἰ μόνον αὐτὸν ἀνέλωσι. «Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ». Ὢ καταδίκης ἀδίκου, ὢ ψήφου παραλόγου, ὢ γνώμης ἀκρατοῦς, ὢ τρόπου διεφθαρμένου! Πῶς οὐκ ἐνέμεινας, ὦ Πιλᾶτε, τοῖς δεδογμένοις; πῶς οὐκ ἔσχες κυρῶσαι τὴν γνώμην; πῶς παρεσύρης τὸν λογισμόν; Οὐκ αὐτὸς ἔλεγες πρὸ μικροῦ «ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου»; οὐ «λαβὼν ὕδωρ τὰς χεῖρας ἔνιψας»; οὐ τοῖς μιερεῦσιν ἔλεγες, ὅπως ἐντρέπων, «τί γὰρ κακὸν ἐποίησεν»; οὐκ ᾔδεις σαφῶς ὅτι διὰ φθόνον σοὶ παρεδόθη; οὐ πάντα ἐποίεις, ὥστε ἀπολῦσαι αὐτόν; οὐκ εἶχες ἐξουσίαν τὴν ἀπὸ τῆς ἀρχῆς ἐλέγξαι μὲν ἐκείνους ὡς βασκάνους καὶ μιαρούς, ἀπολῦσαι δὲ τοῦτον ὄντα ὡς ἀνεύθυνον καὶ μηδὲν τὸ παράπαν ἠδικηκότα; Τίνος οὖν ἕνεκεν οὐ μέχρι τέλους ἀντέστης; Οὐδὲ σύμφωνα τὰ δεύτερα τοῖς προτέροις ἐπέθηκας, ἀλλὰ κουφοτέρᾳ γνώμῃ παρεσύρης τὸν λογισμὸν καὶ παραδίδως Ἰησοῦν τὸν ἀνεύθυνον πρὸς φόνον τοῖς στρατιώταις.