Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Δημήτριον

Νικόλαος Καβάσιλας

Επίλογος και καταληκτήρια ικεσία

Ο λόγος ολοκληρώνεται με την έκφραση της διαρκούς αφοσίωσης του συγγραφέα και την παράκληση για τη μεσιτεία και πνευματική προστασία του Αγίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 4

Ἀλλ’ ὦ πάντα τὰ βέλτιστα καὶ ὢν αὐτὸς καὶ δοκῶν καὶ καλούμενος, ὦ παρθενίας ἄγαλμα καὶ θαῦμα μαρτύρων καὶ συμπάσης ἄλλης τῆς περὶ θεὸν ἑταιρείας καί, ἵνα συνελὼν εἴπω, ὦ παντοδαπὸν ἀγαθὸν καὶ διὰ πάντων βέλτιστε πάντων, σὺ μὲν οὕτως ἔχων χαίροις καὶ συγχαίροις σαὐτῷ, ὥς σοι μάλιστα τῶν ἄλλων διαφερόντως τὸ χαίρειν προσήκει, ἅτε καὶ μάλιστα τῶν ἄλλων διαφερόντως τῇ καθαρωτάτῃ Τριάδι προσήκοντι καὶ τῆς ἐκεῖθεν ἀρρήτου δόξης ὑπὲρ πάντας τοὺς ἄλλους ἐπιτυχεῖ καταστάντι, ἅθ’ ὑπὲρ πάντας τοὺς ἄλλους ταύτης ὑπερασπιστῇ γεγονότι· ἐμοὶ δὲ ὁ μὲν παρὼν λόγος ἐν ἐπιλόγοις, τὸ δ’ ὑπὲρ σοῦ λέγειν καὶ γλώττης τρυφὴν ποιεῖσθαι τὰ σὰ οὐκ ἐν ἐπιλόγοις ἔσται ποτέ, ἀλλ’, ἕως ἂν εἰς ζῶντας τελῶ, καὶ τῶν ὑπὲρ σοῦ λόγων ἔσται μοι λόγος, ὡς μόνην ταύτην οὖσαν εὐδαίμονα βιοτήν· οὐ γὰρ τοσοῦτον ἐπιλήσομαι ἐμαυτοῦ, μᾶλλον δέ, εἰ καὶ τοῦτό γε εἰπεῖν δεῖ, ἐμαυτοῦ μὲν ἂν ἐπιλαθοίμην, εἴπερ οἷόν τε καὶ εἱλόμην ἂν τοῦτό γε, εἰ προαίρεσις προὔκειτο, σοῦ δὲ καὶ τῶν σῶν οὐδέποτ’ ἂν ἀποσχοίμην· ἅπαξ γάρ τοι σοῦ καὶ τῶν σῶν ἡττηθεὶς καὶ τούτων ἤδη καθάπαξ ἐξηρτημένος, οὐκ ἂν δυναίμην, εἰ καὶ σφόδρα ἂν βουλοίμην, εἰς λήθην ἥκειν, ὧν οὐδὲν ἔμοιγε οὔθ’ ἥδιον, οὔτε φίλτερον οὔτε ποθεινότερον χρῆσθαι· σὺ δὲ θεία μοι καὶ τριπόθητε κεφαλή, ὃν ἔγωγε πρὸ πάντων ἔχω πεφιληκὼς καὶ θαυμάσας, κἀνταῦθα μὲν εἰ καὶ μεῖζον ἢ καθ’ ἡμᾶς κοινωνοὺς ἡμᾶς τῆς σῆς χάριτος ἀναδείξαις, συνὼν ἀεὶ καὶ περιέπων καὶ τὸ τῆς ψυχῆς ὁρμώμενον πρὸς τὸ βέλτιον ἀπευθύνων καὶ μόνῳ Χριστῷ τὸν νοῦν προσέχειν παρασκευάζων καὶ διὰ πάντων συναιρόμενος τὰ γιγνόμενα, ἐπὶ δὲ τοῦ μέλλοντος τῶν οὐρανίων ἀγαθῶν καὶ μάλιστά σοι διαφερόντως ἐπιτυχεῖς γεγενῆσθαι παρασκευάσαις χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.