Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν νέον

Νικόλαος Καβάσιλας

Δημόσιο μαρτύριο και τελείωση

Η δημόσια δοκιμασία του αγίου στο θέατρο, η υπομονή των θανατηφόρων πληγών, η παράδοση του σώματός του στο πυρ και η ένδοξη μετάβαση της ψυχής του στους ουρανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 6

Τὸν μάρτυρα μὲν οὖν εἶχε τὸ δεσμωτήριον χαίροντα μὲν καὶ συγχαίροντα ἑαυτῷ τοῦ διὰ Χριστὸν παθεῖν καὶ ὅσον οὔπω τεθνήξεσθαι, χάριτας δὲ πολλὰς εἰδότα θεῷ τῆς καλῆς ταύτης ἕνεκα ψήφου καὶ διὰ πάντων ἐκείνῳ κεχαρισμένης· τοῖς δὲ φονῶσιν ἐκείνοις, ἵνα μηδεὶς ἔτι τῶν ἁπάντων εἰς τοῦτο τόλμης ἀφίκοιτο, μηδ’ ἐξῇ μηδενὶ εἰς τὴν ἐκείνων ὑβρίζειν θρῃσκείαν, εἰκός γε ἐδόκει καὶ μάλα συμβαῖνον τοῖς πράγμασιν ἑαυτῶν πρῶτον ἁπάντων, τῶν κατὰ τὴν πόλιν ἀπὸ κοινοῦ γενομένων, τὸν ἄνδρα τὸν θάνατον ὑποσχεῖν, καὶ θεωμένων καὶ ἀκουόντων ἅ τε ἔδρασε καὶ ἣν τῆς τόλμης δίδωσι δίκην. Ἐπεὶ δὲ ἐκήρυττον μὲν ἐκεῖνοι, πάντες δὲ ἤδη παρῆσαν, καὶ ὅσοι τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, καὶ πλῆρες μὲν τὸ θεάτρον ἦν, “τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στοναχίζετο γαῖα”, εὐπρεπῆ δὲ ἤδη καὶ ξίφη καὶ χεῖρες δημίων ἦσαν, ἐπεὶ ταῦτα ἦν, ἐξήγετο τοῦ δεσμωτηρίου ὁ μάρτυς, ἡ τῆς Ἐκκλησίας ὑπόθεσις, ὥσπερ νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ, εἶπεν ἂν ὁ θεῖος Δαυίδ, μετὰ φωνῆς ἀγαλλιάσεως ᾄδων· “Σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ”· μηδὲν φόβου σύμβολον ὑποφαίνων, ὥσπερ εἰς ἑορτὴν οὐχὶ πρὸς θάνατον ἥκων· ὅλος γὰρ ἐγεγόνει τῶν οὐρανίων καὶ Χριστὸν μόνον ἑώρα, Χριστῷ συνέχαιρε, ἐκείνου μόνου καὶ τῶν ἐκείνου καὶ πρὸ τῆς ἐκδημίας καταπολαύων.

Οὕτως ὁ περὶ Χριστὸν ἔρως ὑπὲρ τὴν φύσιν αὐτὸν ἐτίθει καὶ τουτονὶ μόνον φαντάζεσθαι παρεσκεύασε Καὶ μέσος μὲν γίνεται τοῦ θεάτρου, αἴρει δὲ χεῖρας ὁσίας εἰς οὐρανὸν καὶ τὸν θεὸν εἰς συμμαχίαν ἐξεκαλεῖτο, καὶ παρεῖναι ἐδεῖτο ἐφ’ ᾧ τὸν ἀγῶνα θεῖναι ῥᾷστον ἀνύσαι. Καὶ ὁ μὲν παρῆν (πῶς γὰρ οὐκ ἔμελλε;), καὶ χάριτος πληροῖ τὸν ἀθλητὴν καὶ ἀλείφει πρὸς τὸν ἀγῶνα· ὁ δὲ τυχὼν εὖ μάλα τῶν ἐν ταῖς εὐχαῖς ποθουμένων, χάριτας καθωμολόγει θεῷ τῆς ταχίστης ταύτης ἐπικουρίας. Καὶ πρῶτα μὲν κατὰ τοῦ γλουτοῦ, εἶτα κατὰ τῆς γαστρὸς δέχεται τὴν πληγήν, καὶ τῶν ἔνδον εὐθὺς ἐκρυέντων ὁ γεννάδας ἐκεῖνος τοσοῦτον ἀπέσχε τοῦ καὶ ὁπωσοῦν τούτοις καταβεβληκέναι τὸ φρόνημα, ὥστε καὶ κόλπον μὲν ὑπέχει τοῖς ἐκρυεῖσι, χεῖ δὲ πάντα κατὰ τῆς κεφαλῆς, ὡς ἂν (οἶμαι) καὶ ὁ ἀθλητὴς ἄνωθεν καθαγιασθῇ καὶ ἣν εἶχεν ὑπεροψίαν τῶν σαρκικῶν πάντων ἀναφανῇ, καὶ ὡς οὐδὲν ἦν ἐκείνῳ πρὸς λόγον ἃ μέλει πᾶσιν, οἷς ὁ θεὸς ἡ κοιλία, τὸ πολίτευμα ἐν οὐρανοῖς ἐσχηκότι.

Καὶ τὸ θέαμα πάντας εὐθὺς τοὺς ὁρῶντας, ὅσοι φημὶ τῆς καθ’ ἡμᾶς ἦσαν φατρίας, πρὸς ἔκπληξιν ἐνῆγε καὶ θαῦμα, καὶ χαίρειν μὲν καὶ συγχαίρειν ἐκείνῳ ταυτησὶ τῆς φορᾶς, τὸν δὲ τῶν θαυμασίων ὑμνεῖν ὡς εἰκὸς θεόν, ὥστε γε καὶ κατὰ τὸν Δαυὶδ εὐλογεῖν καὶ πάντα τὰ ἐντὸς ἐκείνου τὸ ὄνομα τὸ ἅγιον τοῦ θεοῦ.

Οὕτως εἰς καρτερίας λόγον καινόν τι χρῆμα τὸ κατ’ αὐτὸν ἀνεφάνη τῷ βίῳ. Εἶθ’ ἑτέρα πάλιν πληγή, καὶ τὸ μὲν σῶμα πίπτει, φυσικαῖς εἶξαν ἀνάγκαις, εἰ καὶ μεῖζον τοῖς ὅλοις ἀνεφάνη τῶν φυσικῶν, διὰ πάντων καθάπαξ ὑπὲρ ταύτην γενόμενον. Εἶτα καὶ πυρὸς γίνεται ἔργον, καὶ προσάγεται τῷ θεῷ θυσία ζῶσα, ἁγία, εὐάρεστος, πάσης νομικῆς ἱερουργίας ἱερωτέρα. Τὴν δὲ ψυχὴν αἱ φίλαι χεῖρες εἶχον τοῦ Ἰησοῦ, πολλὰ ὑπὲρ ἐκείνου καὶ τῆς ἐκείνου δόξης καὶ ἀγάπης καμοῦσαν. Καὶ νῦν ἐκείνῳ συνοῦσα καὶ τῶν ἐκείνου χαρίτων ἀμέσως καταπολαύουσα καὶ ταῖς ἐκεῖθεν ἀκτῖσιν ὅλη φωτοειδὴς γεγονυῖα ἔστη καὶ τῶν πόνων καὶ τῆς ἐφέσεως, ἄνωθεν ἐποπτεύουσα τὰ ἡμέτερα καὶ τὰ βελτίω συνευχομένη.