Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Η εσωτερική πνευματική πολιτεία και η τελείωση των αρετών

Περιγραφή της αγγελικής πολιτείας, του θείου έρωτος, της αδιάλειπτης προσευχής και της βαθιάς ταπεινοφροσύνης του μάρτυρος ως καρπών της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 9

Ταῦτα τοίνυν ἐκεῖνος μάλιστα ἀνθρώπων γινώσκων, κα πρός γε ἔτι τὰ μὲν παρόντα τῶν μηκέτ’ ὄντων μηδὲν ἄμεινον ἔχειν, ὄντα δὲ κυρίως Θεόν τε καὶ τἀκείνου πράγματα, τὴν δὲ ψυχήν, τῶν μὲν ἔξω γενομένην, τῶν τε θείων καὶ τοῦ κατ’ αὐτὴν ἀξίαν εἶναι, ἔξω δὲ καθάπαξ ἑαυτῆς καὶ τοῦ μηδενὸς ἀξίαν, ἢν κάτω νεύῃ, Θεοῦ δὲ καὶ τῶν ἐκείνῳ φίλων ἔχεσθαι μέν, μόνην μάλιστα πασῶν εὐδαιμονίαν εἶναι, τὸν δ’ ἀλογοῦντα πάντων ἀθλιώτατον. Ταῦτα τοίνυν ἐκεῖνος, εἰ δεῖ τοῖς αὐτοῖς καὶ αὖθις κεχρῆσθαι, μάλιστα ἀνθρώπων γινώσκων, ἅτε πνεῦμα Θεοῦ ἔχων, Παῦλος ἂν εἶπε, τὰ μὲν βελτίω προὔθηκε τῶν ἧττον ἐχόντων, καὶ πάντα προΐετο, τὸν πολλῶν ἄξιον ὠνούμενος μαργαρίτην. Θεῷ δὲ τοσοῦτον ἐχρῆτο, καὶ οὕτω μανικός τις ἦν ἐραστὴς τῆς μετ’ αὐτοῦ συναυλίας, ὡς μόνῳ μὲν τῶν ὄντων τούτῳ προσκεῖσθαι, τὸ δὲ τοῖς λογισμοῖς ἐκείνῳ συνεῖναι, πάσης ἡστινοσοῦν ἡδονῆς ἡγεῖσθαι κεφάλαιον· καὶ πρόσεστι τὸ εἰκός. Τῆς γὰρ περὶ τὰ παρόντα προσπαθείας, τὴν ψυχὴν ἐλευθέραν ποιησαμένῳ καὶ ἐκεῖνο ἐξ ἀνάγκης εἵπετο· μόνῳ μὲν τῶν θείων ἀντιποιεῖσθαι καὶ μόνην ἡγεῖσθαι βίου ῥᾳστώνην τὴν περὶ ταῦτα σπουδήν, Θεὸν δὲ πρῶτα μὲν δεδοικέναι, καὶ διὰ τοῦτο τοῖς ἐκείνῳ δοκοῦσιν ἀκολουθεῖν· οὗ γὰρ φόβος ἐντολῶν τήρησις.

Εἶτα ἐντεῦθεν τὴν ψυχὴν καθαρθέντα, καὶ ταύτῃ γενόμενον ὅμοιον τῷ καθαρῷ, φιλῆσαί τε εὐθὺς διὰ τοῦτο καὶ τοσοῦτον ἔρωτα τῶν ἐκείνου λαβεῖν, ὡς μηδ’ ἀναπνεῖν ἔχειν, εἰ μὴ πρὸς ἐκεῖνον ὁρῴη.

Ταῦτα γὰρ ἀλλήλων ἔχεται, καὶ οὔτε Θεόν τις ἂν ἀγαπῴη, μὴ πρότερον τῶν ἐκείνου πραγμάτων φροντίσας, ὅ τε Θεῷ χρησάμενος οὐκ ἂν δύναιτο μὴ πάντα πράττειν, οἷς ἂν ἐκεῖνος ἡσθείη. Οὕτω δὲ πάνυ τοι περὶ Χριστὸν ἐρωτικῶς Δημήτριος ἔχων, εἰ μὲν εἶχε σωματικῶς ὁρᾶν αὐτὸν καὶ συνεῖναι, καὶ λόγων κοινωνεῖν καὶ συλλόγων, καὶ γλώσσης ἀπολαύειν ἐκείνης, καθάπερ τοῖς εὐδαιμονεστάτοις ἀνθρώπων ἐκείνοις ἐξεγένετο, οὔτ’ ἂν ἀφίστατό ποτε, οὐ μᾶλλόν γε ἢ τῆς ψυχῆς τῆς ἑαυτοῦ, καὶ τοῦ πάθους ἂν ἐκοινώνει, καὶ τῶν δυσχερῶν ἁπάντων μετεῖχε.

Δεδόσθω δὲ εἰπεῖν, φιλῶν τε ὑπὲρ τοὺς ἄλλους, καὶ μάλιστα ἀνθρώπων φιλούμενος, καὶ τὸν πόνον οὕτως ἀπέδωκεν ἄν· ἀπὸ δὲ ταῦτα οὐκ ἐνῆν, οἷς ἐνῆν ἐζήτει συνεῖναι, καὶ δῆτα τὴν ψυχὴν καθαίρων τε καὶ λεπτύνων καὶ θείαν, οἷς εἶχε, παρασκευάζων· ὁ δ’ ἔπειτ’ αὐτὸν ἔνοικον ἐδέχετο τὸν Σωτῆρα, κατὰ τὴν γενομένην τοῖς κεκαθαρμένοις ἐπαγγελίαν. Ἐντεῦθεν, ἡ μὲν αὐτῷ θεοειδής τις ἦν εἰκότως καὶ πνεύματος καὶ τῶν τοῦ πνεύματος πλήρης τοὺς θείους σώζουσα χαρακτῆρας, τὸ σῶμα δέ, οὕτω προσῆκον, ὡς μηδὲ συμβαίνειν ἔχειν αὐτῷ τὴν ἐπωνυμίαν, οὕτως ἄμεινον. εἶχεν ἢ κατὰ σῶμα· οὕτω μὲν γὰρ ἔδει τοῦ πρὸς ἡδονὰς ἔχειν, ὥσπερ εἰ μηδὲ τὴν ἀρχὴν σώματος ἐκείνῳ προσῆκεν. Οὕτω δὲ τὴν ψυχὴν ἐλευθέραν ἐποιήσατο τῆς ἀπὸ τούτων ἀχλύος, ὡς μηδ’ ἐν τῷ τῶν λογισμῶν ὡς εἰπεῖν αὐτονόμῳ τὰ τοιαῦτα δέχεσθαι, καθάπερ λελυμένην σώματος, ὥστ’ ἐκεῖνο ἐξεῖναι εἰπεῖν· τὰ μὲν ἄλλα, μετὰ τῶν ἀνθρώπων ἐκεῖνον εἶναι, καὶ τῶν ἄλλων ἁπάντων μετέχειν τοῖς ἄλλοις κατὰ ταῦτα, παρθενίαν δὲ καὶ τὸ κατ’ αὐτὴν ἔχον μείζων μὲν ἢ κατ’ ἀνθρώπους γενέσθαι, ἀγγέλοις δὲ τῶν ἴσων μετέχειν· οὕτως ἁγνότατος ἦν.

Καίτοι, εἰ τοὺς ἀρίστους νέους ἐκείνους θαυμάζειν εἰκός, ἀνθ’ ὧν οὕτω Θεῷ σφᾶς αὐτοὺς ἀνέθεσαν, ὥστε καὶ πῦρ αὐτοῖς τῶν σωμάτων ἥττηντο, ᾧ γε τοσοῦτον περιῆν τοῦ περὶ Χριστὸν ἔρωτος, ὥστε περιγενέσθαι μὲν τῶν ἀπὸ τῆς φύσεως τοῖς ἀνθρώποις ἀκολουθούντων, πῦρ δὲ παθῶν ἐλέγξαι, τοῦ πυρὸς ἐκείνου πολὺ χαλεπώτερον ἔχον, πῶς οὐχ ὡς ὑπερφυεῖ προσῆκε προσέχειν; Εἶεν.

Ἐπεὶ τοίνυν ᾔδει δίχα Χριστοῦ καὶ τῆς ἐκεῖθεν συμμαχίας, μηδὲν ἂν τῶν ἀγαθῶν μηδένα ἀνθρώπων δυνηθῆναι ποιῆσαι, χωρὶς μὲν ἐμοῦ, φησίν, οὐ δύνασθαι ποιεῖν οὐδέν· τὴν δὲ πρὸς Θεὸν εὐχὴν ἔχειν μόνην τοῦτο περαίνειν, μηδὲ γὰρ ἂν ἄλλως ἐνεῖναι σύμμαχον εἰληφέναι Θεόν.

Τοσούτου τινὸς ἄγειν ᾤετο προσευχήν, ὥστε καὶ κατὰ τοὺς Παύλου νόμους, οὐκ ἦν ὅτε μὴ συνεμίγνυ Θεῷ· τοῦτο μὲν διὰ τὴν ῥοπὴν τὴν ἐκεῖθεν, τοῦτο δὲ καὶ τῶν περὶ αὐτὸν ἐρώτων πρὸς ἀνάγκην κινούντων, καὶ οὐκ ἐώντων τῆς μετὰ Θεοῦ συναυλίας ἅπαξ γεγευμένον μεταχωρεῖν· ἀλλ’ ὅρος ἦν ὁ βίος αὐτῷ τῆς ἐν τῷ Σωτῆρι διατριβῆς, μόνος οἶμαι, Παῦλον, κωλύσας, εἰ μὴ μέγα φάναι, πάντων ἀνθρώπων περιγενέσθαι τῷ περὶ τὸν Δεσπότην ἔρωτι· ὥστε μηδὲ εἶναι μηδέν τι τῶν πάντων, οὐ τῶν ἐνεστώτων, οὐ τῶν μελλόντων, ὅπερ ἂν τῆς περὶ Χριστὸν ἀγάπης καὶ Δημήτριον. ἀπαγάγοι. Ἐγὼ δὲ καὶ ἐκεῖνο ἂν εἴποιμι, παντὸς μᾶλλον ὑπὲρ τοῦ μεγάλου προσῆκον· ὡς εἴ γε μηδ’ ἡτισοῦν ἦν τῶν μελλόντων ἀγαθῶν ἐκείνων ἐλπίς, μηδ’ ἆθλα προὔκειτο ταῖς ὑπὲρ τῆς ἀρετῆς ἀγωνίαις, Δημήτριον ἂν ἀπὸ μόνης τῆς εἰς Χριστὸν εὐσεβείας, μηδενὸς ἧττον τῶν τι λαβεῖν ἠλπικότων, ὑπὲρ τῶν θείων ἐπιταγμάτων πάντας καὶ λέγειν καὶ πράττειν καὶ πάσχειν οἴεσθαι δεῖν, ἆθλα λαμπρὰ τοὺς τοῦ Σωτῆρος ἔρωτας, καὶ μόνην ταύτην τῶν πόνων ἀμοιβὴν ἡγούμενον. Ὁ δὲ τούτων οὐκ ἂν ὄντων, καὶ δίχα τῶν ἀγαθῶν ἐλπίδων, καὶ τῶν ἀλειφόντων ἄθλων τοιοῦτος ἂν γεγονώς, ὁποῖον προσῆκε τὸν τοιοῦτον μετὰ τούτων νομίζειν, καὶ ὁποίαν παρέχεσθαι τὴν ψυχήν;

Ἐπεὶ καὶ μὴ μόνον ἐλπίσιν ἦν τὰ μέλλοντα Δημητρίῳ, ἀλλὰ καὶ μετὰ σώματος καὶ τῶν ἐνταῦθα μετέχων τῶν ὑπερφυῶν ἀγαθῶν εἰς πεῖραν ᾔει, καὶ πρὸ τοῦ καιροῦ καὶ τῶν ἄθλων καὶ μεταξὺ τῶν ἀγώνων τῶν στεφάνων ἔτυχεν. Εἰ γὰρ βασιλείαν οὐρανῶν καὶ λῆξιν δικαίων καὶ πάντα ταῦτα τὸν Χριστὸν αὐτὸν ἴσμεν, τοῦτο μὲν αὐτοῦ Σωτῆρος, ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν ἑαυτοῦ πάντως εἰπόντος, τοῦτο δι’ Ἰωάννου τοῦ πάνυ, τὴν οὐρανῶν βασιλείαν ἐπὶ θύρας ἰέναι τὸν Χριστὸν οἶμαι· εἰ τοίνυν Χριστὸς μὲν ἡ τῶν οὐρανῶν βασιλεία, ὁ δέ, διὰ βίου τούτῳ καὶ συνῆν καὶ συνέζη πῶς οὐχ, ὃ λέγω, φαίνεται; Ἔτι δὲ καὶ τούτων χωρίς, τὸ νικῶντα διαγενέσθαι, καὶ τοὺς ἀγῶνας ἐσχηκέναι κατ’ εὐχὴν προχωροῦντας, ἐξ ὧν τὰ γέρα τῶν γερῶν ἐστὶν ἐπειλῆφθαι, καὶ μετὰ τῶν ἐστεφανωμένων ἵστασθαι τρόπον δή τινα.

Οὕτω δὲ πολλῶν καὶ μεγάλων ἀπὸ τῆς περὶ Χριστὸν ἀγάπης ἀπολελαυκὼς τῶν χαρίτων, καὶ κοσμῶν μὲν τοὺς ἀνθρώπους, ἀγγέλους γε μὴν καὶ τὴν ὑπὲρ ἡμᾶς φύσιν εἰς ἔκπληξιν ἄγων, καὶ θαῦμα, ἄλλος μὲν ἂν πολλοῦ τινος αὐτὸν ἦγε, καὶ τὰς ἀμείνους δόξας ἔχων περὶ ἑαυτοῦ, τῶν ἄλλων ὡς οὐδενὸς ἀξίων ὑπερεώρα, τύφῳ δουλεύων. Δημήτριος δὲ τοσοῦτον ἀπεῖχε τοῦ μείζω τῶν γιγνομένων διὰ ταῦτα φρονῆσαι, καὶ τὴν ψυχὴν κουφίσαι ταῖς βελτίοσι τῶν ἐλπίδων, ὥστε καὶ διὰ ταυτί γε, πολλῷ μειζόνως ταπεινοφρονεῖν ᾤετο δεῖν.

Εἰκότως. Μάλιστα μὲν διὰ τὸ τὸν ἑταῖρον Θεοῦ καὶ περὶ αὐτὸν ἔχοντα οἷος ἐκεῖνος, χρῆναι κατ’ ἐκεῖνον πρᾷον εἶναι καὶ ταπεινὸν τῇ καρδίᾳ, μηδὲ γὰρ ἂν ἐνεῖναι δυνηθῆναι κοινωνὸν γενέσθαι Θεοῦ τὸν ἑτέρως ἔχοντα· τῶν γὰρ ἀθεμίτων κομιδῇ, τἀναντία μετ’ ἀλλήλων γενέσθαι, καὶ τῆς τἀγαθοῦ συναφείας τὸν πονηρὸν ἀξιοῦσθαι. Ἔπειτα καὶ ἐκεῖνα σκοποῦντα· ὡς ἄρα πολλῶν μὲν καὶ μεγάλων ἀγαθῶν ἠξιώκει, καὶ κοινῇ καὶ καθ’ ἕνα πάντας ἀνθρώπους, καὶ θαυμαστὸν ἔχει περὶ τὸ γένος ὁ Δεσπότης τὸ φίλτρον· καὶ τοῦτο μὲν ἡμᾶς μηδὲν ὄντας, παρεσκευάσας εἶναι, τοῦτο δὲ οὐρανὸν ἡμῖν καὶ γῆν καὶ ἥλιον καὶ πάντα ταῦτα, καὶ οὐ παύεται τὸν ἅπαντα χρόνον, τοῦτο μὲν τὴν ψυχὴν εὖ ποιῶν, τοῦτο δὲ τῆς ἑτέρας μερίδος πολὺν ποιούμενος λόγον. Ἡμεῖς δ’ ἔπειθ’ οὕτω τοσούτων ὑπόχρεως ὄντες, οὐδὲ χάριν εἰδέναι τὴν ἀξίαν ἔχομεν, οὐδ’ ἐγγύς· ἀλλὰ τοσοῦτο καὶ τούτου δέομεν πάντες, ὅσο (γρ. ὅσῳ) καὶ τῆς φύσεως ἐξίστασθαι τῆς ἡμῶν αὐτῶν.

Ταῦτα τοίνυν ἐννοοῦντα, καὶ τούτους ἄνω καὶ κάτω τοὺς λογισμοὺς στρέφοντα, μετριότητι περὶ πάντα κεχρῆσθαι, καὶ ταπεινοφροσύνῃ μάλιστα τῶν ἄλλων προσέχειν ἔπεισε· καὶ τὴν μὲν ὑπόστασιν αὐτοῦ, κατὰ τὸν Δαυΐδ, ὡς οὐδὲν οὖσαν κρίνειν ἐνώπιον τοῦ Θεοῦ, πάντα δὲ τὰ προσόντα βέλτιστα, καὶ ὧν ἂν ἑαυτῷ γε ἔχοι συγχαίρειν, μόνῳ λογιζόμενον τῷ Θεῷ. Ἔπειτα στεφάνους ὑπὲρ τούτων οὐ μόνον οὐ προσδοκᾶν, ἀλλὰ καὶ προσοφείλειν, καὶ τούτων χάριν δέον εἶναι νομίζειν, ὡς ἐκεῖθεν ὄντων αὐτῷ· ἥ γε μὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐπιδημία, καὶ τὸ δεινὰ παθεῖν αὐτὸν ὑπὲρ ἡμῶν καὶ τεθνάναι, τίνα φιλανθρωπίας καὶ ταπεινοφροσύνης ὑπερβολὴν οὐκ ἂν ἔχοντα, πρὸς μνήμην ἰόντα; καὶ πρός γε ἔτι τὰς ἰδίας πρὸς αὐτὸν ὑπηργμένας εὐεργεσίας σκοποῦντα, οὕτω μετρίως παρεσκεύασεν ἔχειν, ὡς πᾶσαν μὲν τῆς ψυχῆς ἀπελάσας τὴν κάκιστ’ ἀπολουμένην ὑπερηφανίαν, θυμοῦ δὲ περιγενέσθαι καὶ λύπης καὶ πάθους παντὸς ὁτουοῦν, μᾶλλον δὲ καὶ ταῦτα μεταβάλλειν καὶ πείθειν τῶν εἰκότων ἔχεσθαι· καὶ λυπεῖσθαι μέν, οἷς λυπεῖσθαι προσῆκε, χαίρειν δέ, οἷς μάλιστα χαίρειν ἐχρῆν, θυμὸν δὲ καὶ τὴν τῆς ὀργῆς ἀνάγκην ἐπὶ τὰς πανουργίας τοῦ Βελίαρ παρακαλεῖν· πρὸς δὲ τοὺς ὁμοφύλους πρᾳότητι τοσαύτῃ κεχρῆσθαι, ὡς καὶ κατὰ τὴν τοῦ Θεοῦ καρδίαν πολιτεύεσθαι δυνηθῆναι, καὶ μετὰ Δαβίδου (sic) τὰ τοιαῦτα γίνεσθαι.

Οὐ μὴν ἐφ’ οὕτω τοι ταπεινοφροσύνης προβάς, πρὸς ἀνελευθεριότητα καθάπαξ ἐξῆγε, καὶ τὸ τῆς ψυχῆς κατήνεγκε φρόνημα, πᾶσι μὲν ὁμοίως χρώμενος, μείζω δὲ οὐδενὸς φρονῶν, ἀνδρίαν δὲ ἀτιμάζων, ἀλλὰ ταπεινῶν ἑαυτόν, ὑψηλοτέραν καὶ πολλῷ βελτίω τὴν διάνοιαν εἶχε, καὶ διὰ τοῦτο τῶν πραγμάτων τῇ δὲ κἀκεῖσε μεταχωρούντων καὶ κινουμένων αὐτός, οὐδὲν ἧττον, ἀκίνητος ἦν.

Οὕτως οὐδὲν τῶν εἰς εὐφημίαν φερόντων ἔξω καταλιπὼν ἑαυτοῦ, παντὸς ἀγαθοῦ κεφάλαιον ἦν· παρελθὼν μὲν τὸν ἄνθρωπον καὶ κοσμήσας, ἔργοις δὲ πᾶσι δείξας τὴν ἐνοῦσαν τῇ φύσει δύναμιν. Οὐ γὰρ τὸ μὲν τῶν ἀγαθῶν διώκειν ᾤετο δεῖν, τὸ δ’ οὔ, οὐδὲ πάντα μέν, οὐ μετὰ τοῦ νικᾶν δέ, ἀλλ’ ὥσπερ φιλονεικήσας, πᾶσι τοῖς ἐκ τῶν ἀγαθῶν στεφάνοις ἐπικοσμῆσαι τὸν βίον, οὕτω διετέλεσεν ἔχων. Καὶ πρόσεστι τὸ δικαίως. Εἰ γὰρ ἀγαθὸν ἅπαν θεόθεν τοῖς ἀνθρώποις γίνεται, Δημήτριος δὲ τούτῳ μάλιστα τῶν ἄλλων ἐχρῆτο καὶ τῶν ἑταιροτάτων ἦν αὐτῷ καὶ φιλτάτων, κοινὰ τὰ τῶν φίλων, τῆς παροιμίας νομοθετούσης, πῶς οὐ δῆλός ἐστιν εἰκότα παθών, πάντων ἐκείνῳ τῶν ἀγαθῶν κοινωνήσας; Χωρὶς δὲ τούτων, τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων εἰς ἀνθρώπους τελοῦντα καὶ διὰ τοῦτο καὶ φύντα τὴν ἀρχὴν εἰκὸς ἦν, οἶμαι, θεοείκελόν τινα τοῖς ὅλοις γενέσθαι, ὡσὰν ἀντὶ τοῦ σωτῆρος τοῖς ἀνθρώποις φανείς, καὶ τοῦτο τὸ μέρος Θεῷ προσήκων ἔχῃ κἀν τοῖς ἔργοις συμβαίνειν, καὶ διὰ πάντων ἁρμόττειν, καὶ μή, τὰ μὲν πρὸς ἐκεῖνον ὡς παράδειγμα βλέπων, θἀτέρου δὲ τοῦ μέρους ἐλλείπων, τὴν εἰκόνα ψεύδηται.

Ὁ μὲν γὰρ τοῦ γένους τοῖς ἀνθρώποις πατὴρ κακῶς εἴς τε ἑαυτὸν καὶ τοὺς θείους πολιτευσάμενος νόμους, μὴ μόνον αὐτὸς δήπουθεν ἔπραξε κακῶς, τὸν Θεὸν ἀπολέσας, ἀλλὰ σύν γε τῷ καθ’ ἑαυτὸν καὶ πάντας ἀνθρώπους ἄτῃ ἐνέδυσε βαρείῃ, κατὰ τὸ ἔπος· Δημήτριος δὲ περί τε τὴν ψυχὴν ἑαυτοῦ, περί τε τοὺς Χριστοῦ νόμους τὰ εἰκότα τηρήσας, ὁ δ’ ἔπειτ’ οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις θαυμαστὸς εὐεργέτης κατέστη, καὶ μετὰ τὸν Δεσπότην προστάτης τῷ κοινῷ τῶν ἀνθρώπων.