οὕτως, ὦ θεία καὶ ἱερὰ κεφαλή, διὰ πάντων τῶν βελτίστων ὑπὲρ πάντας ἐξέλαμψας καὶ ἃ τοῖς ἄλλοις ἰδίᾳ κόσμος καθέστηκε, ταῦτα πάντα μόνος καὶ μεθ’ ὑπερβολῆς ἐν σεαυτῷ συνειλόχεις· εἰκότως· τὴν γὰρ ψυχὴν ἀπειλικρινημένην καὶ καθαρωτάτην παρασκευάσας καὶ διαυγῆ καὶ μάλα γε ἑτοίμως ἔχουσαν πρὸς τὴν τῆς θείας ἀκτῖνος ὑποδοχήν, πάντων ἐξ ἀνάγκης ἀνεφάνης τῶν ἐκεῖθεν ἀγαθῶν πρυτανεῖον καί, ὃ φύσει πρόσεστι τῷ θεῷ ἀγαθόν, τοῦτο κατὰ χάριν ἐδέξω καὶ δεύτερον φῶς ὥσπερ ἀνίσχεις ταῖς τοῦ πρώτου φωτὸς ἐλλάμψεσι· δῆλον δὲ ἁπάντων μὲν οὖν, ὅσοι τῆς περὶ θεὸν ἑταιρείας, τοῖς μὲν ἀποστόλοις, τοῖς δὲ διδασκάλοις, τοῖς δὲ προφήταις, τοῖς δὲ μάρτυσι τὰ προσρήματα, σοῦ δὲ πέρι οὐκ ἔστιν εἰπεῖν ποιάν τινα δόξαν ἑκτέον καὶ τί δεῖ προσειπεῖν· σοὶ γὰρ ταῦτα μόνῳ προσήκει καὶ ὥσπερ παντοδαπὸς ἅγιος εἶ, ταῖς παντοδαπαῖς τοῦ πνεύματος κοσμούμενος χάρισι κἀξ ἄρα πάντων τῶν τῆς ἀρετῆς μορίων συγκεκραμένος· καὶ γὰρ τὸ μέλλον προεῖπας καὶ τὴν διττὴν νίκην τῷ Νέστορι καὶ τοὺς στεφάνους εὐηγγελίσω καὶ μάρτυς καὶ τῶν θείων πραγμάτων ἀθλητὴς ὑπὲρ πάντας ἀνεφάνης τοὺς ἄλλους, τοσούτῳ μείζων τῶν ἄλλων τούτῳ τῷ μέρει, ὅσῳ καὶ μειζόνων ἢ κατὰ τοὺς ἄλλους τῶν τοῦ πνεύματος χαρισμάτων τετύχηκας· μᾶλλον δὲ ὅσῳ καὶ μαρτύρων ἀνεφάνης συναγωνιστὴς καὶ συσπουδαστὴς καὶ συλλήπτωρ καὶ τῶν στεφάνων καὶ τῆς νίκης σφίσιν αἰτιώτατος· ἀλλὰ μὴν ὅ, τι καὶ διδάσκαλος καὶ ἀπόστολος, ἴσασι πάντες, οἱ τοῖς λόγοις τοῖς σοῖς σεσωσμένοι καὶ τῷ θείῳ προσελθόντες βαπτίσματι, θυσίαν διὰ σοῦ προσενηνοχότες αὑτούς· οὕτω τὸν τῶν ἁγίων σύμπαντα κύκλον ἐν σεαυτῷ δεικνὺς ἔχεις καὶ πάντα τὰ πάντων μόνος καὶ μεθ’ ὑπερβολῆς συλλαβὼν καὶ κοσμήσας, πάντα πάντων ἄριστος εἶ· καὶ μὴν εἰ καὶ τὸ μεθ’ ὑπερβολῆς πάντα τὰ κάλλιστα ἔχειν ἀπῆν, τοῦτο δ’ αὐτὸ μόνον ἁπλῶς, τὸ μόνον πάντα δήπουθεν ἔχειν παρῆν, τοσαύτην ἐξ ἄρα τούτου μόνου δόξαν ἔμελλες ἴσχειν, ὅσην ἅπαντες κέκτηνται· ὅταν δὲ συνάμα γε τούτῳ κακεῖνο προσῇ, πῶς οὐχὶ πᾶσαν ἐπαίνων ὑπερβολὴν ὑπερβαίνεις καὶ μόνος τῶν πάντων αἰτιώτατος εἶ, μὴ μόνον κεφάλαιον καλοκαγαθίας καὶ συμπάσης ἀρετῆς πρυτανεῖον καὶ θεοῦ πρὸς ἀνθρώπους φιλοτιμία καὶ πάντα ταυτὶ τὰ κάλλιστα προσειρῆσθαι, ἀλλὰ καὶ υἱὸς ὑψίστου καὶ τριάδος ἑστία καὶ καθαρὸν τοῦ καθαροῦ πνεύματος ὄργανον καὶ εἰκὼν θεοῦ καὶ θεός;