Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Πνευματικές αρετές, αποστολικό έργο και ένωση με τον Θεό

Η υπεροχή της θείας σοφίας έναντι της στρατιωτικής δόξας, η άσκηση της παρθενίας, η κατάκτηση της απάθειας και η πλήρης υποταγή στο θείο θέλημα, μέσω της οποίας ο Άγιος προσελκύει τον λαό στην ευσέβεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 4

Τὸ μὲν γὰρ τῆς τε περὶ τὸ σῶμα ῥώμης καὶ τοῦ κατ’ αὐτὴν γιγνομένου καὶ τῶν ἐντεῦθεν στεφάνων εἵνεκα λέγειν, καὶ ὡς κὰν τούτοις ὑπὲρ πάντας ἀνεφάνη τοὺς ἄλλους, ὅτε καὶ τούτοις ἐχρῆν κεχρῆσθαι, μεγίστη τις ὠφέλεια πᾶσι καὶ ὢν καὶ δοκῶν, στρατηγίας καὶ δημαγωγίας καὶ τροπαίων ἕνεκα λέγω καὶ τῆς ἄλλης φιλοτιμίας, περίεργον ἂν εἴη ἐν τῷ παρόντι, ὡς ἔμοιγε φαίνεται· ἃ δὲ μόνα καὶ ἀνθρώπῳ μάλα πρὸς τρόπου καὶ κεχαρισμένα θεῷ καὶ μάλιστά γε τῶν ἄλλων ἁπάντων τῇ καθαρωτάτῃ Δημητρίου ψυχῇ προσῆκε, καὶ ἰσόθεον, ὡς εἰπεῖν κατὰ τὸ ἔπος, αὐτὸν ἀνέδειξε φῶτα, τούτων νῦν ἔσται μοι λόγος καὶ τούτοις τὴν γλῶσσαν σεμνύνας, ἀποδώσω τὸν πόθον οἷς γε ἔνεστιν. Ὁ μὲν οὖν Σολομὼν εἰς ἄκρον σοφίας ἐληλακὼς εἶπον, φησί, τὴν σοφίαν ἐμὴν ἀδελφὴν εἶναι καὶ ἐφίλησα αὐτήν. Δημήτριος δέ, ἡ μεγάλη τῆς φύσεως ἔνδειξις καὶ τῶν ἀγαθῶν τελευταία φορά, καὶ ταύτης μὲν οὐδὲν ἧττον ἐκείνου μετέσχεν, εἰ μὴ καὶ πολλῷ μειζόνως ὅσῳ καὶ στόμα θεοῦ κατέστη, ἐξάγων ἄξιον ἐξ ἀναξίου, καὶ τῆς μὲν ἀσεβείας ἀπάγων, πρὸς δὲ τὴν πίστιν ἐνάγων καὶ μυσταγωγῶν τὰ σωτήρια, οὗ τί μεῖζον ἢ σοφώτερον ἢ ἁγιώτερον γένοιτ’ ἄν;

Πρὸ δέ γε ταύτης καὶ μετὰ ταύτης ἐφίλησε μὲν παρθενίαν, ἐφίλησε δὲ ἁγνείαν καὶ τὸ διὰ βίου παντὸς καθαίρεσθαι, ἐπεί περ ὥσπερ ἑκάτερ’ ἀλλήλων ἔχοντα καὶ οὔτε σοφός τις ἂν εἴη μὴ κεκαθαρμένος τὸ πρόσθεν, οὔτε κεκαθαρμένος ἔνι γενέσθαι μὴ σοφὸν γενόμενον· ἀνθ’ ὧν ἑαυτοῦ τὸ σῶμα Δημήτριος ἀπειλικρινημένον εὐθὺς ἐκ παιδὸς καὶ καθαρώτατον διὰ τέλους τηρήσας, τὴν ψυχὴν ἀξίαν εὖ μάλα τῆς ἀρρήτου καὶ ὑπὲρ λόγον παρεσκευάκει σοφίας, ᾖ φίλη μάλιστά γε τῶν ἄλλων ἁπάντων ἡ κάθαρσις.

Οὐ γὰρ ὥσπερ κατὰ τοὺς ἄλλους ἅπαντας σῶμα περικείμενος ἦν, οὕτω δήπου καὶ κατὰ τοὺς ἄλλους ἅπαντας καὶ ταῖς ἐκεῖθεν ἀνάγκαις ὑπήγετο, ἀλλὰ τοσοῦτον ἀπεῖχε τοῦ καὶ ὁπωσοῦν τουτωνὶ τῶν φυσικῶν ἡττᾶσθαι δεσμῶν καὶ οὕτω καὶ τούτων μετὰ πολλοῦ τοῦ κρείττονος ὑπερέσχεν, ὥσπερ ἄρα καὶ ὁ πρὸ τῆς παραβάσεως ἄνθρωπος.

Τὰς γὰρ αἰσθήσεις ῥυθμίσας κάλλιστα πάντων ὡς μὴ ταῖς ἐπιθυμίαις ὑπάγεσθαι, μηδ’ ἀπᾴδειν ἔχειν τῷ λογισμῷ τὴν ψυχήν, ἐξ ἀνάγκης καθαρὰν τῶν οὐκ ἀγαθῶν ἔδειξεν ἐννοιῶν καὶ συμπάσης ὑλικῆς προσπαθείας κρείττω παρεσκεύασεν εἶναι, κἀντεῦθεν αὖθις τὸ σῶμα ἀπαθὲς καθάπαξ διέθηκε καὶ δι’ ἀλλήλων ἄμφω καθάρας νεὼν ἑαυτὸν ἀνέδειξε θεῖον καὶ ὄργανον πνεύματος· μόνος γὰρ ὧν ἴσμεν ἢ κομιδῇ γε ἐν ὀλίγοις τὴν τῆς ψυχῆς εὐγένειαν ἀκραιφνεστάτην διὰ βίου παντὸς τετήρηκε καὶ τὸ κατ’ εἰκόνα σαφῶς ἐπεδείξατο, μᾶλλον δὲ εἰκὼν ἀνεφάνη θεοῦ σαφῶς ἐνδειξάμενος ὁποῖον εἶναι κἀν τοῖς ἔργοις τὸν ἀπὸ Χριστοῦ καλούμενον· οἶμαι γὰρ εἴ τις ἐγένετό ποτε ἢ γενήσεται θεοῦ πρὸς ἀνθρώπους φιλοτιμία ἢ ἀρχέτυπον καθαρότητος ἢ κανὼν ἀκριβὴς ἀπαθείας θεόθεν τοῖς ἀνθρώποις ἀναφανείς, τοῦτον εἶναι τὸν μέγαν καὶ τὴν ἐκείνου ψυχὴν τοσοῦτόν σοι παρθενίας ἄγαλμα τὸ τῆς καθαρότητος περιὸν καὶ οὕτω πάντας τῷ ὑπερφυεῖ τῆς ἁγνείας πρὸς ἔκπληξιν ἐνάγεις καὶ θαῦμα καὶ δίδως ἐντεῦθεν, ὥσπερ καὶ δοκεῖν σου τὸ σῶμα μὴ τῶν κάτω, τῶν δ’ οὐρανίων εἶναι σωμάτων καὶ ὧν τὸ ἀπαθὲς ἴδιον, ὥστε ἔξεστιν εἰπεῖν μὴ μόνον τὸν μέγιστον ἐπὶ σωφροσύνῃ Ἰωσὴφ ἐκεῖνον πολλῷ τῷ ὄντι τῇ παρθενίᾳ παρενεγκεῖν, ἀλλὰ καὶ μετὰ θεολόγον τὸν πάνυ τῆς τῆς παρθενίας προσρήσεως ἠξιῶσθαι καὶ μετ’ ἐκεῖνον καὶ σὲ παρθένον καλεῖσθαι, μηδὲ τοῖς ἄλλοις ἐκείνου λειπόμενον, ἐπεὶ καὶ μάλιστα τῶν ἄλλων ἁπάντων θεοφιλής, οἷς ὑπὲρ πάντας τοὺς ἄλλους φιλῶν τὸν Χριστόν, ἐναργέστατον δεῖγμα τῆς πρὸς αὐτὸν ἀγάπης ἐξήνεγκας τὸν θεῖον χρησμόν· ἐπεί γε τῶν λογικῶν αὐτοῦ θρεμμάτων ὡς οὐκ οἶδ’ εἴ τις μελεδωνὸς καὶ προστάτης κατέστης καὶ τῆς εὐσεβείας σφίσι συναγωνιστὴς καὶ συλλήπτωρ κάλλιστα πάντων, τοῖς ἀσεβέσι μὲν πολεμῶν καὶ λόγοις καὶ ἔργοις ἑκάστοτε, μετὰ δὲ τούτων ἱστάμενος καὶ τὴν μὲν ἀχλὺν ἐπικειμένην σφίσι τῆς ἀσεβείας διέχων, τὸν δὲ τῆς δικαιοσύνης πᾶσιν ἐκλάμπων ἥλιον καὶ διὰ τούτων κατασκευάζων τῷ Κυρίῳ λαὸν περιούσιον· ᾔδει γὰρ ἀκριβῶς ὡς τὸ μὲν τῆς καθ’ ἑαυτὸν μόνης σωτηρίας ἀντιποιεῖσθαι τῆς τῶν ἄλλων ἀλογοῦντα, τῶν σμικρῶν ὡς εἰπεῖν καὶ τῆς ἐλασσουμένης μερίδος, τὸ δὲ τοῖς σφετέροις ἀγαθοῖς καὶ τὰ ἑτέρων διώκειν καὶ ὅπως εὖ ἔχοντες ὦσι τὰ πρὸς ἀρετὴν κἀκεῖνα ζητεῖν καὶ πρὸς τὸ ποιεῖν καὶ διδάσκειν, κατὰ τὸν θεῖον χρησμόν, τῶν μεγάλων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ μέγα κτησαμένων ὄνομα· ἀνθ’ ὧν ἑαυτὸν καθάπαξ καὶ ὡς οὐκ οἶδ’ εἴ τις καθάρας, οὐκ ἀνεκτὸν ἡγεῖτο οὐδὲ πρὸς αὐτοῦ μέχρις αὐτοῦ στῆναι τὸ εὖ ποιεῖν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐκάθηρε καὶ πρὸς οὐρανὸν τὸν νοῦν εἰς αὐτὸν μεθίστη, πάντων τῶν γηΐνων ἀλογεῖν ἀναπείθων, ὡς μὴ μόνον μηδένων ὄντων, ἀλλὰ καὶ ὀλέθρων ἀτεχνῶς καθισταμένων ψυχῆς· καὶ τοίνυν ἐντεῦθεν τοὺς πόδας μὲν ἀποστολικούς τινας ἀπέδειξε καὶ ὡραίους, ὡς εὐαγγελιζομένους πᾶσιν εἰρήνην καὶ ἀγαθά, τὰς χεῖρας δὲ ἡγνισμένας μὲν τοῖς ὅλοις καὶ καθαράς, καὶ συμπάσης προσπαθείας κρείττους παντάπασι, τοῦ δὲ θείου βαπτίσματος καὶ τῆς ἐκεῖθεν ἁγιαστίας, ἧς αἴτιοι πᾶσι καθίσταντο, καὶ τῶν μεγάλων τουτωνὶ μυστηρίων ἀξίους ὡς μεταχειρίζουσι τὰ προσήκοντα· πρὸ δέ γε τούτων καὶ μετὰ τούτων τὴν θαυμαστὴν ἐκείνην γλῶσσαν καὶ μόνῳ Χριστῷ κινουμένην κάλαμον γραμματέως ὀξυγράφου καὶ κιθάραν πνεύματος, παντὸς μᾶλλον Ὀρφέως θέλγουσαν καὶ κινοῦσαν ἐπὶ τὰ κρείττω καὶ δι’ ὧν ἐπανελθεῖν περιγίνεται πρὸς τὴν ἑστῶσαν καὶ μένουσαν εὔκλειαν.

οὕτω πάντα τὰ μέλη ὅπλα δικαιοσύνης παρεστήσατο τῷ θεῶ, μόνῳ τούτῳ καὶ ζῶν καὶ κινούμενος καὶ μηδὲν ἔξω τοῦ κατ’ αὐτὸν βουλομένου οὔτ’ οὖν ἐννοῶν, οὔτ’ αὖ πράττειν ἐθέλων, ὥσπερ δημαγωγός τις ὢν ἐπὶ γῆς τῶν θείων ἐπιταγμάτων καὶ τοῖς ὅλοις θεῷ προσήκων καὶ μόνα τὰ τούτου καὶ πράττων ἀεὶ καὶ λέγων καὶ λογιζόμενος καὶ τοῖς ἄλλοις ὑποτιθέμενος· ἄλλοις μὲν γὰρ ἢ μισθὸν προσδοκῶσι ἢ τὰς ἀπειλὰς δεδιόσι, τὸ καλοῖς κἀγαθοῖς εἶναι περιγίνεται, Δημήτριος δὲ πάνθ’ ὅσα ὑπὲρ Χριστοῦ καὶ τῶν ἐπιταγμάτων ἐκείνου καὶ ἐποίει καὶ ἔλεγε καὶ ἔπασχε τοῦ πρὸς αὐτὸν ἔρωτος εἵνεκα μόνου καὶ τοῦ πολλῶν καὶ μεγάλων δοκεῖν ὑπόχρεως ἐκείνῳ καθίστασθαι, καὶ ἐποίει καὶ ἔλεγε καὶ ἔπασχεν, ὥστε μὴ μόνον τουτωνὶ τῶν ῥεόντων ἀλογῆσαι ἑλέσθαι, εἴ τι τῆς ἐκείνου δόξης καὶ μικρὸν διΐστησιν, ἀλλὰ καὶ τῶν μελλόντων καὶ ἀρρήτων καὶ ὑπὲρ λόγον, κατὰ τὸν θεῖον ἀπόστολον· οὕτω γὰρ θεῷ καὶ τοῖς θείοις ἑάλω καὶ οἷς ἔμπλεως κατέστη τῆς αὐτοῦ κατοχῆς, ὡς μὴ μόνον τἀκείνου μόνα περὶ πλείονος ἄγειν τῶν ἄλλων ἁπάντων καὶ προτιθέναι τοῖς ὅλοις, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ ἐκχεῖν μετὰ ῥαστώνης ὑπὲρ τῶν ἐκείνῳ δοκούντων καὶ τὴν κεφαλὴν ἑλέσθαι ἂν ἀποθέσθαι μεθ’ ἡδονῆς ἢ τῆς ἐκείνου μνήμης καὶ τῶν ἐκείνου καὶ μικρὸν ἀποστῆναι· καὶ σῶμα μὲν δίχα ψυχῆς ἀναπνεῖν ῥᾷον εἶναι καὶ γενέσθαι ποτέ, Δημήτριον δὲ δίχα Χριστοῦ καὶ τῶν ἐκείνου λόγων καὶ ἔργων καὶ τοῦ κατ’ ἀμφότερα γινομένου, οὐδ’ ἄν τις ἔφη ζῆν καὶ περιεῖναι τῷ βίῳ, ἐπεὶ καὶ ψυχή τις ἦν τῷ Δημητρίῳ Χριστός, οὐκ ἀφισταμένη καὶ πάλιν ἐπανιοῦσα, κατὰ τὴν ἐν μύθῳ δήπουθεν Ἑρμοτίμου τοῦ Κλαζομενίου ψυχήν, ἀλλ’ ἀεὶ συνοῦσα καὶ μένος θεῖον ἐμπνέουσα καὶ τὰ μεγάλα τελοῦσα καὶ οἷα εἰκὸς τοῦτον κἀκεῖνον, τὸν μὲν τελεῖν, Δημήτριον δὲ τελεῖσθαι, ὡς ἐντεῦθεν ἐξ ἀνάγκης συμβαίνειν ἐν ἑκατέρῳ μένειν ἑκάτερον, ἔν τε τῷ θεῷ δημήτριον καὶ τὸν θεὸν ἐν αὐτῷ, οὐκ ἀφισταμένους ἀλλήλων, κατὰ τὸν Ἰωάννην τὸν πάνυ.