Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Προοίμιο: Ο πόθος και η δυσκολία του εγκωμιασμού

Ο ρήτορας εκφράζει την προσωπική του ευλάβεια και αναγνωρίζει την αδυναμία του ανθρώπινου λόγου να αποδώσει το προσήκον εγκώμιο στο μεγαλείο του μάρτυρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 1 από 4

Προσφώνημα εἰς τὸν ἔνδοξον τοῦ Χριστοῦ μεγαλομάρτυρα Δημήτριον τὸν μυροβλήτην. Οὐδὲν οἶμαι τῶν ἀτόπων, ὦ μαρτύρων ἀκρότης, εἰ πολλῶν καὶ μεγάλων ἐπαινεσάντων τὰ σὰ καὶ ἡμεῖς πρὸς τοὺς κατὰ σοῦ θορύβους καὶ κρότους ἡμᾶς αὐτοὺς καθήσομεν, οἱ μάλιστα πάντων τὰ σὰ καὶ πνέοντες καὶ θαυμάζοντες· τοὐναντίον μὲν οὖν ἅπαν τῶν ἀτόπων ἂν ἦν, ὅπου γὰρ καὶ τοῦ περί σέ μου τούτου μεμηνότος ἀπόντος, μόνον οἷς ὑπὲρ πάντας πᾶσιν ἀναφανεὶς πάντας τῶν ἐπαίνων ὀφειλέτας ἔσχηκας, ἐχρῆν καὶ ἡμᾶς εἰς τουτονὶ τὸν ἄθλον ὅσα γ’ ἐστὶ δυναμένοις εἰσφέρειν· πόσον τι χρὴ νομίζειν τουτὶ μᾶλλον προὐργιαίτερον εἶναι, συνάμα γε τῷ κοινῷ δικαίῳ καὶ τοῦ περί σέ μου πόθου καὶ τῆς ἐκεῖθεν κατανάγκης παρούσης· οὐ γὰρ ὅσον λέγειν τι ἢ ἀκούειν τῶν σῶν ἢ καὶ μόνον μεμνῆσθαι πάσης ἡδονῆς ἥδιον ἔμοιγε καὶ ποθεινότερον χρῆσθαι, ἀλλὰ καί, εἴ γε ἐξῆν, εἱλόμην ἂν ἀποσχέσθαι ἐμαυτοῦ μᾶλλον ἢ σοῦ καὶ τῶν σῶν πραγμάτων εἰς λήθην δήπουθεν ἥκειν· καὶ τοίνυν τοὺς μὲν ἄλλους ἅπαντας τοὺς εἰπόντας, τό τε λόγων εὖ ἥκειν, τό τε σὺν δέει θαρρεῖν πρὸς τοὺς ὑπὲρ σοῦ διανέστησε λόγους, ἐμὲ δὲ μόνος ὁ πρός σέ μου μανικώτατος πόθος καὶ τὸ μάλιστα τῶν ἄλλων ἁπάντων τὰ σὰ καὶ πνεῖν καὶ θαυμάζειν· τοσοῦτόν τι τὸ περί σέ μου τῆς ψυχῆς πάθος, ὢ πάντα τὰ βέλτιστα σὺ καὶ ὢν καὶ καλούμενος.

Ὁ μὲν οὖν τοῦ λόγου λόγος, ὥς γε ἔφην, ὁ πόθος καί γε εὔλογος, ὥς γε ἐγὼ νομίζω, τοῖς μέντοι σοῖς ἐγκωμίοις ἐπιβαλοῦμεν κατατυραννηθέντες ἐκεῖθεν· ὅτι δέ σοι πολλῶν καὶ μεγάλων κατέστην ὑπόχρεως, ὦ μυροβλύτα, οὐχ ὁρῶ τις ἂν γενοίμην μὴ τῶν Ὁμήρου στομάτων τετυχηκώς· τοῖς μὲν ἄλλοις ἅπασι τοῖς εἰποῦσι, συνέσει καὶ λόγων ῥώμῃ μάλιστα ὑπερέχουσι, πρὸς πάντα τὰ τοῦ μεγάλου καθεῖναι σφᾶς αὐτοὺς ἐξεγένετο, ἐμοὶ δὲ μέγ’ ἂν εἴη καὶ λίαν ἀγαπητόν, εἰ καὶ τῶν ἐν ὀφθαλμοῖς τρόπον τινὰ μνησθῆναι βραχέα γένοιτο καὶ τούτων ὅσα σε μέγιστ’ ἀνθρώπων μάλιστα τῶν ἄλλων σεμνύνει καὶ πρὸ τῶν ἄλλων ἀνθρώπων τίθησιν, ἅτε πάντων ἀγαθῶν ὑπερέχοντα καὶ σοὶ μάλιστα διαφερόντως προσόντα.