Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Νικόλαον

Νικόλαος Καβάσιλας

Ποιμαντική μέριμνα και θαυμαστές διασώσεις

Αναφορά στην ποιμαντική δράση, το κήρυγμα και τη φιλανθρωπία του αγίου. Περιγράφονται οι υπερφυείς επεμβάσεις του για τη διάσωση αδίκως καταδικασθέντων, τόσο με την απευθείας σύγκρουση με διεφθαρμένους άρχοντες όσο και με ενύπνιες εμφανίσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 5

Οὕτω τὸν Χριστὸν ἐκεῖνος ἐφίλει. «Μείζονα ταύτης τῆς ἀγάπης μηδένα ἀνθρώπων ἔχειν» αὐτὸς ὁ φιλούμενος ἀπεφήνατο. Τῆς δὲ φιλανθρωπίας οὐδέσιν, οἶμαι, τῶν ἐκ τοῦ παντὸς αἰῶνος εἰς τοὺς χριστιανοὺς πολιτευσαμένων ἐξηνέχθη σημεῖα πλείω ἢ καλλίω ἢ φανερώτερα. ᾯγε σπουδὴ μὲν ἦν ὑπὲρ τοῦ κοινοῦ πλείων ἢ ἑτέροις ὑπὲρ σφῶν αὐτῶν, ἡ δὲ τῶν ψυχῶν σωτηρία πέρας εὐδαιμονίας ἐδόκει, ἔργα δὲ καὶ λόγοι καὶ ὁτιοῦν τῶν ἐν βίῳ οὐδενὸς ἢ ταύτης εἶναι καὶ ἐγίνετο τῆς σπουδῆς. Καὶ τοίνυν ἡμέρας μὲν αὐτῷ ἡ γλῶσσα ἐνεργὸς ἦν καὶ πολὺς ἦν ὑπὲρ εὐσεβείας ῥέων καὶ τοῦ ποιοῦντας τοὺς ἀνθρώπους καὶ τῶν θείων ἀγαθῶν ἀξίους ἔνι γενέσθαι καὶ ὁ λόγος καλὸς καὶ ἐπαγωγός, τοῦ Θεοῦ τὴν ὥραν παρεχομένου μεγάλην τε εἶχε τοῖς ἀκροωμένοις τὴν ἡδονήν, ἐπὶ τὸν δρόμον ἐγείρων τοῦ εὐαγγελίου τῆς εἰρήνης, ᾗ φησι Παῦλος. Αἱ νύκτες δὲ τῷ Θεῷ περὶ αὐτῶν εὐχόμενον εἶχον, ὅτε ἔδει τε καὶ τῷ σώματι συγχωρεῖν. «Ἡ γὰρ μέριμνα τῶν Ἐκκλησιῶν», ἣν Παῦλος εἶχεν, οὐκ ἐκεῖνον εἴα καθεύδειν, ἀλλ’ ἔστενε μὲν ὑπὲρ τῶν πιπτόντων, ἐδεδίει δὲ περὶ τῶν ἱσταμένων, ἐδεῖτο δὲ τοῦ Θεοῦ πέμπειν βοήθειαν ἑκατέρῳ τῶν χορῶν καὶ τοῖς μὲν στῆσαι τὴν συμφοράν, τοῖς δὲ οὖσι τὴν ἄγουσαν εἰς αὐτὸν τῶν ἀμώμων, ᾗ Δαβὶδ εἶπε, τήν τε ἀρετὴν διασώσασθαι τὴν παροῦσαν καὶ ὁδοῦ βελτίονος ἡγήσασθαι.

Διὰ ταῦτα φῶς ἀληθινὸν τοῖς ἀνθρώποις ἀπὸ τῆς ἐκείνου γλώττης ἀνέτειλεν ὁ Θεὸς καὶ τοῖς μὲν πονηροῖς τὸ κατὰ ψυχὴν ἐλύετο σκότος, τοῖς δὲ ἀγαθοῖς τὸ ἦθος ἄμεινον εἶχε. Καὶ ἦν ὥσπερ κορυφαῖος ἐν χορῷ συνᾳδόντων, κινῶν πρὸς ἁρμονίαν τὸν χορὸν καὶ πείθειν τῶν ᾠδῶν κατόπιν ἰέναι καὶ μηδένα συγχωρῶν τοῦ καλῶς ᾀσθέντος πρὸς παλινῳδίαν ἐξάγειν. Ὁ γὰρ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ τοῖς ἀποστόλοις ἡδεῖς ἐποίησε τοὺς λόγους καὶ τὸ ξένον τῶν δογμάτων οὐδὲν ἐκώλυε πείθειν, τοῦτο καὶ ἐκείνῳ παρῆν τε ἐν συλλόγοις ποιμένων διαφερόντως καὶ πολλὴν κατέχει χάριν τῆς τε γλώττης καὶ τοῦ προσώπου καὶ οὐχ ὅσον φθεγγόμενος, ἀλλὰ καὶ μόνον ὁρώμενος τὸ θέατρον ἀπὸ μόνης κατεδημαγώγει τῆς θέας. Καί τις ἐν δόγμασι νοσῶν καὶ πατρῴαν προσκυνῶν πλάνην, ἐπεὶ μόνον εἶδε καὶ συνέμιξεν, ἑάλω καὶ μετακαλῶν ἀληθινὸς ἦν προσκυνητὴς τῆς Τριάδος. Οὕτως ἐκείνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐμέλησε.

Καὶ μὴν καὶ ἐκεῖνο δεῖξαι τὸ ἐν ἀρχῇ τῶν εἰρημένων οὐδενὸς ἧττον, λέγω ὅτι οὐ μισθωτός, ἀλλὰ ποιμὴν ἦν ἐκεῖνος καὶ ποιμένων ὁ καλός. Φανεῖται γὰρ οὐ τῶν λύκων ἐπιόντων αὐτὸς καθεύδων, οὐδὲ φεύγων, ἀλλὰ τοῦ ποιμνίου προκινδυνεύων καὶ τοῦτο νομίζων σωτηρίαν ἑαυτοῦ, ἐάν τι γένηται τοῖς ἄλλοις ἀνθρώποις ἄμεινον πρᾶξαι. Ἀδικεῖν τις ἐβούλετο τῶν ἐπὶ τῶν πραγμάτων, μικρὸν δὲ ἡγούμενος καὶ οὐ πάνυ πρὸς ἑαυτοῦ καὶ τῶν τρόπων, εἰ χρήματα ἔξω δικῶν καὶ νόμων ἀποστεροίη καὶ μέχρι τούτων διασώζοι τὴν γνώμην.

Ὁ δὲ καὶ σώματος ἥττετο καὶ καταψηφίζεται θάνατον ἀνδρῶν, μηδὲν προσῆκον τῇ ψήφῳ μήτε μέγα μήτε μικρὸν ἠδικηκότων. Καὶ ἦν ἤδη τὸ ἔργον καὶ τὸ ξίφος ὑπὲρ κεφαλῆς. Ὁ δὲ μέγας ἐπύθετο μέν, ἤλγησε δέ, πέμπειν δὲ τοὺς ὑπὲρ τῶν ἀδικουμένων τοῦ πονηροῦ δικαστοῦ δεησομένους, αὐτὸς οἴκοι μένων, οὐκ ᾤετο δεῖν, ἀλλὰ θυμῷ δικαίῳ τὴν ψυχὴν ἀναστήσας αὐτὸς ἐχώρει καὶ φθάσας τὸν σίδηρον λύει τὴν συμφοράν, αἰδοῖ στήσας τῷ δημίῳ τὴν χεῖρα. Εἶτα προσιόντα τὸν μιαρὸν ἐκεῖνον καὶ παραιτούμενον ὑπὲρ ὧν ἠδίκησε καὶ διαλλαγῶν μεμνημένον καὶ τῆς δίκης αἰτιώμενον οὐ τὴν γνώμην ἀλλὰ τοὺς συκοφάντας, οὔτε προσίεται, καθάπερ δοῦλον εὐθύνας πονηρὸν ἐξελέγχει καὶ καταισχύνει καὶ δείκνυσιν οὐκ ἐξηπατημένον, ἀλλὰ φαῦλον ἕνεκα δώρων, αὐτὸν ἑκόντα προδόντα τὰ δίκαια καὶ χρημάτων ὀλίγων ψυχὰς ἀποδόμενον ἀνθρωπίνας· ἐκεῖνο προσθεὶς τελευταῖον πολὺν διὰ τοῦτο κατ’ αὐτοῦ πρὸς τὸν Θεὸν ποιήσεσθαι λόγον καὶ κινήσειν αὐτὸν ἐπὶ τὴν ἄδικον κεφαλήν. Τί ταῦτα ποιῶν καὶ λέγων καὶ παρρησιαζόμενος ὁ γενναῖος, μάλιστα μὲν τῆς ἀγάπης τῶν ἀνθρώπων κινούσης; ἔπειθ’ ὡς ἂν μάθωσιν οἱ πονηροὶ τῶν ἀρχόντων οὐκ ἄνευ τῶν ἐσχάτων κινδύνων ὑβρίζοντες εἰς τοὺς ἐλάττους. Καὶ πόθεν ἄλλοθεν ἄν τις ἢ ἀπὸ τούτων δοκοίη φιλάνθρωπος ὢν καὶ τοῖς κοινοῖς ἀγαθοῖς χαίρων; «

Μὴ καταφρονήσητε, φησίν, ἑνὸς τῶν μικρῶν τούτων», τοὺς γὰρ προστατοῦντας αὐτῶν ἀγγέλους διὰ παντὸς βλέποντας τὸ πρόσωπον τοῦ Θεοῦ καὶ ὑπὲρ αὐτῶν ἀμύνεσθαι δυνατοὺς εἶναι. Τούτοις τοῖς λόγοις τὸ ἐκείνου πρᾶγμα συνέβη.

Καὶ κοινωνὸς ἦν τοῖς ἀγαθοῖς ἀγγέλοις τῆς προνοίας καὶ τῆς φιλανθρωπίας τῆς εἰς τὸ γένος, ἀμείβων μὲν τὴν τύχην τοῖς πταίουσι, σείων δὲ τὴν ἀλαζονείαν τοῖς ὑβρισταῖς, καὶ καθάπερ πιστεύομεν εἶναί τινας τοῖς ἁγίοις ἀγγέλοις ἀρχὴν καὶ κηδεμονίαν τῶν ἐν τῇ γῇ.

Καὶ γὰρ «λειτουργικὰ πνεύματα ἀποστελλόμενα πρὸς διακονίαν» ἐδόκει Παύλῳ. Ὡς δὲ καὶ αὐτός, ὥσπερ ἐπιτραπέντων αὐτῷ τῶν ἀνθρωπίνων πραγμάτων, περιήει τὴν οἰκουμένην, γῆν καὶ θάλασσαν εὖ ποιῶν, καὶ τὸ μεῖζον καὶ ὑπερφυὲς ὅτι καὶ παρῆν τοῖς δεομένοις τάχιον ἢ δύναται σῶμα, καὶ τὴν φιλανθρωπίαν τῆς ψυχῆς οὐδὲν ἐκώλυεν ὁ δεσμός, ἀλλὰ τῶν ἁπανταχοῦ γῆς κακῶς πραττόντων καὶ βοώντων τοὔνομα καὶ καλούντων ἐπὶ τὰ παρόντα δεινά, ταῖς φωναῖς ἠκολούθει καὶ ἐφαίνετο κακῶν ἀπαλλαγὴ πέρα προσδοκίας ἁπάσης, «εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν». Ὃ κἂν ὁ Παῦλος ᾖ περὶ αὑτοῦ, τὸν γὰρ τρόπον νομίζω μείζονα εἶναι ἢ ἀνθρώπους εἰδέναι. Καὶ μὴν ὅτι παραδόξως εὐηργέτει τὸ γένος καὶ παρεῖχεν ἑαυτὸν σωτῆρα τοῖς ἀνακαλουμένοις ἐν τοῖς κακοῖς ἅμα τῇ φωνῇ, τεκμήρια ἐκείνοις ἂν εἴη. Ἀνθρώποις τισὶ τῶν περὶ τὸν βασιλέα πολλὴν παρασχοῦσι πεῖραν εὐνοίας τῶν τε βασιλεῖ καὶ τῶν Ῥωμαίων τῷ κοινῷ, δι’ ὧν ἐπεδείξαντο πολλῶν καὶ γενναίων ἔργων, φθόνος ἐπέθετο καὶ παρὰ τὸ δίκαιον ἐδυστύχουν καὶ ἔπραξαν οὕτω κακῶς, ὥστε καὶ τεθνάναι κίνδυνος ἦν. Ἔφασκον γὰρ οἱ συκοφάνται κατὰ τῆς τοῦ βασιλέως κεφαλῆς βουλεύεσθαι τοὺς ἀνθρώπους, καὶ ἔπειθον, Ἀβλαβίου τινὸς ἐπάρχου τῇ πονηρίᾳ βοηθοῦντος.

Καὶ δὴ οἱ μὲν ἐνίκων, οἱ συκοφάνται, καὶ ἔδει δεθέντας τοὺς ἀνθρώπους ἀποθανεῖν, ἐκείνοις δὲ ἐλπὶς μὲν ᾤχετο πᾶσα καὶ οὐδὲν ἦν, ὅπερ ἀρκέσαι ἐδόκει· δυνατὸν εἶναι μόνον δὲ τὸν ἅγιον ἐπίστευον ἀλεξίκακον ἐν τοῖς κακοῖς καὶ πόριμον ἐν ἀπόροις αὐτοῖς γενέσθαι. Καὶ ἐπεὶ μὴ παρῆν, τοὔνομα ἀπὸ τῶν δεσμῶν ἐκάλουν δακρύοντες, οἰόμενοι ἐκεῖνον καὶ ἀκούειν βοώντων καὶ δυνηθῆναι καὶ παρεῖναι καὶ βοηθῆσαι· ὡς γὰρ ἀγγέλῳ Θεοῦ τῷ Νικολάῳ προσεῖχον. Καὶ ἡ ἀρετὴ τοῦ ἀνδρὸς πάντας ἔπεισεν ἀνθρώπους, μείζων οὖσα δυνάμεως ἀνθρωπίνης, μείζονα δόξαν ἔχειν περὶ αὐτοῦ ἢ περὶ ἀνθρώπου προσῆκε. Καὶ ταῦτα ἐλπίσαντες οὐχ ἡμάρτανον οὐδ’ ἐμέμψαντο ἑαυτοῖς τῶν ἐλπίδων ἀπατηθέντες, ἀλλ’ οὕτως ἔτυχεν εὐμενοῦς, ὥστε ἄμεινα αὐτοῖς συνέβη πράττειν ἢ προσεδόκων. Ὁ γὰρ ἅγιος ὄναρ συμμίξας τῷ βασιλεῖ καὶ διδάξας συκοφάντας εἶναι τοὺς διαβάλλοντας τοὺς ἀνθρώπους καὶ τὰ πάντων αὐτῷ δεινότατα ἀπειλήσας, ἢν μὴ λύσῃ τὰ δίκαια ποιῶν, ἀπέδωκε τοῖς συκοφαντηθεῖσι τὸν βίον. Καὶ ἤρκεσεν ὄνειρος ὅτι μόνον τὸν ἅγιον ὑπέφαινεν κατασβέσαι τῷ βασιλεῖ τὸν θυμόν. Ἤδη δὲ καὶ πλέουσι πολλάκις παρέστη καὶ διέσωζε τὴν ναῦν κινδυνεύουσαν καταδῦναι φανεὶς ἐπὶ τῶν οἰάκων καὶ τοῦ τὸ Σωτῆρος ἐπιτιμήσας τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ.