Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος (Νόθος)

Νικόλαος Καβάσιλας

Ο λυτρωτικός χαρακτήρας του πάθους και η θεία οικονομία

Θεολογική ανάλυση της ενανθρώπησης, της προσφοράς του αναμάρτητου Χριστού ως λύτρου και της απελευθέρωσης της ανθρωπότητας από την κυριαρχία του πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 6

Καὶ ὁ μὲν Σωτὴρ ἐγκλημάτων καὶ δίκης ἐλευθερώσας ἧκεν ἡμᾶς ἰδίοις παθήμασί τε καὶ πόνοις, μηδαμόθεν προσῆκον αὐτῷ τῶν τοιούτων. «Αὐτὸς γὰρ ἁμαρτίαν, φησίν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»· οὐδ’ εἶχεν οὐδεὶς αὐτοῦ περὶ οὐδενὸς ἐγκαλεῖν. Ἡμεῖς δὲ οἱ μυρίων ὄντες ὑπεύθυνοι δικῶν, θανάτου δίκην ἀδίκως ἐπάγομεν κατ’ αὐτοῦ. Ὢ τῆς ἀρρήτου σοφίας, ὢ τῆς ἀφάτου μακροθυμίας, ὢ τῆς πολλῆς ἀγαθότητος. Ὑπέστησε τὸ πρῶτον μὴ ὄντας ἡμᾶς· λόγῳ μόνῳ καὶ εἰκόνι τῶν ἄλλων ἁπάντων ἐτίμησεν, ἀθανασίαν παρέξειν ὑπέσχετο, αὐτονομίαν ἐχαρίσατο, γνώμῃ ἐκόσμησε τὴν κατὰ πάντων ἀρχήν, ἐντολὴν ἔδωκε γυμνάζουσαν εἰς ὑπακοήν, μυρίοις ἄλλοις ἐκόσμησεν ἀγαθοῖς· ἀθετήσαντας τὸν αὐτοῦ νόμον καὶ τὸν τῆς ἐντολῆς ὑπερβάντας ὅρον, οὐκ ἐκ μέσου πεποίηκεν, ἀλλὰ καὶ ἡ δοκοῦσα τιμωρία φιλανθρωπίας μεγίστης καὶ κηδεμονίας ἀπόδειξις ἦν, «ἵνα μὴ ἀθάνατον ᾖ, φησίν, τὸ κακόν».

Μετὰ ταῦτα νόμον ἔδωκεν, προφήτας ἀπέστειλεν, ἄνδρας δικαίους μέχρι τῆς οἰκονομίας ἀνέδειξε, στηλιτεύοντας μὲν κακίαν, ἐπαινοῦντας δὲ ἀρετήν, ἄλλα μυρία πρὸς διόρθωσιν τοῦ γένους ἐμηχάνησεν. Ὡς δὲ πάντα ποιῶν, ἀδιορθώτους ἑώρα καὶ ἃ ἐπετίθει φάρμακα ῥίπτοντας καὶ τὴν ἡμετέραν φύσιν πρὸς τὰ χείρω καταφερομένην ἀεί, τότε τὸ μέγα καὶ περιβόητον ἐπιτίθησι φάρμακον. Καὶ τῶν πατρικῶν κόλπων κενώσας ἑαυτόν, Θεὸς ὤν, ἄνθρωπος τὸ δι’ ἡμᾶς καὶ σῶμα φορεῖ καὶ διατρίβων ἡμῖν κοινωνεῖ καὶ δίαιτα καὶ πάντα γίνεται, πλὴν τῆς ἁμαρτίας, ἅπερ ἡμεῖς. Τέλος, καὶ ἑαυτὸν ὑπὲρ ἡμῶν ἐπιδίδωσι καὶ πάνθ’ ὅσα παθεῖν πιστεύεται πάσχει καὶ τὸ ἴδιον αἷμα ἐκχεῖ καὶ λύτρον δίδωσι καὶ λύει μὲν τῆς καταδίκης ἡμᾶς καὶ τῶν εὐθυνῶν, ἀπολύει δὲ τῆς δουλείας καὶ τῶν δεσμῶν τοῦ πικροῦ τυράννου, ἐλευθερίαν δὲ χαρίζεται καὶ ἀθανασίαν καὶ βασιλείαν οὐρανῶν δωρεῖται· ἁπλῶς εἰπεῖν, αὐτὴν τὴν ἡμετέραν φύσιν σύνεδρον ποιεῖται τῷ θεῷ καὶ πατρί. Ἆρα τούτων ἔχοι τις ἂν ἄλλο μεῖζον καὶ ἄριστον εἰπεῖν ἢ τὴν ἀνθρωπίνην φύσιν ἐγχωρεῖν δέξασθαι ἢ τὸν Θεὸν ἑτέρῳ χρήσασθαι τρόπῳ φιλανθρωπίας; οὐδεὶς οἶμαι. Οὔτε γὰρ τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν ἀγαθῶν ἄλλο τι μεῖζον ἔστιν εὑρεῖν. Καὶ τῆς περὶ ἡμᾶς ἀγαθότητος αὐτοῦ καὶ κηδεμονίας, ὁ τελευταῖος ὅρος οὗτός ἐστιν.

Τί γὰρ μεῖζον ἢ τὸ Θεὸν γενέσθαι τὸν ἄνθρωπον ἢ τὸν Θεὸν ὑπὲρ ἀνθρώπων ἀποθανεῖν; «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ», ὢ μυστηρίου φρικτοῦ, ὢ μεγίστης οἰκονομίας, ὢ παραδόξων πραγμάτων, πρὸς ἓν πέρας συντεινόντων ἁπάντων· ὑπὲρ τοῦ τὸν συνάνθρωπον εὖ παθεῖν. «Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν». Ἄλλο μὲν οὐδέν, ἡμᾶς αὐτοὺς δέ. Οὔτε γὰρ ἔστιν ἡμῖν τι τοιοῦτον, οἷον ἀντίρροπον ἑαυτῶν, οὔτε ὁ δεσπότης ἄλλο τι πρὸ ἡμῶν ἀπαιτεῖ. Ἐπιδῶμεν τοίνυν ἡμᾶς αὐτοὺς τῷ Θεῷ· «παραστήσωμεν αὐτῷ τὰ μέλη ἡμῶν θυσίαν ζῶσαν τῷ Κυρίῳ εὐάρεστον», ἢ κατὰ Παῦλον, «ὅπλα δικαιοσύνης εἰς ἁγιασμόν». Μᾶλλον δὲ καρποφορήσωμεν αὐτῷ τελείως, μὴ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν αὐτὴν καὶ νοῦν καὶ γνώμην καὶ πᾶσαν κίνησιν. Ἐπεὶ καὶ ὁ Σωτὴρ ὅλον ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα ἡμᾶς ἐξαγοράσῃ καὶ τῆς δουλείας ἐλευθερώσῃ.

Κατεῖχε μὲν γὰρ ἡμᾶς ὁ πονηρὸς ἐν τῷ ᾅδῃ δεσμίους καὶ τῇ αὐτοῦ τυραννίᾳ δουλεύοντας πεπραμένους τῇ ἁμαρτίᾳ· ἔδει δὲ μεγίστου τολμήματος ἡμῖν, ὅπως λυθῆναι καὶ τῆς δουλείας ἀπαλλαγῆναι. Οὐδεὶς δὲ ἦν τῶν ἀνθρώπων ἐλεύθερος, οὐδ’ ἀνέγκλητος, ὅς, εὐθύνης ἀπηλλαγμένος ὤν, ἐδυνήθη καὶ τοῖς ἄλλοις πρὸς τοῦτο ἀρκέσαι.

Ἀλλὰ καὶ μόνοι ἦμεν ἁπλῶς ἐν ἐπιτιμίοις τε καὶ δουλείᾳ. Οἱ δὲ ἀγαθοὶ καὶ θεοειδεῖς ἄγγελοι ἠβούλοντο μὲν ἡμῖν ἐξάπαντος τρόπου τὴν σωτηρίαν καὶ τὴν ἐπὶ τὰ κρείττω μεταβολήν, οὐκ εἶχον δὲ ὅλως πρὸς τοῦτο ἀρκέσαι οὔτε τῷ δικαίῳ οὔτε τῇ δυνάμει. Εἰ γὰρ ἦν ὅλως ἀγγέλῳ δυνατὸν ἐνανθρωπήσαντι, φησίν τις, τηρῆσαι τὴν φύσιν ἀμόλυντον καὶ τῆς ὑλικῆς προσπαθείας ἐκτός, τί ἐχρῆν σταυρωθῆναι τὸν υἱὸν τοῦ Θεοῦ; Τούτου δοκοῦντος ἀδυνάτου ὄντος, οὐδὲ τὸ δίκαιον ὅλως προσῆν.

Ἔδει γὰρ ὄντως ἄνθρωπον ἀναμάρτητον ὑπὲρ ἀνθρώπων ἁμαρτησάντων σὺν τῷ δικαίῳ παθεῖν καὶ οὕτω λῦσαι τοῦτον τῆς εὐθύνης καὶ τῶν δεσμῶν. Τοῦτο τοίνυν τὸ λύτρον μεγαλοπρεπῶς ἅμα καὶ φιλοτίμως καὶ ἤνεγκεν ὁ δεσπότης καὶ βουλόμενος καὶ δυνάμενος, ὅλην τὴν ἡμετέραν προσλαβόμενος φύσιν, μόνος ἁμαρτίας χωρίς. Καὶ ἔδωκεν ὅλον τὸν ἀνεύθυνον ἄνθρωπον, ὃν ἀνέλαβε, δικαιώσας, λέγω δὴ σῶμα καὶ θέλησιν καὶ ψυχήν, ὅλον τὸν ὑπεύθυνον ἐξαρνούμενος· τὸ γὰρ παθήμασι καὶ πληγαῖς εἶκον καὶ τελευτῆς θανάτου, τὴν δὲ ἀνίαις καὶ λύπαις ἐκδούς, χωρίσας τοῦ συντρόφου σώματος.

Διὸ καὶ ἔλεγε «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου». Τὴν θέλησιν δὲ ὑποτάξας τῷ Θεῷ καὶ πατρί, εἶπε γὰρ «πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ». Μᾶλλον δὲ ὑπὲρ ταύτης πάντα πεποίηκεν, ἵνα κτήσηται ταύτην καὶ πείσῃ θέλειν αὐτόν. Ἐπειδὴ τῶν μὲν ἡμετέρων ἁπάντων, λέγω δὴ ψυχῆς τε καὶ σώματος καὶ τῶν ἄλλων, καὶ μὴ βουλομένων, κύριος ἦν, ὡς δημιουργὸς καὶ δεσπότης, τῆς θελήσεως δὲ ἡμῶν καὶ τῆς γνώμης οὐδόλως ἐκράτει διὰ τὸ αὐτεξούσιον· ἀλλ’ ἦν αὕτη δουλεύουσα τῷ πονηρῷ κατὰ κράτος καὶ στέργουσα τὴν δουλείαν.

Τὸ δὲ χείριστον τῶν δεινῶν, ὅτι καὶ ἡδύμεθα συνόντες τοῖς κακοῖς δι’ αὐτὴν καὶ ἐχαίρομεν τούτοις ὡς ἀγαθοῖς. Ὅπερ οὐκ ἦν ὅλως ἀναδῦναι δυναμένων, οὐδὲ ἐλευθερίαν ζητῆσαι. Καὶ τί λέγω ζητῆσαι, οὐδὲ ὅλως ἐλπίσαι. Ταύτης τοίνυν τῆς οὕτω πικρᾶς δουλείας καὶ τυραννίδος τοῦ πονηροῦ ἐλευθέρωσεν ὁ δεσπότης ἡμᾶς οὐ βίᾳ, οὐδὲ τυραννίδι, οὐδὲ ἁρπάσας, ἀλλὰ δικαιοσύνῃ τοῦτο καὶ κρίσει ποιήσας καὶ τὴν ὠνὴν καταβαλὼν καὶ ἀγοράσας ἡμᾶς. Οὐκοῦν δοῦλοι ἐσμέν. Ἐπεὶ τιμῆς ἠγοράσθημεν, οὐδὲ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ ἐξωνημένου· οὐδὲ ἐξουσιάζομεν ἡμεῖς ἑαυτῶν, ἀλλὰ ὁ καταβαλὼν τὸ τίμημα ὑπὲρ ἡμῶν, εἴ γε τὰ δίκαια ποιεῖν ἐθέλοιμεν. Κατέβαλε δὲ ὁ Σωτὴρ οὐκ ἀργύριον, οὐδὲ χρυσίον, οὐδὲ ἀνδράποδα, οὐδὲ ἔπιπλον, ἀλλὰ φρικωδεστάτην τε καὶ ξένην ὠνήν· αἷμα, πῶς εἴπω, Θεοῦ. Ὥσπερ τοίνυν ὁ δοῦλος, οὐ πρὸς ἑαυτὸν ὁρᾷ, οὐδὲ τὰ ἑαυτοῦ μεριμνᾷ, ἀλλὰ τὰ τοῦ κυρίου αὐτοῦ καὶ πρὸς τὴν τούτου ζῇ γνώμην, οὕτω οὐδὲ ἡμεῖς ὀφείλομεν πρὸς ἄλλο τι ἔχειν τὸν νοῦν, οὐδὲ ἄλλο τι μεριμνᾶν ἢ μελετᾶν ὅλως ἢ τὰ τοῦ ἡμετέρου δεσπότου τε καὶ κυρίου, καὶ τοῦτον μόνον φιλεῖν ὅλῃ ψυχῇ τε καὶ γνώμῃ καὶ στέργειν καὶ τοῦτον ἐθέλειν καὶ τὰ αὑτοῦ πάντα καὶ μόνον φαντάζεσθαι νύκτωρ καὶ μεθημέραν καὶ ζητεῖν ἐξάπαντος τρόπου εἴ γε δοῦλοί ἐσμεν εὐγνώμονες καὶ μὴ πρὸς τὴν δουλείαν ἀφηνιάζομεν.

Σκοπῶμεν δὲ κᾀκεῖνα. Οἱ μὲν γὰρ ἄλλοι δοῦλοι, λέγω δὴ τῶν ἀνθρώπων, κόπτονται καὶ κακοπαθοῦσιν αὐτοὶ διὰ βίου μοχθοῦντες, καὶ καρποῦνται λύπας ἰδίας, ἡδονὰς καὶ κέρδη τοῖς δεσπόταις αὐτῶν προσπορίζοντες. Ὁ δὲ ἡμέτερος δεσπότης οὐχ οὕτως ἀλλὰ πᾶν τοὐναντίον. Αὐτὸς μὲν εἰς ἑαυτὸν ἀναδέχεται τοὺς πόνους καὶ τὰς λύπας καὶ τὰς πληγάς, τὴν δὲ χαρὰν καὶ τὸ ἀπὸ τῶν πόνων κέρδος τοῖς δούλοις ἡμῖν προξενεῖ, «εὖ δοῦλε, λέγων, ἀγαθὲ καὶ πιστὲ ἐπὶ πολλῶν σὲ καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου». Διὰ τί ἢ ὅτι δοῦλος εὐγνώμων ἔμεινας μόνον καὶ ἐν ὀλίγοις ἐφάνης πιστός. Καὶ τοὺς μὲν ἄλλους, δεσπότας καὶ κυρίους, ὁ πολιτικὸς νόμος τῶν τε σωμάτων καὶ ὧν κέκτηνται πάντων οἱ δοῦλοι ποιεῖ, εἴ γε μὴ ἀπολύσωσιν αὐτοὶ τῆς δουλείας αὐτούς. Ὁ δὲ τοῦ ἡμετέρου δεσπότου νόμος, μᾶλλον κυρίους καὶ κληρονόμους τοὺς δούλους τῶν τοῦ δεσπότου πάντων ποιεῖ. Καὶ τί λέγω πάντων; τῆς βασιλείας αὐτῆς. «Δεῦτε γάρ, φησίν, οἱ εὐλογημένοι τοῦ πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου».

Ὢ θαυμαστῆς φιλοτιμίας δεσπότου! ὢ φιλανθρωπίας ἀφάτου! οὐδὲν ἄλλο, φησίν, αἰτῶ παρ’ ὑμῶν ἢ μόνον φιλεῖν καὶ κύριον νομίζειν ἐμὲ καὶ τὴν δουλείαν μὴ φεύγειν καὶ κληρονόμους καὶ κυρίους τῶν ἡμετέρων πάντων ποιῶ. Στέρξωμεν τοίνυν δουλείαν, ἐλευθερίας πρόξενον, βασιλείαν δωρουμένην. Ἀγαπήσωμεν δεσπότην πάντα ὑπὲρ δούλων καὶ βουλόμενον καὶ δυνάμενον ἐνεγκεῖν καὶ ὑπὲρ αὐτῶν ἀποθνῄσκειν ἐθέλοντα καί, τὸ μέγιστον, οὐδὲν ἀπαιτοῦντα παρ’ ἡμῶν ἀντὶ τούτων· οὔτε ἐπίπονον, οὔτε λυπηρόν, οὔτε βαρύ τι καὶ φορτικόν, ἀλλὰ πᾶν τοὐναντίον· ἄνεσιν καὶ εἰρήνην καὶ ἀνάπαυσιν μᾶλλον ἡμῖν αὐτὸν παρεχόμενον. «Δεῦτε γάρ, φησίν, πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς». Καὶ πάλιν· «ὁ ζυγός μου χρηστός ἐστι καὶ τὸ φορτίον μου ἐλαφρόν».