Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον
Τελικές εγκωμιαστικές προσφωνήσεις και επίλογος
Καταληκτικοί ύμνοι προς το πρόσωπο του μάρτυρος για τον θείο έρωτα, την παρθενία και τη δόξα του, καταλήγοντας στη συνήθη θεολογική δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τελικές εγκωμιαστικές προσφωνήσεις και επίλογος
Καταληκτικοί ύμνοι προς το πρόσωπο του μάρτυρος για τον θείο έρωτα, την παρθενία και τη δόξα του, καταλήγοντας στη συνήθη θεολογική δοξολογία.
Ἀλλ’ ὦ θαυμαστὴ τῶν ἀνθρώπων εὐδαιμονία· ὦ σοφίας Θεοῦ τεχνῖτα, καὶ θησαυρὲ θείων ἐρώτων· ὦ τῆς περὶ Χριστὸν ἀγάπης, μηδὲ τὴν τῶν οὐρανῶν βασιλείαν φιλτέραν ἄγων· ὦ τρόπαιον εὐσεβείας, καὶ εἰκὼν τῶν τοῦ Θεοῦ χαρίτων, ὦ παρθενίας τοσοῦτον μετέχων, ὡς μηδὲ τοὺς ἀγγέλους ἐᾶσαι πλέον ἔχειν σαὐτοῦ· ὦ φύσεως ἔνδειξις καὶ φιλοτιμία τοῦ γένους καὶ πάντων ἀγαθῶν συντέλεια· ὦ τῶν ὑπὲρ Χριστοῦ τραυμάτων καὶ τοῦ τεθνάναι τοσοῦτον ἔρωτα κεκτημένος, ὡς καὶ δυσχεραίνειν ἔτι μελλόντων. Ὦ κοινωνὲ τῷ Χριστῷ τῶν τραυμάτων καὶ τῆς τελευτῆς καὶ τῆς δόξης· ὦ πάντας πείθων καταφρονεῖν σωμάτων, πρὸς σὲ δὴ βλέποντας· ὦ τὸ πῦρ, ὃ βαλεῖν ἐπὶ τῆς γῆς ὁ Χριστὸς ἦλθεν, ὅλον ἐν τῇ ψυχῇ δεδεγμένος· ὦ καὶ τῶν μελλόντων ἀγαθῶν, οὐκ ἄν γε μελλόντων, αὐτὸς οὐδὲν ἧττον ἂν ὑπὲρ Χριστοῦ καὶ τῶν αὐτοῦ φίλτρων ἠγωνισμένος, ἅτε μηδ’ ἐπηγγελμένων τῶν ἄθλων, διὰ ταῦτα Χριστὸν φιλήσας· ὦ μηδὲ Παύλῳ τῶν πρεσβείων παραχωρήσας, τῷ περὶ Χριστὸν μεμηνότι, τῷ μανικωτάτῳ τῆς περὶ Χριστὸν ἑταιρίας.
Ὦ Χριστοῦ μὲν ἑταῖρε, Χριστοῦ δὲ μιμητά, Χριστοῦ δὲ κατὰ τὸν τοῦ Παύλου λόγον συγκληρονόμε· ὦ πάντα μὲν τοῦ μηδενὸς ἄξια κρίνας, πλὴν ὅσα πρὸς Θεὸν φέρει· ὦ Θεοῦ μὲν σύμμαχος γεγονώς, δαιμόνων δὲ ἀπαλλάξας τὴν οἰκουμένην· ὦ φιλανθρωπότατε μαρτύρων ἁπάντων· ὦ θαυμαστῇ περὶ τοὺς ὁμοφύλους κεχρημένος φιλανθρωπίᾳ, ὥστε τοῖς μέν, πατήρ, τοῖς δ’, ἀντὶ μητρός, τοῖς δ’, ἀντ’ ἀδελφοῦ καταστῆναι, καὶ διὰ τοῦτο πᾶσιν ἀνθρώποις καὶ πατρὸς καὶ μητρὸς καὶ ἀδελφῶν ποθεινότερε.
Ὦ Χριστοῦ μὴ μόνον αὐτὸς φανεὶς εὐωδία, ἀλλὰ καὶ τοῖς ἄλλοις ἀνθρώποις, τὸ κενωθὲν προμνώμενος μύρον· ὦ τὸ πρόσθεν μὲν αἷμα, νυνὶ δὲ μύρον τῶν ὠτειλῶν ἀφιείς, μᾶλλον δὲ καὶ νῦν οὐχ ἧττον ἢ πρόσθεν αἷμα· ἀπὸ γὰρ πληγῶν καὶ τραυμάτων καὶ τότε πληγέν, μύρον ἀνῆκέ σοι τὸ σῶμα· ἐπεὶ καθαρότητος καὶ ἁγνείας οὐδὲν ἐλλεῖπον, τῆς τοῦ πνεύματος εὐωδίας μετέσχε, καὶ μύρον αὐτὸ κατέστη τὸ αἷμα, ὡς καὶ τὸν Χριστὸν ὀσμὴν εὐωδίας αἰσθέσθαι, ὅ φασιν ἐπὶ τῆς θυσίας Ἄβελ γενέσθαι· ὥστε νῦν οὐ μετέβαλλε τὸ σὸν αἷμα πρὸς μύρον, ἀλλὰ μύρον ὂν ἐξ ἀρχῆς, ὅπερ ἦν ἐν τῷ νῦν εἶναι φαίνεται.
Ἀλλ’ ὦ πᾶν ὁτιοῦν τῶν ἀγαθῶν καὶ ὢν αὐτὸς καὶ καλούμενος, καὶ τὴν ἀρετήν, οἷς μετέσχες, μάλα σεμνύνας, ἡμῖν μὲν ὁ τῶν σῶν ἐπαίνων ἆθλος ἠγώνισται δή, ὃν ὁ σὸς εἰργάσατο πόθος, δεύτερον ἤδη, τῷ μὲν ἀθλητῇ καὶ τῇ τῶν λόγων ἡμῖν δυνάμει πάνυ προσήκων, τῷ μεγέθει δὲ τοῦ πράγματος οὐκ ἂν ἔτι, νικᾷ δὲ τὰ σά. Δυσχεραίνω δὲ οὐδαμῶς ποῦ δὴ δοῦναι τὰ γέρα, μὴ τῇ δυνάμει, τῷ δὲ βουλομένῳ συμβαίνοντα.
Ὦ κἂν τούτῳ μιμησάμενος τὸν Δεσπότην, τὸν ἐκ παίδων προσιέμενον ὕμνον, ἐκ πάνυ τοι νέου τὰ τοιαῦτα καὶ αὐτὸς δεδεγμένος· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.