Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸ πάθος τοῦ σωτῆρος (Νόθος)

Νικόλαος Καβάσιλας

Προτροπή και τελική δοξολογία

Νουθεσία για τη διαρκή μνήμη των θείων δωρεών, την ακολουθία του παραδείγματος του Κυρίου και η επισφράγιση της ομιλίας με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 6 από 6

Ταῦτα τοίνυν ἅπαντα καλῶς εἰδότες ἡμεῖς, ταῦτα λογιζόμενοι καὶ στρέφοντες ἐν τῇ διανοίᾳ ἀεὶ καὶ μελετῶντες νύκτωρ καὶ μεθημέραν, σπουδάσωμεν μή ποτε κατόπιν ἀπολειφθῆναι τοῦ καλοῦ καὶ τῆς ἀρετῆς. Μηδὲ κακοὶ φανῶμεν οἰκονόμοι τῶν ἤδη δεδομένων, μηδὲ πονηροὶ καὶ ἀχάριστοι δοῦλοι, λήθην οὕτω ταχεῖαν λαβόντες τῶν ὑπηργμένων ἡμῖν πολλῶν καὶ μεγάλων δωρεῶν παρὰ τοῦ Θεοῦ καὶ ὡς παντάπασιν ἀχρεῖοι δοῦλοι αὐτῶν τε τούτων καὶ τῶν προσδοκωμένων ἐκπέσωμεν ἀγαθῶν καὶ κολάσει αἰωνίᾳ παραδοθῶμεν. Ὃ μὴ γένοιτο ἡμῖν! Ἀλλὰ προθύμως ἀκολουθήσωμεν τῷ ἡμετέρῳ δεσπότῃ καὶ κηδεμόνι καὶ διδασκάλῳ κατ’ ἄκρας ἐχόμενοι τῶν ἰχνῶν, εὐθὺ τῆς βασιλείας ἡγουμένῳ καὶ ὁδηγοῦντι ἡμᾶς, οἷς τε εἴρηκεν, οἷς τε ἐδίδαξεν, οἷς τε ἐνομοθέτησεν καὶ οἷς ὑπὲρ ἡμῶν ἔπραξέ τε καὶ ἔπαθεν παρὰ πάντα τὸν βίον, ὑπογραμμὸν καὶ τύπον ἡμῖν διδοὺς καὶ τῆς ἀρίστης πολιτείας τὴν ὁδὸν ἐξηγούμενος.

Ἵνα δὴ καλῶς τε καὶ ὡς προσήκει τὸν ἡμέτερον βίον οἰκονομοῦντες καὶ ἀξίως τῶν ἐντολῶν τούτου ἀναστρεφόμενοι δυνηθῶμεν καὶ τῶν ὁρωμένων τε καὶ ἀοράτων περιγενέσθαι ἐχθρῶν, καὶ οὕτω τὸν παρόντα βίον καλῶς διανύσαντες καὶ ἀξίως τῆς ἡμετέρας ἐλπίδος καὶ πίστεως καταλύσαντες, τυχεῖν καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ταπεινώσαντος ἑαυτὸν δι’ ἡμᾶς μέχρι καὶ δούλου μορφῆς καὶ παθόντος ὑπὲρ ἡμῶν καὶ σταυρωθέντος καὶ ταφέντος καὶ ἀναστάντος Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει [δόξα αἰώνιος. Ἀμήν].