Ποῦ δὲ θήσεις τὴν ἐκείνου περὶ τὸ γένος φιλανθρωπίαν, καὶ τὸ δι’ ἐκείνους ἂν ἑλέσθαι τεθνάναι; οὗ πλὴν ὀλίγων, οἶμαι δὲ οὐδ’ ὀλίγων, οὐδενὶ τῶν τότε μετῆν. Καὶ μὴν εἰ πρὸς ἐπαίνου τοῖς προφήταις, ὅτι τὸν μέλλοντα Θεὸν ἐλεύσεσθαι προσεδόκων, πῶς οὐ πᾶσαν ἐπαίνων ὑπερβολὴν τὰ τοῦδε νικᾷ; Οὕτω μὲν τὸν Χριστὸν καὶ ἰδόντος καὶ φιλοῦντος καὶ συνόντος ἑκάστοτε, οὕτω δὲ τοῦ σταυροῦ καὶ τοῦ τεθνάναι μετασχόντος αὐτῷ, καὶ κατ’ ἐκεῖνον δι’ ἐκεῖνον σφαγέντος, ὡς καὶ θεοείκελον ἐντεῦθεν ἀκοῦσαι, ὃν ἐκεῖνοι, καὶ μάλα μανικῶς ἐρῶντες, οὐδὲν μᾶλλον ἔτυχον τοῦ Χριστὸν ἰδεῖν, καὶ τὸ ὑπὲρ ἡμῶν ἐκχυθὲν αἷμα καὶ τὸ τεθνάναι· τούτων ἐκεῖνον τῷ μὲν συνόντα, τῶν δ’ αὐτῷ κεκοινωνηκότα. Ἐπεὶ δὲ καὶ στρατηγοί τινες ἐν αὐτοῖς καὶ σωτῆρες τοῦ γένους, ἐκεῖνο λέγω, ὡς εἰ καὶ δυσχερῶν τινων ἀπήλλαξαν ἔστιν οὕς, καὶ τὴν ἐλευθερίαν σφίσι παρέχων, ἀλλ’ οὐ τὴν κατὰ ψυχὴν εὐεξίαν, οὐδὲ τὸ πρὸς Θεὸν ἐπεστράφθαι, οὗ χωρίς, τοῦ μηδενὸς ἄξια τὰ πάντα, κἂν δόξαν εἴποις, κἂν πλοῦτον, κἂν ἐλευθερίαν, κἂν ὁτιοῦν. Δημήτριος δὲ καὶ ταῦτα μὲν οὐδενὸς ἧττον ἐκείνων Ἑλλήνων ἄρχων ἐφάνη, πολλῷ δὲ πλέον, ἃ πολλοῦ τιμᾶται Θεός, τῆς τῶν ἀνθρώπων ἐφρόντισε σωτηρίας· καὶ τοῦ γ’ ἀπὸ μὲν τῶν νοητῶν πολεμίων τρόπαια στῆσαι, τῆς δ’ ἐκεῖθεν ἀχλύος τοὺς ἀνθρώπους καθάρας, ὃ δ’ ἔπειτα προσαγαγεῖν τῷ Θεῷ τῶν ὀλίγων τοῖς προφήταις προσῆν.