Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Η καταγωγή, η νεανική ηλικία και η πνευματική ανατροφή του αγίου

Αναφορά στους ευσεβείς προγόνους, την εγκύκλιο παιδεία, τον πνευματικό φωτισμό του Δημητρίου, καθώς και την έμπρακτη φιλανθρωπία του μετά τον θάνατο των γονέων του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 9

Τῶν δ’ ἐνταῦθα γενομένων, οἵ γε δι’ ὧν βέλτιστοι πᾶσιν ἦσαν τὴν αὐτῶν κοσμήσαντες, οἱ τοῦ γένους Δημητρίῳ πατέρες, ἄριστοι μὲν τὰ πολιτικὰ τῶν κατ’ αὐτοὺς ἁπάντων ἀναφανέντες, θαυμαστοὶ δὲ τῆς τε ῥώμης καὶ τῆς δικαιοσύνης· γένει μὲν καὶ πλούτῳ καὶ δόξῃ καὶ τύχῃ, Μακεδόνων κράτιστοι, οἷς δὲ καὶ τρόπων χρηστῶν ἐπὶ πλεῖστον ἦλθον, καὶ πάντων ὄντες Ἑλλήνων. Πατὴρ γενναῖος πάντα καὶ καλὸς κἀγαθὸς τῷ τε φρονήσεως εὖ ἔχειν, τῇ τε περὶ μάχας τέχνῃ, καὶ τῷ καλῶς ἄρχειν εἰδέναι, καὶ πολιτεύεσθαι πρός τε τὰ δίκαια καὶ τοὺς νόμους, πολλῶν μὲν ἀγαθῶν αἴτιος τῇ πατρίδι, πολλῶν δὲ τῷ γένει παντὶ καὶ τοῖς ἄλλοις καταστάς.

Μητρὸς δὲ πέρι, πολλὰ καὶ μεγάλα λέγειν ἔχουσι, τοσοῦτον εἰπεῖν ἔστι τῷ νῦν εἶναι, ὡς ἄρα πάσης μᾶλλον εὖ πράττειν ἔχουσα καὶ τρυφᾶν, ἡ δὲ μηδενὸς ἠξίου τοῦ λόγου, φλήναφον ἀτεχνῶς νομίζουσα πάντα, καὶ τῶν φρένας ὀλίγων, εἰμὴ τὸν οὐρανὸν τοῖς ἀνθρώποις προμνᾶται μηδὲ τῶν ἐνταῦθα πραγμάτων κοινωνοὺς ἐργάζηται· τὸ δὲ τῆς εἰς Χριστὸν εὐσεβείας ἀντεχομένην, τὴν ψυχὴν ἔπειτα πειρᾶσθαι δεικνύναι μεστὴν ἀρετῶν, καὶ μηδὲν προτιμότερον ἄγειν, μήτε τῆς κατὰ ψυχὴν εὐεξίας μήτε τῆς περὶ Χριστὸν προθυμίας, πάντα μᾶλλον πάσχειν αἱρεῖσθαι, ἢ τὴν περὶ ταῦτα ῥᾳστώνην, ταῦτα δὲ πρὸς αὐτῆς καὶ πολλοῦ τιμᾶσθαι μάλιστα εἶναι.

Τοιοῦτον Δημητρίῳ τὸ γένος καὶ πάντων τῶν ἐπαίνους δεχομένων ἐπὶ τοσοῦτον ἀφῖκτο. Θαυμαστὸν μὲν οἴκοθεν, καὶ τίνων οὐκ ἂν εὐτυχοῦν τῶν βελτίστων; Θαυμαστότερον δὲ τῷ ἐκείνῳ προσήκειν τοσοῦτον, ὡς καὶ τῶν ἄλλως σεμνυνόντων ἀπόντων, οὐδὲν ἧττον ἐκεῖθεν εὔδαιμον εἶναι. Καί τοι τί λέγω;

Εἰ γὰρ δεῖ τοῖς ὑπὲρ τοῦ γένους λόγοις καὶ Δημητρίου μεμνῆσθαι καὶ τὴν μαρτυρικὴν προσθεῖναι λαμπρότητα, πάντας εὐθὺς ἀνθρώπους καὶ πόλεις ἁπάσας, πλὴν κομιδῇ γε ὀλίγων, ἥττους εὐθὺς ἂν ἡγοῦμαι φανῆναι, καὶ δευτερείων τυχεῖν· ὡς τὰ μὲν ἄλλα, πολλῶν μὲν ἐκράτησεν, ἔστι δ’ ἃς καὶ ἁμιλλωμένας ἔλαβεν ἡ πόλις ἡμῖν, ἡττήθη δέ που μιᾶς, ὡς ἐγ’ ᾦμαι. Δημήτριον δὲ καὶ τὴν ἐκείνου φοράν, οὐδ’ ἡντινοῦν ὧν ἴσμεν ἔχομεν λέγειν, ἢ μὴ μεθ’ ἡδονῆς ἡμῖν ἐνταῦθα τῶν πρεσβείων παραχωρεῖ, ἀγαπῶσα τῷ καὶ δευτέρα Θεσσαλονίκης τὰ τοιαῦτα τετάχθαι. Οἷς γὰρ ἐκεῖνος κοσμεῖται, καὶ τὸ γένος εἰκότως κοσμεῖ, καὶ κοινὴν ποιεῖται τὴν νίκην· εἴ γε τὸ μέν, αἴτιον αὐτῷ τοῦ δυνηθῆναι πρὸς τοιαύτην ἐληλυθέναι δόξαν, τοὺς δὲ τῶν φύντων ἐπαίνους, τοῖς σπείρασι λογίζεσθαι χρή. Εἶεν δή.

Τῶν δὲ ἐντεῦθεν, Δημήτριον δεῖ καλεῖν ἡγεμόνα· καὶ παρείης γε, ὦ φίλτατε, τῆς ὑπὲρ σοῦ σπουδῆς κοινωνήσων, ὡσὰν ἀπὸ τῆς σῆς χειρὸς καὶ ῥοπῆς λαβόντας τοὐνδόσιμον, οἴκοθεν οἴκαδέ φασι τοὺς λόγους κομίσατο. Σὲ γὰρ ἐπαινεῖν, δυσχερὲς μὲν ὅτου τις ἂν εἴποι μᾶλλον, καὶ χαλεπώτερον διενέγκαι. Κεφάλαιον δὲ παντὸς ἡδίστου, καὶ πέρας εὐδαιμονίας ἐμοί, ὥστε καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων τουτονὶ τὸν ἆθλον πάνυ τοι δεδιότων, καὶ τῶν μὲν καθάπαξ σιγώντων, τῶν δέ, λεγόντων μέν, περὶ δὲ τοῦ λόγου καθάπερ ἄλλου του τολμήματος παραιτουμένων, ἐμοὶ μόνῳ τῶν εἰπόντων οὐ ταῦτα ἔδοξε, καὶ κινδυνεύω τῇ περὶ τὰ σὰ μανίᾳ, τὴν ἐναντίαν τοῖς ἄλλοις περὶ τούτου ψῆφον ἐκφέρειν· καὶ τὸ μὲν μὴ πολλάκις εἰπεῖν, ζημίαν ἡγεῖσθαι, τὴν δ’ ἀκολουθοῦσαν ἧτταν, οὕτω οὐδέν τι δεινὸν εἶναι νομίζειν, ὥσθ’ ἅπαξ ἐν τοῖς ἀγῶσι τοῖς σοῖς μετὰ τῶν ἡττωμένων φανείς, οὐ μόνον οὐκ ἐμαυτῷ νεμεσῆσαι τῆς τόλμης, ἀλλὰ καὶ αὖθις προσάγειν οἴεσθαι δεῖν.

Οὕτως ἡμᾶς ἔτρωσας. Τοῖς μὲν οὖν ἄλλοις πολλοῦ τινος ἐδέησε χρόνου, πρὸς τὸ καλοῖς κἀγαθοῖς γενέσθαι, καὶ μετὰ τοῦ γήρως καὶ τῆς ἀρετῆς γεγευμένοι, μεταξὺ τῶν ἀγώνων ἀπεῖναι, οὓς ὁ μακρὸς οὐκ εἴασε χρόνος τοὺς ἐπὶ τοῖς ἄθλοις στεφάνους μόνους καθαρῶς κομίζεσθαι. Δημήτριος δέ, τὸ κοινὸν τῆς φύσεως θαῦμα, ὥσπερ πρὶν ἢ γεγονέναι, τοῦ καλοῦ καὶ δικαίου πολὺν ποιησάμενος λόγον, καὶ ταύτην μόνην ἐσχηκὼς μελέτην ἄριστος εἶναι, οὕτως ἅμα τε τὸν ἥλιον ὡς εἰπεῖν εἶδε, καὶ εἰς ἀγαθοὺς ἔφερε καὶ τὴν ἀρετὴν ἐπῄνεσε· καὶ τὸ μὲν σῶμα μετὰ τῶν παίδων αὐτῷ, τῷ δὲ τῆς ψυχῆς φρονήματι, γερόντων ἄμεινον εἶχε, διδοὺς τοῖς ὁρῶσιν ἐντεῦθεν καὶ τὸν ἔπειτα μαντεύεσθαι χρόνον, ὅπως ἄρα διὰ πάντων ἐκλάμψει. Οὕτως ἐκ πρώτης ὡς εἰπεῖν τῆς τριχὸς καὶ προοιμίων αὐτῶν, μεγάλων τῶν εὐφημιῶν ἐκείνῳ προσῆκε· πάσης μὲν οὖν ἀπεῖχε τρυφῆς, ἐμίσει δὲ παιδιάς, τῆς δὲ ἐκεῖθεν ῥᾳστώνης, μουσεῖα καὶ λόγους καὶ τοὺς ἐνταῦθα πόνους περὶ πλείονος ἦγε. Πρὸς ἓν δὲ μόνον ἑώρα τὴν τῆς ψυχῆς εὐεξίαν, καὶ τὸ περὶ τοῦ Χριστοῦ τὴν πρέπουσαν ἔχοντα δόξαν, αὐτὸν μὲν τῆς περὶ αὐτὸν σπουδῆς μηδέποτε σχολὴν ἄγειν, καὶ ταῦτα πολλῶν ὄντων τῶν ἐπὶ τἀναντία κινούντων· τοὺς δ’ ἄλλους τῶν νέων, οἷς συνῆν, ἐπὶ τὰ ἴσα παρακαλεῖν, καὶ τὸ περὶ τὸ θεῖον, ὥσπερ εἰκὸς ἦν, εὐσεβεῖν, ὥσπερ ἐντεῦθεν δεικνύντα τὴν εἰς ἔπειτ’ ἐσομένην τῷ γένει βοήθειαν.

Τοῖς μὲν οὖν ἀρίστοις συγγεγονὼς τῶν Ἑλλήνων, ἀγαθός τε εἰπεῖν ἦν, καὶ σοφίας μετέσχε τῆς ἐν μαθήμασι καὶ λόγοις, ᾗ καθάπερ ὀργάνῳ πρὸς τὴν τῆς θείας σοφίας χρησάμενος ἐπιστήμην, ἀκριβέστερον ἢ κατὰ τοὺς πολλοὺς ταῖς θείαις ἐνέτυχε βίβλοις, ἵν’, ἑτοίμως ἔχῃ κατὰ τὸν θεῖον ἀπόστολον, παντὶ τῷ ζητοῦντι λόγον διδόναι περὶ τῆς ἐν ἡμῖν ἐλπίδος· τὴν δὲ θείαν ἀκτῖνα τῇ ψυχῇ δεξάμενος, τῷ πάντων μὲν τῶν κακῶν ἐλευθέρους τοὺς ἀνθρώπους ποιοῦντι, Θεῷ δὲ συνιστάντι θείῳ λουτρῷ, καὶ τὴν θαυμαστὴν τῶν ἀνθρώπων εὐδαιμονίαν ἀπολαβών, ἀγωγόν τε πρὸς Θεὸν αὐτὴν εἶχε, καὶ συναγωνιστὴν τῶν ἀρίστων, καὶ τῶν γινομένων χριστιανοῖς ἔργων, ἀγαθὸν διδάσκαλον. Τὴν γὰρ διάνοιαν ἀξίαν φυλάττων τῆς Χριστοῦ λαμπρότητος, καὶ πάντα μέν, ἃ πρὸς ἐκεῖνον ἄγει τῶν ἐν ἀνθρώποις ἀγαθῶν, εἰς σπουδὴν ἀξιώτερα πολλῶν νομίζων, ἀγαθὸν δὲ μηδὲν οἰόμενος εἶναι, ὃ μὴ μετ’ ἐκείνου γίνεται, τοῦ δὲ καθαροῦ πολὺν ποιούμενος ἑκάστοτε λόγον, τοῦ μηδενὸς τῶν φαύλων ἥττων φανῆναι, καὶ τὴν παρὰ τῆς θείας χάριτος ἐκτήσατο συμμαχίαν, καὶ μετ’ ἐκείνης σὺν ἐπαίνῳ πᾶσιν ἐπέβαλλε, καὶ διὰ πάντων ἄριστος ἦν.

Καὶ τοίνυν, ἐπεὶ τῶν γονέων γενομένων ἐξ ἀνθρώπων τῶν ἐκείνοις προσόντων ἐκεῖνος κύριος ἦν, καὶ πρὸς αὐτὸν μετεληλύθει καὶ πλοῦτος, καὶ δόξα, καὶ τὸ παρὰ βασιλεῦσι δύνασθαι, τῶν ἄλλων σχεδὸν ἁπάντων πολλὴν ἐκεῖθεν δεχομένων τὴν βλάβην, μόνος, ὡς εἰπεῖν, διαγέγονε, διὰ τούτων φανεὶς ἀμείνων, καὶ τὴν ψυχὴν βέλτιον πρᾶξαι παρασκεύασας, δι’ ὧν πολλοὶ δυστυχοῦσι. Τοῖς γὰρ δεομένοις ἑκάστοτε τῶν ὄντων παραχωρῶν καὶ μεταβάλλων, οἷς εἶχε, σφίσι τὴν τύχην, καὶ τῶν δυσχερῶν παραιρούμενος, ὅλην τὴν ἡμέραν, κατὰ τὸν Δαυΐδ, ἐλεῶν, ὥστ’ οὐκ εἶναι μηδένα, μὴ τῶν πολιτῶν αὐτῷ, μὴ τῶν ἄλλων Ἑλλήνων, ὃς προσελθὼν καὶ δεηθείς, οὐκ εὖ πεπονθὼς ἀπῆλθε, καὶ τὸν εὐεργέτην ὕμνησεν, ἑαυτὸν πολλῷ λαμπρότερον καὶ καλλίω τὸ καθ’ ἑκάστην ἔχον ἐδείκνυ, τῷ πρὸς τοὺς ὁμοφύλους διακειμένῳ, τὸν θεῖον ἔλεον ἕλκων. Καὶ μήν, οἷς μὲν ἦν αὐτῷ δυναμένῳ, τοῖς δεομένοις χεῖρα ὀρέγων, ἔχαιρε καὶ συνέχαιρεν ἑαυτῷ, οὐ μᾶλλον εὖ ποιεῖν ἢ πάσχειν νομίζων, οἷς δὲ μὴ πάντας ἀπαλλάττειν τῶν κακῶν ἔχων, πάντας ἐθέλων (ἀλλ’ ἦσαν οἳ τῆς τύχης οὐκ ἀγαθῆς ἐπειρῶντο), δῆλος ἦν αὐτὸς ἀνιώμενος οὐχ ἧττον, ἢ εἰ μετ’ ἐκείνων συμφοραῖς ἐκέχρητο, δῆλος ἐγένετο πάντας ἂν εὖ ποιῆσαι, εἰ μετὰ τοῦ βούλεσθαι καὶ τὸ δύνασθαι παρῆν· ὥστε εἰ δεῖ, τὴν προαίρεσιν σκοποῦντας, ἐκεῖθεν τὰς ψήφους ἐκφέρειν, πάντων ἐκεῖνος εὐεργέτης ἀνθρώπων.

Οὕτως ἐλέου τις ἦν ἑστία καὶ πρυτανεῖον φιλανθρωπίας καὶ τῶν κακῶς πραττόντων κοινὴ βοήθεια, ὥστε οὐχ ὅσον, κατὰ τὸν Ἰὼβ ἐκεῖνον, στόμα χήρας εὐλογοῦν ἔχειν, καὶ σύν γε τῷ θαυμαστῷ Παύλῳ δύνασθαι λέγειν· τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; ἀλλὰ καὶ τὸ μεῖζον ὅτου τις ἂν εἴποι πρὸς δόξαν Θεῷ τῷ πάντων ὅμοιον εἶναι κατὰ τὸν θεῖον χρησμὸν καλῶς γε ποιῶν. Ἐπεὶ τὸν μὲν βουλόμενον ἑταῖρον Θεοῦ καὶ τῶν ἐκείνου πραγμάτων ἐπιτυχῆ γεγονέναι, δεῖ πρὸς ἐκεῖνον ὁρῶντα τὴν ψυχήν, οἷς ἔνεστιν, ὁμοίαν ἐκείνῳ τιθέναι πειρᾶσθαι τὸ κατ’ εἰκόνα ζητοῦντα· τὸ δέ, τῇ παρὰ τῶν ἔργων συμμαχίᾳ τοῖς ἀνθρώποις γίνεται, αἳ δ’ οὐκ ἂν οἶμαι συσταῖεν, μὴ τῆς πρός τε τὸ θεῖον, πρός τε τοὺς ἀνθρώπους ἀγάπης, ὥσπερ τινὸς κρηπῖδος ὑποκειμένης. Ταυτὶ γὰρ καὶ συγγραφαὶ καὶ παραινέσεις καὶ βιβλία πάντα βοῶσι, μὴ ἂν μὲν ἕνα μηδένα τῶν πάντων τεχνίτην ἡστινοσοῦν ἀρετῆς δυνηθῆναι γενέσθαι, ταύτης ἀπούσης· τῶν δὲ τοῦ πνεύματος χαρισμάτων καὶ πάντων ἐν ἀνθρώποις ἀγαθῶν, ταυτηνὶ κεφάλαιον εἶναι, καὶ παρούσης μὲν καὶ τὰς ἄλλας πολλοῦ τινος εἶναι, ἢν δ’ ἀπῇ, μηδὲν γεγονέναι πλέον ἀνθρώποις εἰς ἀρετήν.