Τὸν μάρτυρα μὲν οὖν εἶχε τὸ δεσμωτήριον χαίροντα μὲν καὶ συγχαίροντα ἑαυτῷ τοῦ διὰ Χριστὸν παθεῖν καὶ ὅσον οὔπω τεθνήξεσθαι, χάριτας δὲ πολλὰς εἰδότα θεῷ τῆς καλῆς ταύτης ἕνεκα ψήφου καὶ διὰ πάντων ἐκείνῳ κεχαρισμένης· τοῖς δὲ φονῶσιν ἐκείνοις, ἵνα μηδεὶς ἔτι τῶν ἁπάντων εἰς τοῦτο τόλμης ἀφίκοιτο, μηδ’ ἐξῇ μηδενὶ εἰς τὴν ἐκείνων ὑβρίζειν θρῃσκείαν, εἰκός γε ἐδόκει καὶ μάλα συμβαῖνον τοῖς πράγμασιν ἑαυτῶν πρῶτον ἁπάντων, τῶν κατὰ τὴν πόλιν ἀπὸ κοινοῦ γενομένων, τὸν ἄνδρα τὸν θάνατον ὑποσχεῖν, καὶ θεωμένων καὶ ἀκουόντων ἅ τε ἔδρασε καὶ ἣν τῆς τόλμης δίδωσι δίκην. Ἐπεὶ δὲ ἐκήρυττον μὲν ἐκεῖνοι, πάντες δὲ ἤδη παρῆσαν, καὶ ὅσοι τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, καὶ πλῆρες μὲν τὸ θεάτρον ἦν, “τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στοναχίζετο γαῖα”, εὐπρεπῆ δὲ ἤδη καὶ ξίφη καὶ χεῖρες δημίων ἦσαν, ἐπεὶ ταῦτα ἦν, ἐξήγετο τοῦ δεσμωτηρίου ὁ μάρτυς, ἡ τῆς Ἐκκλησίας ὑπόθεσις, ὥσπερ νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ, εἶπεν ἂν ὁ θεῖος Δαυίδ, μετὰ φωνῆς ἀγαλλιάσεως ᾄδων· “Σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ”· μηδὲν φόβου σύμβολον ὑποφαίνων, ὥσπερ εἰς ἑορτὴν οὐχὶ πρὸς θάνατον ἥκων· ὅλος γὰρ ἐγεγόνει τῶν οὐρανίων καὶ Χριστὸν μόνον ἑώρα, Χριστῷ συνέχαιρε, ἐκείνου μόνου καὶ τῶν ἐκείνου καὶ πρὸ τῆς ἐκδημίας καταπολαύων.