Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν νέον

Νικόλαος Καβάσιλας

Ομολογία πίστεως και φρικτά βασανιστήρια

Ο άγιος ομολογεί με παρρησία τον Χριστό ελέγχοντας τους βαρβάρους, και υπομένει με υπερφυσική καρτερία τα φρικτά βασανιστήρια, εκπληρώνοντας τον πόθο του για μαρτύριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 6

Οὕτως, ὦ θεία καὶ ἱερὰ κεφαλή, διὰ πάντων τῶν βελτίστων καὶ παρὰ θεῷ καὶ ἀνθρώποις μεγάλων ἀξιουμένων πραγμάτων μετὰ πολλοῦ τοῦ μείζονος ἧκες καὶ κατὰ πάντων ἐν τούτοις τὸ κράτος εἴληφας. Ἀλλὰ γὰρ καιρὸς ἤδη διεξιέναι τούς τε μεγίστους καὶ ὑπερφυεῖς τοῦ ἀνδρὸς ὑπὲρ εὐσεβείας ἀγῶνας καὶ τὴν διὰ μαρτυρίου καὶ αἵματος τελευτήν, καὶ δεῖξαι κἀνταῦθα μὴ μόνον πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ καὶ πρὸς ἀρχὰς καὶ πρὸς ἐξουσίας μετὰ πολλοῦ τοῦ περιόντος ἀγωνιζόμενον καὶ νικῶντα καὶ στεφανούμενον· ἁπάσης γὰρ γεώδους καὶ ὑλικῆς προσπαθείας παντάπασιν ἀποστάς, καὶ τὴν ψυχὴν ἀπειλικρινημένην καὶ καθαρὰν τῆς ἐντεῦθεν ἀχλύος παρασκευάσας τῷ μηδὲν ὅλως τῶν εἰς τοῦτο φερόντων ἔξω καταλιπεῖν ἑαυτοῦ καὶ τοῦ κατ’ αὐτὸν βουλομένου, ἐπόθει καὶ τὴν ἀνάλυσιν καὶ τῷ καθαρῷ καθαρῶς συγγενέσθαι Χριστῷ, ἵν’ ὥσπερ ἄρα τοῦ πάθους, οὕτω καὶ τῆς ἀναστάσεως καὶ τῆς δόξης κοινωνὸς αὐτῷ κατασταίη.

Ποθοῦντι δὲ οὐκ εἰκὸς ἐδόκει τὴν ἑπομένην τῇ φύσει μοῖραν ἀποσκοπεῖν ὡς κατά τινα ξυντυχίαν καὶ τῆς τελευτῆς πεπειρᾶσθαι, ἀλλ’ ὥσπερ παρὰ τὸν ἅπαντα χρόνον πάντα τἆλλα κατὰ Χριστὸν ἐποίει καὶ διὰ Χριστόν, καὶ πάντα κατὰ τὴν ἐκείνου γνώμην ἐδημαγώγει, καὶ νοῦν καὶ βίον καὶ πρᾶξιν καὶ γλῶσσαν καὶ αἴσθησιν, μέχρι καὶ σχήματος καὶ βαδίσματος, οὕτως ὠήθει δεῖν ἐπαγαγεῖν καὶ τὴν τελευτήν, καὶ ὑπὲρ αὐτοῦ καὶ τοῦτο παθεῖν, ἵνα καὶ διὰ πάντων ἄριστος ᾖ, ἐκ κεφαλῆς εἰς πόδας τὸ γιγνόμενον σῴζων.

Δηλώσει δ’ ὁ λόγος τοῖς περὶ τὴν Παλαιστίνην βαρβάροις εἰς τοσοῦτον ἀνοίας ἐληλακόσιν, ὡς θεὸν μὲν καταλιπεῖν τὸν ποιήσαντα καὶ τὸ φρονεῖν ἃ τούτου πέρι καὶ φρονεῖν καὶ λέγειν προσῆκεν, ἀνδρὶ δέ τινι κακοδαίμονι ὅσα καὶ μεγίστῳ νομοθέτῃ προσέχειν καὶ μετὰ Μωσέα τὸν πάνυ ὥσπερ τινὶ δευτεραγωνιστῇ τῶν νόμων “τῷ κάκιστ’ ἀπολουμένῳ” κεχρῆσθαι, τὴν μὲν θείαν καὶ ὑπερφυᾶ τῆς τῶν ἀνθρώπων σωτηρίας οἰκονομίαν ἀθετοῦντι καθάπαξ, νόμους δέ τινας παρὰ τοὺς θείους νόμους τιθέντι, παθῶν αἰσχίστων συνηγόρους καὶ προστάτας ἐπιεικῶς. Τούτοις τοίνυν οὕτως ἔχουσι δυσχεράνας ὥσπερ ὁ μέγας, ἐκκλησιάζουσί ποτε καὶ θύουσιν ἐπιστάς, ἐπειδήπερ ἑώρα ἑὸν κακὸν ἀμφαγαπῶντας (κατὰ τὸ ἔπος) καὶ τὴν ἑαυτῶν ἐξώλειαν δι’ ἡδονῆς ἐπισπεύδοντας, τοῦτο μὲν κατελεήσας ἐκείνους, τοῦτο δὲ καὶ τοῦ διὰ Χριστὸν ἐκχέαι τὸ αἷμα εἰς ἔρωτα (πῶς οἴει;) διάπυρον καταστάς, Χριστὸν μὲν ἀνακρύπτει ὡσεὶ θεοῦ υἱὸν ἐόντα, εἰς δὲ τὴν βαρβάρων ὑβρίζει θρῃσκείαν, τοὺς δὲ ἠπατημένους ἀποκαλεῖ, οὕτω μὲν τὴν τοῦ θεοῦ ὁδὸν τὴν εὐθεῖαν καταλιπόντας, οὕτω δὲ τὴν πρὸς ἀπώλειαν ἄγουσαν ἑλομένους, μηδ’ ἡγουμένους Χριστὸν τὸν σταυρωθέντα θεόν, ὃν θεὸν ἡγεῖσθαι μάλιστ’ ἐχρῆν καὶ τοῦ παντὸς τοῦδε δημιουργόν.

Καὶ ὁ μὲν οὕτω δήπου τοῦ περὶ Χριστὸν πόθου τὸ πῦρ κατέχειν οὐκ ἔχων, καὶ λέγων ἄρα καὶ πράττων ἦν, τοῦτο μὲν ὑπὲρ αὐτοῦ θανατῶν, τοῦτο δὲ καὶ συναχθόμενος αὐτῷ τῆς παρὰ τῶν ἀσεβούντων ὕβρεως· ἐκείνῳ γὰρ κατὰ Παῦλον τὸ μὲν ζῆν ἐν Χριστῷ καὶ κατ’ ἐκεῖνον δήπου καὶ δι’ ἐκεῖνον, τὸ δὲ δι’ αὐτὸν ἀποθανεῖν κέρδος τοῦ παντὸς τιμώμενον.

Τοῖς δὲ βαρβάροις ἐπὶ τοῖς λεχθεῖσι καὶ θαυμαστῇ παρρησίᾳ τοῦ ἀνδρὸς δέον ἐκπλήττεσθαι καὶ θαυμάζειν καὶ πείθεσθαι τὰ δέοντα καὶ συνεχομένῳ σφίσι καὶ συμβουλεύοντι, τοῖς δὲ ὀργισθεῖσιν (ἀσπίδες γὰρ ἦσαν, τοῦ κακούργου ὄφεως μαθηταί, τὰ ὦτα βύοντες καὶ μισοῦντες ἔλεγχον ἐν πύλαις, κατὰ τὸν ψαλμῳδόν), εἰς βασάνους ὁρᾶν ἐπῄει καὶ ὅπως ἂν τὸν ὑβρικότα ἀμύνοιντο.

Δεσμὰ μὲν οὖν εὐθὺς τὸν μάρτυρα εἶχον καὶ κολαστήρια, χάριτας ὁμολογοῦντα θεῷ, καὶ σὰρξ μὲν διελύετο καὶ διασκεδαννυμένη τὸν ἀέρα ἐπλήρου, πολὺν ἐντιθεῖσα φόβον τοῖς τοῦ ἀέρος ἄρχουσιν, ἐρρύη δὲ ἀπὸ πηγῆς τὸ αἷμα, τὸ σῶμα τὸ θεῖον ἐκεῖνο ἐρυθρὸν ἀποφαῖνον καθάπαξ καὶ τῆς σαρκὸς ἐκλιπούσης ἀντὶ σαρκὸς γινόμενον· δήμιοι δὲ ἠτόνουν καὶ φανερῶς ἡττῶντο τῆς ἀνδρίας τοῦ μάρτυρος καὶ τῆς ὑπερφυοῦς καρτερίας. Ὁ δὲ ὥσπερ μηδενὸς εἰς πεῖραν ἥκων τῶν δυσχερῶν οὕτω διέκειτο, δεικνὺς διὰ τούτων, ὡς οὐδέν τι τῶν πάντων τοῦ περὶ Χριστὸν ἀποστήσει πόθου· ἀλλὰ κἂν τὰ πάντων δεινότατα ἀπειλῆται, κἂν ὁ Φαλάριδος ταῦρος, κἂν ὅ τι ἂν εἴποι τις, οὐδὲν μᾶλλον ὑφεῖναι πείθει τοῦ περὶ ταῦτα τόνου καὶ τῆς μεγίστης ὑπὲρ εὐσεβείας ἐνστάσεως.

Καὶ ἑώρα μὲν σάρκας διαρρυείσας, ἄρθρα διαλυόμενα, αἷμα καταρρέον, ἀνασπωμένους ὄνυχας, καὶ ὁρῶν ὁ γεννάδας ὡς ἀληθῶς καὶ σιδήρου παντὸς στερρότερος, οὐδὲν ὁπωσοῦν πρὸς ταυτὶ τὰ δεινὰ δυσανασχετῶν, ὁ δὲ καὶ χάριτας εἰδέναι τοῖς ἐπενεγκοῦσι καθωμολόγει· καὶ χεῖρας φανερῶς αἴρων ὑπὲρ ἐκείνων καὶ τὰ βέλτιστα σφίσι συνευχόμενος ἑωρᾶτο κατὰ τὸν ποθούμενον Ἰησοῦν, ὃν εἰρηνικὸν ᾔδει καὶ πρᾶον, εἰς εὐεργετοῦντας καὶ κακουργοῦντας τιθείς, μᾶλλον δὲ οὐδὲ κακουργοῦντας τούτους εἰδώς, ἀλλὰ τῶν μάλιστα πάντων ἐκείνῳ κεχαρισμένων προξένους ἠμείβετό τε τῶν παιδικῶν καὶ πρὸς ἀνάγκην τὰ εἰκότα ἀπεδίδου οὕτω μὲν μετανιστᾶσι τῶν κάτω καὶ ὧν ἀπαλλάξαι (πῶς δοκεῖς;) ἐκ πλείονος ἤρα, οὕτω δὲ πρὸς τὸν ποθούμενον Ἰησοῦν καὶ ὑπὲρ οὗ τὰ πάντα καὶ ἐποίει καὶ ἔπασχε παραπέμπουσι.

Καὶ ὁ μάρτυς μὲν οὕτω δήπου πάσης ἑορτῆς ἡδίους καὶ ποθεινοτέρας τὰς ὑπὲρ Χριστοῦ βασάνους ἡγεῖτο, καὶ οὕτως εἶχε πρὸς τὰ ὑπὲρ ἐκείνου δεινά, παντὸς ἀναξάρχου μᾶλλον ἐν τοῖς δυσχερέσι φιλοσοφῶν καὶ περὶ τὰ δεινὰ δήπου τὰ γιγνόμενα σῴζων καὶ μάλα σαφῶς βεβαιῶν, ὡς μόνῳ τῷ Χριστῷ καὶ ἦν καὶ ἔζη καὶ ἐκινεῖτο· οἱ δ’ ἀσεβοῦντες ἀπειρηκότες καθάπαξ, πάντα μὲν καὶ λέγοντες καὶ ποιοῦντες, ἀνύσαι δὲ μηδὲν ἔχοντες (πάντα γὰρ περὶ οὐδενὸς ἦν ἐκείνῳ τῆς εὐσεβείας ἀντεχομένῳ, καὶ ἀγαθῶν ἐπαγγελίαι καὶ βάσανοι), θάνατον καταψηφίζονται τοῦ ἀνδρός.