Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Η δημόσια δράση, η προστασία των χριστιανών και το ιεραποστολικό έργο

Η ενάρετη διαχείριση της κοσμικής εξουσίας, η υπεράσπιση των διωκόμενων πιστών, το δημόσιο κήρυγμα της χριστιανικής αλήθειας και η αναίρεση της δαιμονικής πλάνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 9

Δῆλον δέ. Ἐπεὶ γὰρ μὴ μόνον θαυμαστός τις ἦν σπουδαστὴς τῆς κατὰ ψυχὴν εὐπραξίας, ἀλλὰ καὶ ῥώμης καὶ φρονήσεως εὖ ἔχων, ᾔδει, κατὰ τὸν ποιητήν, βουλάς τ’ ἐξάρχειν ἀγαθάς, πόλεμόν τε κορύσσειν, καὶ στρατηγεῖν μὲν εἶχε, βουλεύεσθαι δὲ οἷός τ’ ἐγένετο, ἃ προσῆκε, πράγματα δὲ πολιτευόμενος, πάντων ἐκράτει, καὶ πολλοῦ τινος διὰ ταῦτα τοῖς κρατοῦσιν ἐδόκει, καὶ κοινὴ τοῖς πράγμασι λυσιτέλεια. Καὶ παρεκαλεῖτό γε ἐπὶ τὰς ἀρχὰς καὶ τὸ πραγμάτων ἅπτεσθαι καὶ παρεῖναι σφίσι καὶ συμμαχεῖν τὰ βέλτιστα, καὶ μετέχειν μὲν τῆς ἀγαθῆς τοῖς κρατοῦσι τύχης, μεταδιδόναι δὲ τῶν ἀπὸ τῆς ψυχῆς ἀγαθῶν, ἐξ ὧν ἄμεινον πράξειν ἐλπὶς ἦν. Διὰ ταῦτα δή, καὶ δέχεται τὴν ἀρχὴν τῶν Ἑλλήνων. Γενόμενος δὲ ἐπὶ τῶν πραγμάτων, οὐ πλοῦτον ἐφίλησεν, οὐ δόξης ἑάλω, οὐ τύχῃ προσέσχε τὸν νοῦν, ἔδειξε δὲ ὑπὲρ μὲν τῶν ἄλλων οὐδενός, μόνου δὲ Χριστοῦ καὶ τῶν ἐκείνου νόμων τὴν ἀρχὴν ᾑρημένος καὶ πρὸς δόξαν Θεοῦ κατὰ τὸν θεῖον Παῦλον, καὶ τἆλλα ποιῶν καὶ τῷ τῆς ἀρχῆς χρησάμενος δεδωκότι. Τεκμήρια δέ.

Ἐπεὶ γὰρ ἐκράτει τὰ χείρω, τῶν ἀσεβούντων τῶν πραγμάτων ἐπειλημμένων, καὶ πάντα ζάλη καὶ κλύδων εἶχε, τῶν ἐν ἀνθρώποις ὑγιαινόντων ὀλίγων κομιδῇ καταστάντων, καὶ τούτων κρυπτομένων, διωκομένων, θανατώντων, τῷ δέει τῶν ἐπὶ τὴν εὐσέβειαν πάντα ποιούντων, καὶ θαυμαστῆς τινος ἐν τῷ τότε τοῖς πράγμασιν ἐπιπεσούσης ἀχλύος, καὶ προσδοκωμένων αὐτίκα μάλα καθάπαξ χριστιανῶν ἐκτριβῆναι, τοῦ μὲν χεῖρα διδόντος οὐδενὸς ὄντος, πάντων δὲ σχεδὸν ἀνθρώπων ταῖς συμφοραῖς συμμαχούντων, μόνος, ὡς ἔπος εἰπεῖν, ἀντετάξατο τῇ κατὰ τῶν εὐσεβούντων φορᾷ, καὶ χεῖρα σώζουσαν ὑπερέσχεν, ἐν τῷ καλοῦντι τοῦ καιροῦ συμμαχήσας, καὶ μονονοὺ κλιθεῖσιν εἰς γόνυ παραστὰς τοῖς πράγμασι, καὶ γέγονε τοῖς εὐσεβοῦσιν ἀγαθὴ τύχη, καὶ μεταξὺ κυμάτων, γαλήνη, καὶ πάντα τὰ βέλτιστα.

Τὸ μὲν οὖν δημαγωγεῖν τοῖς Ἕλλησι τὰ πράγματα, καὶ στρατηγεῖν καὶ διοικεῖν καὶ βουλεύεσθαι καὶ πράττειν, ἃ τῷ κοινῷ τοῦ γένους λυσιτελήσει, χρημάτων εἵνεκα καὶ δόξης καὶ σωτηρίας, ἄρχουσι μὲν προσήκειν διὰ φροντίδος εἶναι ᾤετο, καὶ αὐτῷ μάλα πρὸς τρόπου, ἀλλὰ τὸν ἄλλον χρόνον· τηνικαῦτα δὲ τῆς περὶ Χριστὸν εὐσεβείας κινδυνευούσης ἀπολωλέναι, καὶ τοῦ καιροῦ καλοῦντος τὸν προστησόμενον, εἰκός γε ἐδόκει, μὴ ὅτι τὰ Ἑλλήνων, ἀλλὰ καὶ τὰ αὑτοῦ, καὶ τὴν ψυχήν, ὡς εἰπεῖν, τὴν αὑτοῦ, καὶ πάντα ἀφέντα, μόνων τῶν ὑπὲρ αὐτῆς ἀγώνων γενέσθαι καὶ στῆναι κατὰ τῆς πλάνης ὅπλα δικαιοσύνης, κινοῦντα καὶ τὴν τοῦ πνεύματος μάχαιραν, τὴν γλῶτταν δὴ τὴν αὑτοῦ· ἐπεὶ καὶ τὴν ἀρχὴν εὖ ποιήσειν ἀπὸ τουτωνὶ τῶν ἀγώνων, πάνυ γὰρ ἂν καλῶς τὴν Ἑλλάδα πρᾶξαι, τοῦ Χριστοῦ παρελθόντος. Καὶ τοίνυν Δημητρίῳ μὲν ἡ γλῶσσα ἐνεργὸς ἦν, τὴν τῆς ψυχῆς ἐπιδεικνῦσα περὶ τὸν Χριστὸν προθυμίαν, πάντας δ’ οὓς ἡ ἐκείνου φήμη κατέσχε καὶ Ἑλλήνων καὶ βαρβάρων θέατρον ἦσαν, ἡδέως μὲν προχωροῦντες, ἡττώμενοι δὲ πρὸς ἀνάγκην τῶν θαυμαστῶν ἐκείνων σειρήνων· ὥστ’ οὐδεὶς ἦν, ὃς γεγονὼς τοῦ θεάτρου, πρὸς παλινῳδίαν ἐξῆγεν.

Οὕτω φῶς ἐγένετο κόσμου, δεξάμενος μὲν αὐτὸς τὴν θείαν ἀκτῖνα, μεταδοὺς δὲ καὶ τοῖς ἄλλοις, καὶ λόγον διὰ ταῦτα φωτὸς καὶ ζωῆς ἐπέχων, Παύλου φωνή. Πρῶτον μὲν οὖν ἐκεῖνο πάντας ἔπειθε καὶ Ἕλληνας καὶ βαρβάρους κοινῇ, πρῶτον τῶν ἄλλων προσῆκον εἶναι οἴεσθαι λόγον ποιεῖσθαι, τοὺς τίνα δεῖ νομίζειν εἶναι Θεόν, ὡς μόνην οὖσαν ταύτην ἀνθρώποις οὖσιν εὐδαιμονίαν. Εἰ γὰρ τὸ ᾗ ὄντα ἐστὶ τὰ ὄντα εἰδέναι τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώπων εὐδαιμονία, τί ποτ’ αὐτὴν ἐροῦμεν τὴν ἐπιστήμην τοῦ Θεοῦ;

Καὶ ἅμα πρώτου τοῦ παντὸς ὄντος, καὶ τοὺς ὑπὲρ αὐτοῦ λόγους πρώτους ποιεῖσθαι προσήκειν τῶν ἄλλων παντὸς ὁτουοῦν· ἔπειτα ταύτην μόνην περὶ τὸ θεῖον ὑγιᾶ δόξαν εἶναι, τὸ Χριστὸν νομίζειν εἶναι Θεόν, καὶ τοῦ παντὸς τοῦδε δημιουργόν, ὃν διὰ τὴν περὶ τὸ γένος φιλανθρωπίαν ἄνθρωπον γενόμενον, ἵν’ αὐτὸ τῶν προτέρων ἀξιώσῃ χαρίτων, δῆλον ἀπό τε τῆς ὑπερφυοῦς πολιτείας, τῶν μεγάλων ἐκείνων ἔργων γενέσθαι.

Τὸ γάρ, νῦν μὲν ἀπογεγονότας, εἰς τὸ φῶς αὖθις ἀνάγειν, νῦν δέ, τυφλοῖς τὰς ὄψεις δημιουργεῖν, καὶ τοῦτο μέν, τοὺς ἐνεργουμένους ἀπαλλάττειν τοῦ συνέχοντος κακοῦ, τοῦτο δέ, ἐντολὰς αὐτοῦ καὶ θαλάσσῃ διδόναι, καὶ μόνῳ τῷ βούλεσθαι πάντα ποιεῖν καὶ μετασκευάζειν, μόνης τῆς τοῦ Θεοῦ δυνάμεως εἶναι, καὶ διὰ ταῦτα τοὺς πολλοὺς θεοὺς νόθους ἐπὶ τῶν πραγμάτων φανέντας χαίρειν εἰπόντας, τῆς ἐπὶ Χριστὸν ἑταιρίας γενέσθαι, καί, τῷ θαυμαστῷ λουτρῷ καθαρθέντας, εἰσποιηθῆναι Θεῷ. Πάνυ τοι γὰρ τῶν ἀτοπωτάτων εἶναι τὸν ἀγαθὸν ἀφέντας Θεὸν τοῖς κάκιστ’ ἀπολουμένοις δαίμοσι τὰ καθ’ ἑαυτοὺς ἐπιτρέψαι, κτίσματα θεοὺς προσειπόντας· ἡμῶν χάριν καὶ τὴν ἀρχὴν γεγονότα, καὶ διὰ τοῦτο τοῦ καθ’ ἡμᾶς καθάπαξ ἐλάττω, οὐ μὴν ἀλλὰ Χριστὸν Θεὸν ἐγνωκότας οὐκ ἀγαπᾶν, οὐδ’ εὐσεβοῦντας, καθεύδειν οἴεσθαι. Οὕτω γὰρ ἂν οὐ τελείως ἀγαθοὺς εἶναι, ἀλλὰ σύν γε τούτῳ, καὶ τὴν ἀπὸ τῶν ἔργων προστιθέναι συντέλειαν. Τὸ γὰρ εὐσεβεῖν ἄνευ τοῦ τοῖς βελτίστοις ἔργοις προσέχειν, οὐδ’ ὀλίγα πρὸς τὸ ἀγαθοὺς γενέσθαι δύνασθαι, ἀποστόλων τις εἶπε· διὰ ταῦτα, περὶ τὸν Χριστὸν εὐσεβοῦντας, καλῶς ποιοῦντας καὶ τῶν ἐκείνου κατακούειν ἐπιταγμάτων. Οὕτω γὰρ φιλοῦντας τὸν Θεὸν εἶναι· Ὁ γὰρ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει.

Οὕτω δὲ εὖ ἔχοντας τὰ τοιαῦτα, καὶ τοῦτον ἀμέλει πρὸς τὸν Χριστὸν διακειμένους τὸν τρόπον, καὶ λόγοις καὶ ἔργοις εἰς αὐτὸν εὐσεβοῦντας μηδὲν ἔπειτα πρότερον ἄγειν τῆς περὶ αὐτὸν σπουδῆς, κἂν πάντες πάντα ποιῶσι καὶ λέγωσι, κἂν τὰ πάντων δεινότατα τὰ μὲν δρῶσι, τὰ δ’ ἀπειλῶσιν, οἱ νῦν ἐπὶ κακῷ τῶν πραγμάτων, γῆς καὶ θαλάττης ὑπάρχοντες, πρῶτον μὲν ἐκεῖνο ἐνθυμουμένους· ὡς οὐκ ἄν ποτε δυσχερέσιν οὐχ ἑκόντας εἶναι περιπεσεῖν ξυγχωρῆσαι, φιλάνθρωπος ὢν ὁ Δεσπότης, εἴ γε προῄδει, μὴ ἂν δυνηθέντας ὑπενεγκεῖν, ὥστ’ εἰ μὲν μετὰ τῆς εὐσεβείας ἔξω δυσχερῶν εἶεν, ἔξω τῶν πραγμάτων εἶναι, καί γ’ εἰς ἀθλητὰς τῶν τοῦ Χριστοῦ νόμων [μεῖζον ᾤετο βαλεῖσθαι], τῶν δ’ ὑπὲρ εὐσεβείας κινδύνων συμπεπτωκότων θαῤῥεῖν καὶ μὴ δεδιέναι τὸν ἆθλον· κατὰ γὰρ εὐχὴν αὐτοῖς τουτῳῒ προχωρῆσαι, τοῦ Θεοῦ συνειδότος καὶ συγχωροῦντος, εἴ γ’ ἔστι τῶν δεινῶν δυναμένοις ὑπενεγκεῖν. Ἔπειτα οὐδ’ εἰκὸς τὸ παράπαν εἶναι, τὸ πολίτευμα ἐν οὐρανοῖς ἐσχηκότας, περὶ σώματος καὶ τῶν ἐπὶ γῆς ἀγαθῶν δεδιέναι.

Καὶ μήν, εἰ τέλος οὐκ ἦν Χριστὸς τὰ καθ’ ἡμᾶς, ἀθάνατοι δ’ ἦμεν καὶ ἀγήρῳ, οἰήματα πάντα, μάλιστα μὲν οὐδ’ οὕτω χρῆναι τῶν παρόντων ἀγαθῶν ἐξηρτῆσθαι· τὰ γὰρ μείζω, τὸν Χριστὸν καὶ τἀκείνου, περὶ πλείονος ἄγειν, ἀλλ’ οὖν, εἶχεν ἄν τινα τοῦτο λόγον· ἐπεὶ δὲ θνητοὶ πεφύκαμεν ἄνθρωποι, καὶ τὸν τοῦ περιεῖναι καὶ ζῆν εἰς πεῖραν ἰόντα, καὶ πρὸς ἀνάγκην τεθνήξεσθαι προσδοκᾶν ἔστι, πῶς οὐ δεινῶς ἄτοπον, εἰ ἃ στεφάνων χωρὶς ἀνάγκη παθεῖν, ταῦτα μετὰ στεφάνων καιροῦ καλοῦντος οὐχ ἑλοίμεθα ἄν; χωρὶς δὲ τούτων, τῆς μεγίστης ἀγνωμοσύνης, Θεὸν μὲν δεινὰ παθεῖν ὑπὲρ ἡμῶν καὶ τεθνάναι, μηδαμόθεν αὐτῷ προσῆκον, ἡμᾶς δὲ δι’ ἐκεῖνον, ἐῶ γὰρ λέγειν ὑπὲρ ἡμῶν αὐτῶν, οὐχ ἑλέσθαι ἀποθανεῖν, τοῦ πεφυκότος ἀπαιτοῦντος καὶ πρὸς ἀνάγκην τεθνηξομένους; ἄλλως τε ἑλέσθαι δεῖν δυοῖν θάτερον· ἢ πρὸς γῆν ἔχοντας, μηδενὸς τῶν ἀϊδίων ἀγαθῶν εἰς πεῖραν ἐλθεῖν, ἢ τῶν Χριστοῦ γενομένους ἐρώτων, πρᾶξαι καλῶς. Τὸ μὲν οὖν τουτωνὶ τῶν ἀγαθῶν ἐφίεσθαι οἴεσθαι δεῖν, ἀγνοούντων σφᾶς αὐτοὺς εἶναι· κρείττους γὰρ αὐτῶν γενομένους, ἔπειτα τῶν ἔλαττον ἐχόντων ἐρῶντας, μὴ πόῤῥω μανίας εἶναι· ἔρωτα γὰρ ἔχειν ἐκείνων, ἃ πρὸς τῷ μείζω καθάπαξ εἶναι, καί γε ἐν καιρῷ τοῖς ἐρῶσι γίνεται.

Θεοῦ δὲ ἐρᾶν, οὐχ ὅσον εὐδαιμονοῦντας τίθησι τὴν ἀρίστην εὐδαιμονίαν, ἀλλὰ καὶ ἀνθρώποις μάλα πρὸς τρόπου, καὶ τῷ κοινῷ τῶν ὄντων πεφυκότι πάνυ προσῆκον. Πάντα γὰρ κατὰ φύσιν ἐρᾶν τοῦ Θεοῦ, ἀνθ’ ὧν μόνῳ μὲν τῶν πάντων προσκειμένου εἶναι Θεῷ, προσκειμένους δέ, καὶ τοὺς νόμους τοὺς ἐκείνου σώζειν πειρᾶσθαι. Τῶν δὲ νόμων τῶν ἐκείνου μὴ φοβεῖσθαι τοὺς ἀποκτενοῦντας τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐκ ἔχοντας ποιῆσαι κακῶς.

Δημήτριος μὲν οὖν οὕτω ταῦτα, καὶ πόλλ’ ἕτερα τοιαῦτα συνεῖρε, καὶ ἅμα τοῦ Χριστοῦ συμμαχοῦντος καὶ ὑπερφυῶν ἔργων αὐτουργὸς ἦν· Ἑλλὰς δὲ ἐλύετο τῆς τῶν θεῶν τυραννίδος, καὶ τὸν ἀληθῆ Θεὸν ἐνέγνω, καὶ τὸ φῶς ἑώρα τῆς ἀληθείας, καὶ ὁ μέγας αὐτοῖς πατὴρ ἐγίνετο τῆς υἱοθεσίας, καὶ πάντα ἦν αὐτοῖς ἐν ῥᾳστώνῃ, τοῦ Χριστοῦ παρελθόντος· οὕτω δὲ καὶ λέγων καὶ πράττων, κοινή τις ἦν τῷ γένει βοήθεια.

Ἐπεὶ γὰρ τὴν τοῦ Σωτῆρος λῆξιν ἑώρα κινδυνεύουσαν καθάπαξ ἀπολωλέναι, τῷ πόῤῥω γενέσθαι τῶν ἐκείνου καλῶν, ἐπανήγαγεν αὖθις, καὶ δέδωκεν αὐτοῖς, ὡς εἰπεῖν, ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, ὡσὰν καὶ αὐτὸς σπείσασθαι τοὺς ἀνθρώπους πρὸς τὸν Θεὸν κατὰ τὸν Σωτῆρα παρασκευάσας, σωτὴρ καὶ αὐτὸς ἀνθρώπων ἀκούειν ἔχῃ, καὶ ὃν ἀμέλει πᾶσιν ἐμιμεῖτο τοῖς ἄλλοις καὶ τοῦτο τὸ μέρος μετ’ ἐκείνου γένηται. Οἶμαι γάρ, εἰ μετὰ τὴν θαυμαστὴν ἐκείνην εἰς ἀνθρώπους εὐεργεσίαν, τὸν ἐν σαρκὶ Θεόν, καὶ τοὺς μετὰ τὸν Δεσπότην τῶν ἀνθρώπων σωτῆρας, ἑτέραν τινὰ φιλοτιμίαν Θεοῦ πρὸς ἀνθρώπους γεγενῆσθαι ξυνέβη, τὴν οἰκουμένην αὖθις εὖ ποιεῖν βουλομένου, μὴ ἂν ἑτέραν ταύτην, ἢ τὴν Δημητρίου ψυχὴν γενέσθαι. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Πρὸς δὲ τὰ ἑξῆς θαυμαστῆς γε δεῖ μούσης, καὶ γλώττης ἄμεινον ᾄδειν ἐπισταμένης· οὕτω γὰρ ἂν τὸν ἀγῶνα κατὰ πᾶν τὸ εἰκὸς ἀπαντῆσαι, τῶν λόγων ἑπομένων τῇ τῶν πραγμάτων δυνάμει, Δημητρίου δ’ ἂν εἴη καὶ τοῦτο.

Ἐπεὶ γὰρ ἐκ τοῦ Θεοῦ τοῖς ἀνθρώποις γεγονὼς ἐπ’ εὐδαιμονίᾳ τοῦ γένους, αὐτὸς μὲν ὅσον ἔνεστιν ἐξ ἀνθρώπων εἰς Θεὸν ἀγαθὸν γενέσθαι μετὰ πολλοῦ τοῦ περιόντος εἰσενηνόχει, πρὸς δὲ τὴν τῶν ἀνθρώπων δημαγωγίαν, πᾶσιν ἐχρήσατο τοῖς ἐνοῦσι καὶ μηδέσιν ἀνθρώπων οὐδεμίαν ὑπερβολὴν οὐκ εὐσεβείας, οὐ φιλανθρωπίας ἀφῆκε· λέγων δὲ τὰ Χριστοῦ καὶ πράττων καὶ πολιτευόμενος, ἔτι περὶ αὐτὸν μανικώτερος ἐγεγόνει, καὶ οὐχ οἷός τ’ ἦν ἔτι ἑαυτὸν κατέχειν, ἀλλὰ τοῖς λογισμοῖς ἑκάστοτε συνὼν οὐκ ἠγάπα, συνηύχετο μὲν ἑαυτῷ τὴν ἀπαλλαγὴν τὴν ἐντεῦθεν, ἐντεῦθεν ἤδη τῶν ἐν οὐρανῷ γεγευμένος· συνηύχετο δὲ μετὰ λαμπροῦ τοῦ σχήματος αὐτῷ τὴν τελευτὴν ἀπαντῆσαι. Γίγνεται τοίνυν καὶ μετὰ λαμπρῶν τῶν τροπαίων.

Δημήτριος ἦν ἐξ ἀνθρώπων, οὐ μόνον βαρβάροις φόβον ἐνθείς, καὶ ταῖς ἐκεῖθεν νίκαις τὴν Ἑλλάδα κοσμήσας, ἀλλὰ καὶ θεοῖς τὴν ἀρχὴν καταλύσας, οὐκ εἰδόσι τοὔνομα, καὶ τῶν πραγμάτων ἀπελάσας, ὥσπερ τυράννους, οὐδαμόθεν αὐτοῖς προσῆκον τοῖς ἀνθρώποις ἐπιθεμένους, καὶ τῆς ἐκεῖθεν αἰσχύνης τὴν οἰκουμένην καθάρας, καὶ δείξας, ὡς οὐκ ἔσται δαίμοσι τυραννεῖν, ἕως ἂν μετ’ ἀνθρώπων ὦσιν αὑτοῦ Σωτῆρος χάριτες.