Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν νέον

Νικόλαος Καβάσιλας

Μοναχικός βίος και ασκητικοί αγώνες

Περιγράφεται η αναχώρηση του αγίου στο Βυζάντιο, η μοναχική του κουρά, καθώς και η άκρα ταπεινοφροσύνη και τελεία αγάπη που επέδειξε κατά τους ασκητικούς του αγώνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 6

Ταύτην τοίνυν οὗτος ὥσπερ σύνοικον ἑλόμενος ἑαυτῷ καὶ μηδὲν ἡγούμενος τῶν ἁπάντων τοῦ κατ’ αὐτήν· πολιτεύειν οὔθ’ ἥδιον οὔτ’ ἀξιώτερον εἰς σπουδήν, πάντα μᾶλλον καὶ ποιεῖν καὶ πάσχειν ᾑρεῖτο, ἢ ταύτης καὶ μικρὸν ἀποστῆναι. Διὰ ταῦτα, τῶν γονέων γενομένων ἐξ ἀνθρώπων, εὐθὺς ἐκεῖνος οὐδὲν τῶν ἁπάντων ὑπολογισάμενος ὅλως, οὐ δόξης, οὐ δυναστείας ὄγκον, οὐ πατέρων οὐσίαν, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων, ἀλλὰ πάντα δεύτερα θέμενος τῆς ἀγάπης τοῦ δι’ ἡμᾶς τυθέντος Χριστοῦ, καὶ τοῦτον πρὸ πάντων καὶ ἀντὶ πάντων ἑλόμενος καὶ τῆς ἐκείνου προνοίας τὰ τῆς σωτηρίας ἐξάψας πείσματα, τῆς πατρίδος εὐθὺς ὡς εἶχεν ἀπαναστὰς πρὸς τὸ Βυζάντιον ἥκει, ἐφ’ ᾧ πάντων τῶν τοιούτων ἔξω γενόμενος ἔχει φιλοσοφεῖν τὰ γιγνόμενα, κἀνταῦθα τρίχα τε τέμνει καὶ πρὸς μονοτρόπους αὐτομολεῖ καὶ τἀκείνων διὰ πάντων τελεῖται. Καὶ τοίνυν πρῶτα μὲν τῶν γηΐνων πάντων παντάπασιν ἀποστὰς καὶ πατρίδος καὶ οἰκείων καὶ φίλων ἠλογηκώς, εἶτα καὶ ἑαυτὸν ἀπαρνεῖται καὶ τὸν σταυρὸν ἐπ’ ὤμων αἴρει καὶ τῷ κυρίῳ ἀκολουθεῖ κατὰ τὰς θείας καὶ σεπτὰς ἐντολάς, τὸ σῶμα μὲν ὑπωπιάζων καὶ δουλαγωγῶν (κατὰ τὴν Παύλου φωνήν), τὴν δὲ ψυχὴν καθαίρων τε καὶ λεπτύνων καὶ πρός τε θεωρίας ἑτοίμως ἔχειν παρασκευάζων καὶ τὰ θεῖα πράγματα.

Ἐντεῦθεν νηστείας καὶ ἀγρυπνίας καὶ τῶν ἄλλων ταυταισὶ συνημμένων ἐπὶ τοσοῦτον ἧκε καὶ οὕτω πάντας ἐν τούτοις μετὰ παντὸς τοῦ συγκεχωρηκότος ἐκράτησεν, ὡς μηδένα μὲν ἐπὶ γῆς σχεδὸν τὸν ἁμιλλώμενον ἴσχειν, πρὸς δὲ μόνους τοὺς ἀγγέλους ταυτηνὶ πεποιῆσθαι· οὐ γὰρ ἡ μὲν προθυμία μεγίστη τις ἦν καὶ τὸ βούλεσθαι, ἥ γε μὴν τοῦ κατὰ φύσιν ἀνάγκη παρῃρεῖτο τῆς θαυμασίας ἐκείνης τοῦ μεγάλου σπουδῆς, ἀλλ’ οὕτως ἐκεῖνος ἐν τούτοις εἶχε καὶ οὕτω μετεχείριζε τὰ τοιαῦτα, ὥσπερ ἢ μηδὲ τὴν ἀρχὴν ὄντος σώματος, ἢ ὄντος μέν, εἰς ἀνάγκην δὲ καταστάντος μὴ κατὰ φύσιν χωρεῖν, ἀλλὰ τῶν φυσικῶν καθάπαξ ἔξω γενόμενον τῶν τοῦ πνεύματος ἔχεσθαι.

Ἐντεῦθεν γυμνὸς μὲν τὸν πλεῖστον περιῄει χρόνον καὶ ἀνυπόδετος. οὐκ οἰκίαν ἔχων, οὐχ ὑπὸ στέγην ἀναπαυόμενος, ἵνα τοι κἀνταῦθα τὸν φίλον μιμήσηται Ἰησοῦν· ψύχει δὲ ἀέρος καὶ ἡλίου πυρὶ καὶ νιφάσιν οὐρανοῦ χειμῶνος ὥρᾳ ὥσπερ τις στερροτέρα φύσις ἀντεῖχεν, ἢ λήθην ἴσχων τῆς φύσεως. Πρῶτον μὲν οὖν σωφροσύνην, τὴν πλείστου ἀξίαν καὶ μετὰ τῶν ἀγγέλων τοὺς ἀνθρώπους τιθεῖσαν, ὥσπερ τινὰ δημαγωγὸν ἐφίστησιν ἑαυτῷ, καὶ τῷ νῷ μὲν καὶ τοῖς πάθεσι διαιτᾷ, τίθεται δὲ τῷ νῷ καὶ τὴν κρείττω δίδωσι ψῆφον· καὶ τὰς μὲν αἰσθήσεις μὴ πόρρω τοῦ λογιζομένου πίπτειν παρασκευάζει καὶ ἀσφαλοῦς, ἀλλ’ ὑπὸ σωφρονοῦντι πρῶτον ταττομένας τῷ λογισμῷ οὕτω τῷ γ’ αἰσθάνεσθαι χρήσασθαι· τῷ δὲ νῷ τὴν ἀρχὴν ἀποδίδωσι καὶ τὸ κατὰ φύσιν χωρεῖν, ὡς πάντων ἀνῃρημένον τὸ κράτος πρότερον οὕτω χρῆσθαι τοῖς πράγμασιν. Ἐντεῦθεν σωφρονεῖ μὲν ὄψις, σωφρονεῖ δὲ ἀκοή, παιδαγωγεῖται δὲ πάντα τὰ αἰσθητήρια. Νόμος δὲ καὶ μέτρον τίθεται πᾶσι, μὴ πᾶσι προσβάλλειν, μηδὲ πάντων αἰσθάνεσθαι, ἵνα μὴ καὶ τῶν χειρόνων καὶ τῶν ἐξ ὧν ἡ ἀπώλεια, καὶ ἐντεῦθεν τὸ μὲν φρόνημα τοῦ πνεύματος ἀνυψοῖ, τὸ δὲ φρόνημα τῆς σαρκὸς ὥσπερ δοῦλον ὑποπίπτειν παρασκευάζει τῷ πνεύματι καὶ τοῦ πεφυκότος ἐκστὰν ἕπεσθαι τῷ λόγῳ πρὸς ὕψος ἄγοντι.

Καὶ μὴν οὕτω διὰ πάντων ἐληλακότι, καὶ ταπεινοφροσύνης τοσοῦτος λόγος ἐκείνῳ καὶ οὕτω καὶ αὕτη τῷ ἀνδρὶ περιῆν, ὡς πάντας μὲν τοὺς ἄλλους ἐν πᾶσι τοῖς ἄλλοις, ἐν δέ γε τούτῳ τῷ μέρει καὶ ἑαυτὸν παρελαύνειν· ὥσπερ γὰρ μηδὲν πράττων, ὧν γε πράττειν προσῆκεν, ἀλλὰ τοσοῦτον ἀπέχων τῶν ἐπαίρειν εἰδότων, ὅσον μετεῖχεν. Οὕτω συντετριμμένην καὶ τεταπεινωμένην τὴν καρδίαν ἔχων (κατὰ τὸν ψαλμῳδόν) ἀεὶ διετέλει, καὶ πενθῶν καὶ σκυθρωπάζων διῄει ὥσπερ οἱ τῶν μεγίστων ἐγκλημάτων ὑπόχρεω, ὅς γε τὰ δέοντα καὶ εἰδὼς τοσοῦτον καὶ πράττων μάλιστα πάντων, ὡς καὶ μυρίοις ἄλλοις μελεδωνὸς σωτηρίας καταστῆναι δύνασθαι· ἔπειθ’ ἑαυτὸν ἡγεῖτο μηδὲ τῶν οἰκείων προστατεῖν ἀξιόχρεων, ἀλλ’ ὑφ’ ἕτερον τάττειν ἔγνω καὶ τούτῳ μόνῳ τὰ τῆς σωτηρίας πιστεύειν. Τοσοῦτος ἦν ἐκείνῳ τοῦ μετρίου λόγος, καὶ οὕτω κἀν τούτῳ τὸ παρὰ πάντων ἔσχεν ἀφεστηκός· τό γε μὴν τῶν πρὸς ἀρετὴν καθηγησομένων ἑκάστοτε δεῖσθαι δοκεῖν, ὥσπερ τῶν γινομένων καθάπαξ ἀσύνετος ὢν καὶ τῶν κατ’ ἀρετὴν ἱδρώτων ἢ τοῦ παντὸς ἢ τοῦ πλείονος ὑστερῶν, καὶ διὰ ταῦτα νῦν μὲν εἰς Μακεδονίαν, νῦν δ’ εἰς Παλαιστίνην καταίρειν, νῦν δὲ τὰ Ἱεροσόλυμα καὶ τὰς ἐρήμους περιιέναι· ἀλλὰ ταῦτά γε ποίας οὐκ ἂν εἴη ταπεινοφροσύνης ἐναργῆ δείγματα;

Οὕτως οὐκ ἦν οὐδὲν τῶν βελτίστων, ὃ μὴ περιῆν τῷ ἀνδρί. Καὶ μὴν καὶ ἀγάπην τὴν μεγίστην ἴσμεν τῶν ἀρετῶν καὶ κεφάλαιον νόμου καὶ προφητῶν, καὶ οὕτω βελτίω τῶν ἄλλων καὶ τοῦ παντὸς θεῷ τιμωμένην, ὡς πάντα τἆλλα ὅσα τοῖς ἀνθρώποις παρὰ θεοῦ γίνεται, τὸ μηδὲν ὅλως εἶναι ταύτης ἀπούσης, εἴτε γλώσσας τινὰς φήσεις, εἴτε χαρίσματα ἰαμάτων, κατὰ τὸν θεῖον ἀπόστολον. Ταύτης δὲ εἰς δύο διαιρουμένης, εἴς τε θεὸν καὶ ἀνθρώπους, οὐκ ἂν ἔχοις εἰπεῖν ἐν ὁποτέρῳ τούτων μᾶλλον τῶν ἄλλων Ἀνδρέας κρατεῖ καὶ ὦ μειζόνως ἐκλάμπει. Τοῖς μὲν οὖν ἀνθρώποις οὕτως ἐχρῆτο καὶ οὕτω τῶν ἰδίων τὰ τῶν ἄλλων περὶ πλείονος ἦγε καὶ τοῖς ὅλοις προὐτίθει, ὡς μὴ μόνον μηδενὶ διὰ βίου παντὸς εἰς ἔχθραν ἥκειν ποτέ, ἀλλὰ καὶ πάντας μονονοὺχ ὑπὲρ κεφαλῆς αἴροντα φαίνεσθαι, ὡς καὶ πάντας ἔχειν οὕτω φιλοῦντας καὶ οὕτω τῶν ἐκείνου πραγμάτων προκινδυνεύοντας καὶ πάντα δεύτερα τοῦ κατ’ αὐτὸν τιθεμένους, ὡς ἡδέως ἂν ὑπὲρ τούτων καὶ τὴν ψυχὴν αὐτὴν ἑλέσθαι προέσθαι.

Ὁ δὲ τὰ πρὸς ἀνθρώπους τοιοῦτος καὶ τοῦτον ἴσχων τὸν τρόπον, πηλίκον δεῖ τοῦτον νομίζειν ἐν τοῖς θείοις αὐτοῖς; τίς μὲν οὖν τοσοῦτον ἠγαπήκει θεόν, ὥσθ’ εἵνεκ’ αὐτοῦ καὶ πατρίδα καὶ οἰκείους καὶ φίλους καὶ τοὺς γινομένους καθ’ αἷμα καὶ πάντα περὶ ἐλάττονος θέσθαι, καὶ πρὸς ἄλλο μὲν μηδέν τι τῶν πάντων, πρὸς δ’ ἐκεῖνον μόνον τὴν ἐπιθυμίαν ἑκάστοτε τείνειν, κἀκείνῳ μόνῳ καὶ ζῆν καὶ κινεῖσθαι καὶ εἶναι, τοῖς ἄλλοις πᾶσι χαίρειν εἰπόντα; Τό γε μὴν ὑπὲρ ἐκείνου πάντα πόνον αἱρεῖσθαι καὶ πάσης ἄγειν ἑορτῆς ἡδίω τὰ σκάμματα, καὶ πᾶσι μὲν ἐπιβάλλειν καὶ παρὰ πᾶν τὸ ἐξόν, ἔπειτα μηδέν τι πράττειν ἡγεῖσθαι, ἢ πράττειν μέν, ἀλλὰ τῆς προθυμίας ἐλάττω, ἢ τῆς μὲν προθυμίας ἀξίως, τῶν πραγμάτων δὲ οὐκ ἀξίως, καὶ ταῦτα τοίνυν πῶς οὐ μεγίστου πόθου περὶ θεόν, ὥς γε ἐγὼ γινώσκω; Οὐ μὴν ἀλλ’ εἰ καὶ τῆς τελεωτάτης ἀγάπης καὶ ἧς οὐκ ἄν τι μεῖζον εὕροι τις ἄν, ἀπόδειξις ἐναργὴς (κατὰ τὸν θεῖον χρησμόν) τὸ καὶ ψυχῆς μηδένα λόγον ἴσχειν οἷ δεῖ τῶν φίλων προκινδυνεύειν, ἀλλὰ καὶ ταύτην ἑτοίμως ἔχειν προέσθαι ὑπὲρ τῶν ἐκείνοις λυσιτελούντων, ἦ που πρὸς αὐτὴν ἥκει τῆς ἀγάπης τὴν κορυφὴν ὁ ἀνήρ, οὕτω μὲν διὰ βίου παντὸς τῷ περὶ Χριστὸν ἔρωτι νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, οὕτω δὲ τελευτῶν καὶ τὴν ψυχὴν ὑπὲρ ἐκείνου θεὶς μετὰ πολλὰς μὲν βασάνους, πολλὰ δὲ τῆς ἀσκήσεως σκάμματα.

Οὕτως ἐκεῖνος πρός τε θεὸν πρός τ’ ἀνθρώπους εἶχε καὶ δι’ ἑκατέρων τὸν τῆς τελείας ἀγάπης ὅρον ὡς ἀληθῶς βεβαιοῖ. Καίτοι, εἰ τὸ ταύτην μόνην ἀσκεῖν, ἑτέρωθεν δὲ μηδαμόθεν ἔχειν ἐγκαλλωπίζεσθαι, πολλοῦ τινος ἄξιον τὸ καὶ ταυτησὶ καὶ συμπάσης ἄλλης ἀρετῆς μεθ’ ὑπερβολῆς ἐπ’ ἔσχατα ἥκειν, πῶς οὐκ εἰκότως τῶν μεγίστων ἂν ἀξιοῖτο καὶ παρὰ πάντων ἐν τῷ τοῦ καλοῦ καὶ δικαίου λόγῳ σχοίη τὸ συγκεχωρηκός;