Καὶ τοίνυν, ἐπεὶ τῶν γονέων γενομένων ἐξ ἀνθρώπων τῶν ἐκείνοις προσόντων ἐκεῖνος κύριος ἦν, καὶ πρὸς αὐτὸν μετεληλύθει καὶ πλοῦτος, καὶ δόξα, καὶ τὸ παρὰ βασιλεῦσι δύνασθαι, τῶν ἄλλων σχεδὸν ἁπάντων πολλὴν ἐκεῖθεν δεχομένων τὴν βλάβην, μόνος, ὡς εἰπεῖν, διαγέγονε, διὰ τούτων φανεὶς ἀμείνων, καὶ τὴν ψυχὴν βέλτιον πρᾶξαι παρασκεύασας, δι’ ὧν πολλοὶ δυστυχοῦσι. Τοῖς γὰρ δεομένοις ἑκάστοτε τῶν ὄντων παραχωρῶν καὶ μεταβάλλων, οἷς εἶχε, σφίσι τὴν τύχην, καὶ τῶν δυσχερῶν παραιρούμενος, ὅλην τὴν ἡμέραν, κατὰ τὸν Δαυΐδ, ἐλεῶν, ὥστ’ οὐκ εἶναι μηδένα, μὴ τῶν πολιτῶν αὐτῷ, μὴ τῶν ἄλλων Ἑλλήνων, ὃς προσελθὼν καὶ δεηθείς, οὐκ εὖ πεπονθὼς ἀπῆλθε, καὶ τὸν εὐεργέτην ὕμνησεν, ἑαυτὸν πολλῷ λαμπρότερον καὶ καλλίω τὸ καθ’ ἑκάστην ἔχον ἐδείκνυ, τῷ πρὸς τοὺς ὁμοφύλους διακειμένῳ, τὸν θεῖον ἔλεον ἕλκων. Καὶ μήν, οἷς μὲν ἦν αὐτῷ δυναμένῳ, τοῖς δεομένοις χεῖρα ὀρέγων, ἔχαιρε καὶ συνέχαιρεν ἑαυτῷ, οὐ μᾶλλον εὖ ποιεῖν ἢ πάσχειν νομίζων, οἷς δὲ μὴ πάντας ἀπαλλάττειν τῶν κακῶν ἔχων, πάντας ἐθέλων (ἀλλ’ ἦσαν οἳ τῆς τύχης οὐκ ἀγαθῆς ἐπειρῶντο), δῆλος ἦν αὐτὸς ἀνιώμενος οὐχ ἧττον, ἢ εἰ μετ’ ἐκείνων συμφοραῖς ἐκέχρητο, δῆλος ἐγένετο πάντας ἂν εὖ ποιῆσαι, εἰ μετὰ τοῦ βούλεσθαι καὶ τὸ δύνασθαι παρῆν· ὥστε εἰ δεῖ, τὴν προαίρεσιν σκοποῦντας, ἐκεῖθεν τὰς ψήφους ἐκφέρειν, πάντων ἐκεῖνος εὐεργέτης ἀνθρώπων.