Ταῦτα τοίνυν ἐκεῖνος μάλιστα ἀνθρώπων γινώσκων, κα πρός γε ἔτι τὰ μὲν παρόντα τῶν μηκέτ’ ὄντων μηδὲν ἄμεινον ἔχειν, ὄντα δὲ κυρίως Θεόν τε καὶ τἀκείνου πράγματα, τὴν δὲ ψυχήν, τῶν μὲν ἔξω γενομένην, τῶν τε θείων καὶ τοῦ κατ’ αὐτὴν ἀξίαν εἶναι, ἔξω δὲ καθάπαξ ἑαυτῆς καὶ τοῦ μηδενὸς ἀξίαν, ἢν κάτω νεύῃ, Θεοῦ δὲ καὶ τῶν ἐκείνῳ φίλων ἔχεσθαι μέν, μόνην μάλιστα πασῶν εὐδαιμονίαν εἶναι, τὸν δ’ ἀλογοῦντα πάντων ἀθλιώτατον. Ταῦτα τοίνυν ἐκεῖνος, εἰ δεῖ τοῖς αὐτοῖς καὶ αὖθις κεχρῆσθαι, μάλιστα ἀνθρώπων γινώσκων, ἅτε πνεῦμα Θεοῦ ἔχων, Παῦλος ἂν εἶπε, τὰ μὲν βελτίω προὔθηκε τῶν ἧττον ἐχόντων, καὶ πάντα προΐετο, τὸν πολλῶν ἄξιον ὠνούμενος μαργαρίτην. Θεῷ δὲ τοσοῦτον ἐχρῆτο, καὶ οὕτω μανικός τις ἦν ἐραστὴς τῆς μετ’ αὐτοῦ συναυλίας, ὡς μόνῳ μὲν τῶν ὄντων τούτῳ προσκεῖσθαι, τὸ δὲ τοῖς λογισμοῖς ἐκείνῳ συνεῖναι, πάσης ἡστινοσοῦν ἡδονῆς ἡγεῖσθαι κεφάλαιον· καὶ πρόσεστι τὸ εἰκός. Τῆς γὰρ περὶ τὰ παρόντα προσπαθείας, τὴν ψυχὴν ἐλευθέραν ποιησαμένῳ καὶ ἐκεῖνο ἐξ ἀνάγκης εἵπετο· μόνῳ μὲν τῶν θείων ἀντιποιεῖσθαι καὶ μόνην ἡγεῖσθαι βίου ῥᾳστώνην τὴν περὶ ταῦτα σπουδήν, Θεὸν δὲ πρῶτα μὲν δεδοικέναι, καὶ διὰ τοῦτο τοῖς ἐκείνῳ δοκοῦσιν ἀκολουθεῖν· οὗ γὰρ φόβος ἐντολῶν τήρησις.