Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον
Προοίμιο και έπαινος της Θεσσαλονίκης
Εισαγωγή στο χρέος του εγκωμιασμού του αγίου Δημητρίου και εκτενής έπαινος της γενέτειράς του, Θεσσαλονίκης, ως κέντρου παιδείας και ευσέβειας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και έπαινος της Θεσσαλονίκης
Εισαγωγή στο χρέος του εγκωμιασμού του αγίου Δημητρίου και εκτενής έπαινος της γενέτειράς του, Θεσσαλονίκης, ως κέντρου παιδείας και ευσέβειας.
ΝΙΚΟΛΑΟΥ ΚΑΒΑΣΙΛΑ ΠΡΟΣΦΩΝΗΜΑ ΕΙΣ ΤΟΝ ΕΝΔΟΞΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΔΗΜΗΤΡΙΟΝ ΤΟΝ ΜΥΡΟΒΛΥΤΗΝ. Πολλῶν ὄντων καὶ μεγάλων οὔμενουν οὐδὲ συνιδεῖν ῥᾳδίων τῶν εἰς ἐπαίνους Δημητρίῳ φερόντων, καὶ πάντων, ὧν αὐτῷ προσῆκεν, ἐπαίνου καθισταμένων, μᾶλλον δὲ παντὸς ὁτουοῦν τῶν ἐπαίνους δεχομένων καὶ Δημητρίῳ προσόντος πολλῷ τῷ ὄντι καὶ τὰς ἁπάντων γλώσσας ἐπὶ τὴν εὐφημίαν παρακαλούντων, οἶμαι μηδ’ ἡμᾶς ἂν εἰκότως ἔξω τοῦ γιγνομένου πεσεῖν νομισθῆναι, παρελθόντας αὖθις ἐπὶ τῷ τὰ τοῦ μεγάλου βοῆσαι. Εἰ μὲν γὰρ ἐξῆν ἅπαξ τι περὶ τοῦ κατ’ αὐτὸν εἰπόντας, καὶ τῶν εἰκότων εὐθὺς ἐπιτυχεῖς γενέσθαι, τοὺς λόγους τοῖς πράγμασι μάλα συμβαίνοντας ἀποδόντας, οὐκ ἂν ἴσως ἥρμοττεν ἔτι περὶ τούτων λόγον ποιεῖσθαι.
Ὅταν δ’ οὕτω θαυμαστῶς τοῖς ἅπασιν ἔχῃ καὶ οὕτως ὑπερφυῶν αὐτῷ τῶν ἐγκωμίων προσήκῃ, ὡς μὴ μόνον τοὺς ἅπαξ εἰπόντας εἴσω τῶν αὐτοῦ χαρίτων πίπτοντας εἶναι, ἀλλὰ καὶ τοὺς διὰ βίου γ’ ἂν εἴπερ ἐνῆν ταυτηνὶ σπουδὴν καὶ μελέτην, τοὺς ὑπὲρ αὐτοῦ λόγους ποιησαμένους, τίς οὐκ οἶδεν ὡς δίκαιός ἐστι θαυμάζεσθαι μὲν παρὰ πάντων, θαυμάζεσθαι δὲ οὐ κατὰ τοὺς ἄλλους, οὐδ’ ὥστε καὶ τοῖς ἐγκωμίοις ὅρους τιθέναι; μάλιστα μέν, ἐπεὶ θαυμαστός τις κόσμος ἀνθρώποις κατέστη, καὶ κοινὸν τοῦ γένους θαῦμα, καὶ δεῖ χάριτας αὐτῷ πάντας εἰδέναι ταυτησὶ τῆς φορᾶς, καὶ ὧν δι’ αὐτὸν μετέσχον ἐπαίνων. Ἔπειθ’ ὅτι καὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν ὑπῆρξεν ἀνθρώποις, καὶ πάντας εὖ πεποιημένος, πάντας τῶν ἐπαίνων ὀφειλέτας κέκτηται· καίτοι, εἰ κοινὸν τοῦ γένους πολέμιον, οὐκ ἔστιν ὃς οὐκ εἶπε κακῶς, ἦπου κοινὸς εὐεργέτης αὐτὸς ἀνθρώποις ἀναφανείς, ἕν τι τῶν δεινοτάτων, εἰ μὴ δ’ εὐγνωμονοῦντας ἕξει πρὸς τὰς εὐεργεσίας, καὶ ὧν εὖ πεπόνθαμεν μεμνημένους· ἀλλὰ περὶ μὲν τοὺς κακῶς ἡμᾶς εἰργασμένους τὰ εἰκότα σώζοιμεν, περὶ δὲ τὸν εὐεργέτην δόξαιμεν κακοί; παρὰ πάντα δὲ ταῦτα, εἰ τὸ τοὺς καλοὺς κἀγαθοὺς ἐπαινεῖν, οὐ μᾶλλον ἐκείνους ἐστὶ σεμνύνειν, ἢ σφᾶς αὐτούς, τίνα Δημητρίου πρότερον ἐπαινοῦντες δόξαιμεν ἂν ὑπὲρ ἡμῶν αὐτῶν βεβουλεῦσθαι;
Οὕτω παρὰ πᾶσιν ἀνθρώποις πολλῶν καὶ μεγάλων ἀξιοῦσθαι πραγμάτων, ἄριστε, ἀνθρώπων δίκαιος εἶ. Καὶ μὴν κἀκεῖνο δήπουθεν ἴσμεν, ὡς ἄρα πολλοὶ καὶ μάλα ἀγαθοὶ λέγειν τουτονὶ τὸν ἆθλον ἀνῃρημένοι, λαμπρὰν ἡττήθησαν ἧτταν, καὶ σαφῶς ἔδειξαν, ἐπαινεῖν μὲν ἐγνωκότες, ἐλάττους δὲ καθάπαξ ὄντες τοῦ κατ’ αὐτὸν πράγματος. Οὐ μὴν ἀλλὰ τοσοῦτο δέω διὰ τοῦτο τὸν ἀγῶνα φοβεῖσθαι, καὶ τὴν ἐγχείρησιν δυσχεραίνειν, ὥστε καὶ κατ’ αὐτό γε τοῦτο καί φημι τοὺς λόγους θαῤῥῆσαι. Ὁποτέρου γὰρ συμπεσόντος, περιέσται ἡμῖν, μὴ φαύλοις εἶναι φανῆναι, τῶν μὲν γὰρ πραγμάτων κατ’ εὐχὴν προκεχωρηκότων, δόξαιμεν ἂν καλλίω καὶ μείζω πάντων εἰπόντες, ἔξω δὲ πεσόντες τῶν γινομένων, οὐδέν τι καινὸν παθόντες πάντων τῶν εἰπόντων, οὐδενὸς οἶμαι τὴν ἧτταν διαφυγόντος.
Οὕτω μέγα τὸ κατ’ αὐτόν, καὶ παρὰ τῶν ἀνθρώπων διπλῆν ὡς εἰπεῖν ἀνῄρηται νίκην· καὶ νικᾷ μὲν τοὺς ἐγγὺς ἂν αὐτοῦ γενέσθαι βουληθέντας τῷ βίῳ, νικᾷ δὲ τοὺς θαυμαστάς, ἐφικέσθαι μὲν ἐπειγομένους τῷ λόγῳ τοῦ μεγέθους τῶν πεπραγμένων, λειπομένους δὲ οὐδὲν ἧττον. Ἃ μὲν οὖν εἰκὸς ἦν εἰπεῖν, δεῖξαι βουλομένοις ὑπόχρεως οὖσιν ἔτι Δημητρίῳ τῆς εὐφημίας, οὐ μόνον δέ, ἀλλὰ καὶ πάντας ἀνθρώπους δικαίους ὄντας, δι’ ὧν ἔξεστιν ἐκεῖνον σεμνύνειν, μὴ μόνον πρὸς ἕνα δήπουθεν ἆθλον ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ πρὸς πολλοὺς καθιέντας ἱκανῶς εἰρῆσθαι νομίζω.
Τοῖς δὲ λόγοις ἤδη προάγων καὶ ἐπαίνων ἅπτεσθαι μέλλων, ὡς ἂν μὴ τῆς ἐμαυτοῦ μεμνημένος, καὶ πολὺν ὑπὲρ ταύτης ποιούμενος λόγον, δόξω τισὶν ἐμαυτῷ τὰ πρὸς ἡδονὴν ἐθέλων, ἀντὶ τοῦ τὰ βέλτιστα λέγειν, ἐκεῖνο ἂν εἴποιμι.
Πρῶτον μὲν ὅτι μηδ’ ἔνεστιν ἄλλως, Δημήτριον ἐπαινοῦντας, κατὰ τὸν περὶ ταῦτα νόμον τὸν ἀγῶνα διενέγκαι, μὴ Θεσσαλονίκης μνησθέντας, ἅ γε προσῆκεν. Ἔπειτα εἰ μέν, μήτε πολλῶν ὄντων, ἃ τὴν Φιλίππου κοσμεῖ, μήθ’ ἑνὸς οὐδενὸς ὄντος, ὃς σύνοιδεν αὐτῇ τὰ βελτίῳ, ἔπειτα πολλῶν αὐτὸς ἐμεμνήμην, καὶ μειζόνων ἢ τῇ πόλει προσεῖναι, ἠδίκουν ἄν. Τοσούτων δὲ ὄντων τῶν ἐξαρκούντων εἰς θαῦμα τῇ πόλει, πῶς οὐ φανερὸς ἂν γενοίμην, οὐχ ὑπὲρ οἰκείας μᾶλλον, ἢ τοῦ πάντων καλλίστου καὶ βελτίστου ποιησάμενος λόγον; Οὐ γὰρ τὸ μὲν αὐτῇ πρὸς ἐπαίνου γίνεται, τὸ δ’ οὐ κοσμεῖ, ἀλλ’ ὥσπερ ἵνα πολλῶν κρατήσῃ συστᾶσα τὸ ἐξαρχῆς, οὕτω πᾶσι μὲν σεμνύνεται τοῖς προσοῦσι, πρόσεστι δὲ οὐδέν, ὃ μὴ μετὰ τῶν εὐδαιμόνων τίθησι, νικᾷ δὲ πόλεις πολλῶν ἀμείνους· τοσοῦτόν ἐστιν. Ἃ μὲν οὖν εἰς ἀέρων τε ἀρετὴν φέρει καὶ ὡρῶν ἁρμονίαν καὶ τάξιν, καὶ θέσιν καὶ κάλλος καὶ μέγεθος, καὶ ὡς θαυμαστὴ μὲν καὶ τούτων, θαυμαστὴ δὲ τῶν ἄλλων, ἐξ ὧν ταῖς πόλεσι κόσμος, θαυμαστὴ δὲ τῆς θαλάσσης καὶ τῶν ἀπὸ τῆς θαλάσσης χαρίτων οὔμενον οὐδ’ ὅσον εἰπεῖν ἐξεῖναι· ταῦτα μὲν οὖν ἐάσειν. Ὃ δ’ ὑπὲρ τῆς πόλεως εἰπεῖν, εἰκὸς εἶναι μάλιστα τῶν ἄλλων νομίζω καὶ πάντες αὐτῇ σύνισμεν, καὶ ᾧπερ οὐκ ἔστιν ἥτις οὐ τοῦ συγκεχωρηκότος τῇ Φιλίππου παραχωρεῖ.
Πολλῶν γὰρ ὄντων, ἃ κεκόσμηκε τὴν πόλιν, μέγιστον εἰς ἐπαίνους καὶ αὐτῇ μάλα πρὸς τρόπου, τὸ καὶ λόγων δυνάμει δυνηθῆναι διενέγκαι τοσοῦτον, ὡς ἐντεῦθεν μᾶλλον ἢ τῶν ἄλλων ἔχειν τὸ θαῦμα. Οὔτω γὰρ Ἑλληνίδων διαφερόντως λόγων μετέχει, καὶ τοσοῦτον αὐτῇ περίεστι καὶ τουτωνὶ τῶν χαρίτων, ὥστ’ αὐτὴν μὲν ἑαυτῇ πρὸς ταυτηνὶ τὴν εὐδαιμονίαν ἀρκεῖν, αἰτίαν δὲ καὶ ταῖς ἄλλαις τουτωνὶ δυνηθῆναι γενέσθαι, καθάπερ ἀποικίαν τινὰ ποιησαμένην τοὺς λόγους κατὰ τοὺς Ἀθήνησι τῆς πόλεως ἀρχηγούς. Οὔκουν οὐκ ἔστιν οὐδείς, οἶμαι, τῶν νῦν ἁπανταχοῦ τῆς ἡμετέρας Ἑλλήνων, ὃς οὐχ ὥσπερ εἰς πρόγονον τὴν πόλιν ἀνάγει, καὶ τῆς ἐν αὐτῷ μούσης μητέρα τίθεται, καί γε σεμνὸς ἡγεῖται δόξειν, τὸ γένος εἰπών.
Ῥήτορας δὲ ἀγαθούς, ἢ τοὺς Πλάτωνος καὶ Ἀριστοτέλους ἑταίρους, τίς οὕτω πασῶν ἑκάστοτε τίκτει, ὥσπερ ἀναγκαίαν τινὰ φορὰν τῷ βίῳ ταυτηνὶ συντελοῦσα, παντοδαπῶν μὲν λόγων τεχνίτας, βιβλία δὲ τίκτοντας μουσῶν μὲν καὶ χαρίτων ὡς εἰπεῖν πρυτανεῖα, παισὶ δὲ Ἑλλήνων ῥᾳστώνην; οἷς οὐκ ἔστιν ὃς συγγεγονώς, οὐκ ἀμείνων ἐφάνη, καὶ τὴν γλῶτταν ἀγαθὸς ἐγένετο κατ’ Εὐριπίδην, καὶ εἰ ἄμουσος ἦν τὸ πρίν, καὶ τὴν Ἑλλήνων εὐθὺς ἀφῆκε, τῶν βιβλίων κινούντων, ὥσπερ ἅ φασι τῶν ὑδάτων, μένος μαντικῆς τοῖς γευομένοις ἐμπνεῖν.
Ὀρφέως γε μὴν μουσικὴν καὶ τὴν κατ’ αὐτὴν ἁρμονίαν καὶ τὸ ἐπαγωγὸν καὶ τὸ θέλγειν καὶ πάντα ταῦτα, οὐδέσιν ἄλλοις εἰκάσαις ἂν ἐντυχών. Τοιοῦτον ἡμῖν τῇ πόλει τὸ ἦθος, καὶ οὕτως ἀκριβῶς καὶ μετὰ παντὸς τοῦ γιγνομένου, τοὺς Ἑλλήνων ἔσωσε νόμους, οὐ πρὸς ῥήματος μόνον σφίσι κοινωνήσασα. Τὴν γὰρ θείαν φιλοσοφίαν καὶ τοὺς ἐνταῦθα περὶ αὐτὴν ἔχοντας, καταλίπω, τοσούτους μὲν ὄντας, ὅσοι μηδ’ ἐν ἁπάσῃ σχεδὸν τῇ Ἑλλάδι, οὕτω δ’ ἀγαθοὺς ἀρετῆς τεχνίτας, ὡς μὴ μόνον αὐτοὺς δήπου τῆς σφῶν τέχνης ἀπολαύειν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις τὰ τοιαῦτα συμμαχεῖν ἔχειν, καὶ Θεῷ συνιστάναι δύνασθαι, ὧν ὁ Ἄθως οὐρανομήκης ἔστηκε στήλη, μονονοὺ βοῶν πρὸς ἅπαντας τὸν προσόντα τρόπον τῇ πόλει, καὶ ὃν ἀμέλει διορύξας ὁ Πέρσης, εἴδωλον τῆς αὐτοῦ μανίας ὡσπερεὶ καταλέλοιπε, τοῦτον ἡ πόλις ἀπόδειξιν τῶν τρόπον ποιεῖται, μητρόπολις καταστᾶσα τῆς ἐνταῦθα φιλοσοφίας. Καὶ μὴν ἰσότητα πολιτείας καὶ δικαιοσύνην, καὶ τὸ περὶ Θεὸν οὕτως εὐσεβοῦντας διατελεῖν, ὡς καὶ τῶν ψυχῶν αὐτῶν προτιθέναι τὸ κατ’ αὐτόν, τό, τε περὶ πάντα τὰ βέλτιστα προθυμοτάτους εἶναι καὶ περὶ τοὺς νόμους καὶ τὰ δίκαια τὸ γιγνόμενον σώζειν, ἄμεινον ἢ οἷς νόμους καὶ πολιτείαν ἔθηκε Πλάτων, ταῦτα δὲ τίνος οὐκ ἂν ἡ πόλις ἀμείνων;
οὕτω διὰ πάντων εἰς εὐδαίμονας φέρει, καὶ τῆς ἀγαθῆς τύχης τοσοῦτον αὐτῇ προσῆκεν, ὡς μήτε τῷ πεφυκότι τῆς χώρας, μήτε τῇ τῶν ἀνδρῶν ἀρετῇ, μηδ’ ἡστινοσοῦν ὑστερῆσαι, ἀλλὰ καταλλήλων μὲν ἀμφοτέρων ἐνεῖναι ταύτῃ μετέχειν, διὰ δ’ ἑκατέρων νικᾶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.