Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν νέον

Νικόλαος Καβάσιλας

Προοίμιο και σκοπός του εγκωμίου

Ο συγγραφέας αναφέρει τους λόγους συγγραφής του λόγου και επικαλείται τη συνδρομή του μάρτυρος για την ολοκλήρωση του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 6

ΝΙΚΟΛΑΟΥ ΚΑΒΑΣΙΛΑ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΑΝΔΡΕΑΝ ΤΟΝ ΝΕΟΝ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΤΟΝ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ ΔΡΟΜΟΝ ΔΙΗΝΥΚΟΤΑ. Ἐγὼ δέ σου (πῶς ἂν εἴποις;) ἐρῶν, ὦ Χριστοῦ μάρτυς Ἀνδρέα, καὶ τὰ σὰ (πῶς οἴει;) μάλιστα πάντων καὶ φιλῶν ἀεὶ καὶ θαυμάζων, καὶ τοῖς σοῖς ἔγνων ἐπιβαλεῖν ἐγκωμίοις καὶ πρὸς τοὺς ὑπὲρ σοῦ λόγους καθεῖναι ἐμαυτόν, ὁμοῦ μὲν οἷς ἔχω τὸν περί σέ μου τουτονὶ πόθον ἀποδιδούς, ὁμοῦ δὲ καὶ χαρίζεσθαι ἔχων τοῖς εἰς τὴν σὴν τελοῦσι χορείαν καὶ πρὸς τοὺς σοὺς ἐπαίνους σκιρτῶσι καὶ τὰ σὰ θαύματα· ἔπειθ’ ὅτι καὶ δεινῶς ἄτοπον, εἰ τοσοῦτον λόγον ἔχων τῶν ἡμετέρων καὶ ἐν ἅπαντι τῷ χρείας ἱσταμένῳ γινόμενος ἡμῖν ἐν καιρῷ καὶ χεῖρα σῴζουσαν ὑπερίσχων, ἔπειτ’ οὐ κομίσῃ παρ’ ἡμῶν ἀντὶ τουτωνὶ τῶν μεγίστων ὅσα γε δυναμένων ἐστίν. Οὕτω μὲν οὖν ἡμῖν ὁ λόγος καὶ διὰ ταῦτα· σὺ δέ, θεία καὶ ἱερὰ κεφαλή, τήν τε ἄλλην δίδου τύχην καὶ χάριν καὶ τοῦ παρόντος ἔφαψαι λόγου· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, “οὐδ’ εἴ μοι” κατὰ τὸν ποιητὴν “δέκα μὲν γλῶσσαι δέκα δὲ στόματ’ εἶεν”, τοὺς ὑπὲρ σοῦ λόγους μετὰ ῥᾳστώνης διενεγκεῖν, σοῦ, μέγιστ’ ἀνθρώπων, μὴ συνεφαψαμένου τοῖς λόγοις.