Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν ἅγιον Νικόλαον

Νικόλαος Καβάσιλας

Νεανική ηλικία, εκλογή και ομολογία κατά τους διωγμούς

Εξιστορείται η πρώιμη αγιότητα του αγίου, η θεία αποκάλυψη για την εκλογή του στον επισκοπικό θρόνο των Μύρων, καθώς και η θαρραλέα ομολογία και φυλάκισή του κατά τον διωγμό του Μαξιμιανού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 5

Ἐκείνῳ γὰρ οὐ μόνον οὐ δόξης, οὐ τύχης, οὐδενὸς ὧν ἐρῶσιν ἄνθρωποι, λόγος ἐγένετο παρὰ τὸν βίον πρότερος τοῦ Θεοῦ, ἀλλὰ καὶ τὴν ψυχὴν οὕτω γνησίαν παρεσκεύασεν ἔχειν, ὥστε καὶ τὸ περιεῖναι καὶ ζῆν καὶ τὸ λογίζεσθαι καὶ πάντα αὐτῷ ἐκεῖνον γενέσθαι. Διὰ ταῦτα δὲ καὶ φανερῶς ἐγένετο τοιοῦτος ἐσόμενος ἐξ ἀρχῆς καὶ πρὶν παρελθεῖν, ὡς εἰπεῖν, εἰς τὸν βίον, πρὶν καθαρῶς εἰς ἀνθρώπους τελέσαι, ἅγιος καὶ ἱερὸς καὶ θεῖος ἔδοξεν εἶναι. Καθάπερ γὰρ ὅτι ἥλιον εἶδε συνειδὼς ἑαυτῷ πολλῶν ὀφειλέτης γενόμενος τῷ Θεῷ καὶ ὅτι μεμνῆσθαι χαρίτων πᾶσα ἀνάγκη, οὕτως ἐζήτει αὐτὸν ἀμείβεσθαι ἀπὸ τῶν ἐνόντων τροφῆς τε ἀπήρχετο τῆς παρούσης (γάλα δὲ ἦν ἔτι τροφὴ τῷ γενναίῳ) καὶ τοὺς κειμένους περὶ τῆς τραπέζης χριστιανοῖς νόμους βούλεσθαι σέβειν ἐῴκει, γευόμενος μὲν ὅτε ἐξῆν, ἀπεχόμενος δὲ ὅτε νομίζεται. Καὶ τοῦ Παύλου κελεύοντος τὴν δόξαν τοῦ Θεοῦ πάντα ὁτουοῦν ἔργου τέλος τιθέναι, κἄν τε ἐσθίειν κἄν τε πίνειν δεήσῃ, ὁ δὲ ἐπεὶ οὐκ εἶχεν ἄλλῳ τινὶ τῶν ἁπάντων πρὸς δόξαν Θεοῦ κεχρῆσθαι ἀπὸ τῆς τραπέζης τὸν νόμον ἔσωζε. Καὶ τοῦτό ἐστι «πρὶν γνῶναι τὸ παιδίον πονηρὰ ἢ ἀγαθά, ἐκλέξεται τὰ ἀγαθά», ὅπερ τῷ Σωτῆρι παρὰ τῆς Γραφῆς μαρτυρεῖται.

Καίτοι, εἰ μὲν οἰκείοις λογισμοῖς ἦλθεν ἐπὶ τὴν γνώμην, ἀτεχνῶς ὑπερφυές, ὅτε μηδέσιν ἀνθρώπων τὸ λογίζεσθαι ἐκείνῳ τότε συμβῆναι, εἰ δὲ Θεὸς ἐκίνησε, τί γένοιτ’ ἂν μεῖζον εἰς εὐφημίας τοῦ θείας ἐπιπνοίας οὕτως ἔχοντα ἡλικίας ἄξιον φανῆναι γενέσθαι καὶ τῶν ἄλλων ἁπάντων, ἀντὶ πολλῶν ἀγώνων ἐκείνῳ δεχομένων, λέγω τὸ «πνεύματι Θεοῦ ἄγεσθαι» ἐκείνῳ δοθῆναι πρὶν ἢ λογίζεσθαι δυνηθῆναι, ὥστε ὃ τοῖς ἄλλοις ὁ λογισμὸς τοῦτο ἐκείνῳ Χριστὸν γενέσθαι οἶμαι, τοῦ Θεοῦ δεικνύοντος τὸ μέλλον καὶ μονονοὺ τοῖς ἀνθρώποις εὐαγγελιζομένου.

Μέγα ἀγαθὸν Νικόλαον ὑπάρξειν τῷ βίῳ. Εἶεν! Ἔδειξε δὲ ἀπὸ τούτων ὅτε καὶ ὁ λογισμὸς αὐτῷ ἐπὶ τῆς φύσεως ἦν καὶ βουλεύεσθαι οἷός τε ἐγένετο περὶ τῶν γινομένων, οὐκ αὐτὸς ἑαυτὸν ἄγων οὐδὲ τοῖς αὐτῷ δοκοῦσιν ἀκολουθῶν οὐδὲ ἑαυτῷ ἀρέσκων, καθάπερ «ὁ Χριστὸς οὐχὶ ἑαυτῷ ἤρεσεν», ἀλλὰ νοῦν Χριστοῦ ἔχων, Παῦλος ἂν εἶπε. Ταῦτα δέ ἐστι μὲν εἰκάζειν ἀπὸ τῶν εἰρημένων, φαίνεται δὲ πανταχόθεν τῶν ἐκείνῳ πεπραγμένων, ἔδειξε δὲ ὁ Θεὸς ἐξ ὧν αὐτὸς ἐψηφίσατο καὶ ἔγνω περὶ αὐτοῦ. Ὁ μὲν γὰρ ταῖς ἐξ ἀρχῆς ὑποθέσεσι συμβαίνοντα παρεδέχετο τὸν ἔπειτα βίον, ὥστε ἐνῆν μὲν μαντεύεσθαι ἀπὸ τοῦ νηπίου τὸν νεανίσκον, τεκμαίρεσθαι δὲ ἀπὸ τῶν δευτέρων τὰ ἐν ἀρχῇ, καὶ ἦν ἐπιδεικνύμενος τρόπους καὶ μείζονας ἢ ἡλικίᾳ νέων προσήκειν. Καὶ τὰς ἁπάντων ψυχὰς εἰς ἑαυτὸν ἐπιστρέφων, χρῆμα ἱερόν τι ἐδόκει εἶναι καὶ Θεῷ καὶ τοῖς ἐκείνου πρέπον ἱεροῖς ἀνακεῖσθαι, παντὸς ἀγάλματος δικαιότερος γίνεται τοίνυν.

Καὶ ἦν ἱερεὺς τοῦ Θεοῦ, συστήσας ἑαυτῷ τοῖς ἤθεσι τὴν ἐπωνυμίαν. Παρθένος ἦν τὴν ψυχήν, παρθένος τὸ σῶμα, δίκαιος, μέτρια φρονῶν, οὐ τύφῳ δουλεύων, πρᾷος, φιλάνθρωπος, πολλοῖς λύων χρήμασι συμφοράς. Τί τὸ ἐντεῦθεν; Ἔδει τοῖς τρόποις μείζονος σχήματος. Κοινωφελὲς γὰρ ἀγαθὸν ἐκεῖνος καὶ τῇ τοῦ κοινοῦ πολιτείᾳ πάνυ προσήκων καὶ οὔτε αὐτὸς ἀφ’ ἑαυτοῦ οὔτε ἑτέρου τῶν ἀνθρώπων ἔλαβε τὴν ἀρχήν, ἀλλ’ αὐτὸς παρελθεῖν αὐτὸν παρεσκεύασεν ὁ Θεός, ὥσπερ εἰκὸς τὸν ἑταῖρον τὸν ἑαυτοῦ. Ἔδει μὲν γὰρ τοῖς Μυρεῦσι ποιμένος, τοῦ παρόντος οἰχομένου, ἐζήτει δὲ παρὰ Θεοῦ τὴν ψῆφον ἡ πόλις καὶ ἠξίου τῆς ἀρχῆς τὴν χειροτονίαν ἐκεῖθεν ἥκειν, ὡς μόνην ταύτην οὖσαν ἀσφαλῆ περὶ τοῦ πράγματος γνώμην. Καὶ ἦσαν ἐν εὐχαῖς, παννυχίζοντες, θεοκλητοῦντες, δακρύοντες, πάντα ποιοῦντες, πολλὴν εἰσφέροντες ὑπὲρ τοῦ πράγματος τὴν σπουδήν· καὶ οἱ μὲν ἱκέτευον ὁ δὲ ἐπένευε.

Καὶ τὸν φίλον παρακληθεὶς ὑποδεῖξαι καὶ ᾧ χαίρειν διαφερόντως ἀνθρώπων, ὑποφαίνει τουτονὶ τὸν ἄριστον. Καὶ ἐκέλευεν, ἐν οἷς ἐχρημάτιζε, κατασχόντας ἄγειν ἐπὶ τὸ βῆμα καὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας πόρρωθεν προσήκουσαν ἀποδοῦναι καὶ τὸ μεῖζον εἰς εὐφημίαν ὅτι τοὔνομα σημήνας, ἐκεῖνο προσέθηκε, τοῦτον εἶναι τὸν τῷ ἐμῷ κινούμενον πνεύματι. Καὶ τί ἂν εἴποι τις ὑπὲρ τοῦτο, ὅταν ὁ Θεὸς αὐτὸς ὑπὲρ αὐτοῦ ψηφίζηται καὶ τοσοῦτον ποιῆται λόγον τῆς ἐκείνου ποιμαντικῆς; Ἐπὶ τούτῳ, καθάπερ Πέτρον αὐτὸς κινήσας, ὥστε, ὃ πρὸς τὸν Πέτρον καὶ τοὺς ἄλλους ἀποστόλους («ἐγὼ ἐξελεξάμην ὑμᾶς»), καὶ πρὸς ἐκεῖνον εἰρῆσθαι δικαίως καὶ διὰ τοῦτο καὶ κοινωνεῖν τῆς ἐπωνυμίας τῷ Παύλῳ καὶ «σκεῦος ἐκλογῆς» καὶ αὐτὸν καλεῖσθαι. Ἔστι δὲ λογίζεσθαι ἀπὸ τούτων ὅτι τε θαυμαστὸς ἦν ἐκεῖνος τοῦ Σωτῆρος ἑταῖρος καὶ πολὺ καὶ ἄρρητον πρὸς ἐκεῖνον εἶχε τὸ φίλτρον, τὸ σημεῖον δεξάμενος τῶν περὶ αὐτὸν ἐρώτων, λέγω τὴν ποιμαντικήν, καὶ ὅτι οὗτος ἐκεῖνος «ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων», δι’ ὧν τοιαύτην ὁ Θεὸς ἤνεγκε γνώμην περὶ αὐτοῦ, οὐκ ἂν εἰ μὴ ποιμένων ἦν ὁ φιλανθρωπότατος. Οὐ μὴν ἀλλὰ ταῦτα γνοίη τίς ἂν καὶ ἀπὸ τῶν ἔπειτα ἐκείνῳ κατωρθωμένων, ὡς εὐσεβείας καὶ φιλανθρωπίας οὐδέσιν ἀνθρώπων ἀφῆκεν ὑπερβολήν.

Τῆς μὲν οὖν περὶ τὸν Θεὸν φιλίας ἐκεῖνο ἐναργὲς ἡγοῦμαι σημεῖον· καὶ γὰρ ὑπὲρ αὐτοῦ καὶ τεθνάναι δεῆσαν ἡδέως εἵλετο καὶ τῆς ψυχῆς τὸν σωτῆρα πρότερον ἄγων δῆλον δέ. Μαξιμιανὸς ἦγε Ῥωμαίοις τὰ πράγματα καὶ μεγάλη δὲ ἦν αὐτῷ περὶ τοὺς δαίμονας καὶ τὰ ἐκείνῳ εἴδωλα προθυμία καὶ τῆς σπουδῆς ἐδόκει πάντα ἐλάττω. Ἦν δὲ γῆ καὶ θάλασσα ἐν χειμῶνι καὶ πάντα παρὰ τὸ γινόμενον ἐκινεῖτο τὸν μὲν δημιουργὸν τῶν ὄντων ἀπελαύνειν, τοὺς νόμους δὲ ἀντεισάγειν πειρωμένου τοῦ βασιλέως καὶ πείθειν ψυχὰς ἁπάσας, γνώμας ἁπάσας, τῆς μὲν ἀληθείας τὸ ψεῦδος, τὴν ἀπώλειαν δὲ τοῦ σώζεσθαι, τὰ δὲ μὴ ὄντα τῶν ὄντων ἡγεῖσθαι ἄμεινον ἔχειν. Παρεκάλει δὲ πάντας ἐπὶ τὴν γνώμην τοῦ βασιλέως, τοῦτο μὲν δόξα καὶ τρυφὴ καὶ ἡδονὴ καὶ τὸ κοινωνεῖν ἐκείνῳ τῆς ψυχῆς, τοῦτο δὲ πενία καὶ δυστυχία καὶ ὕβρις καὶ εἱρκτὴ καὶ λιμὸς καὶ θηρίων ὀδόντες καὶ μελῶν ἐκτομαὶ καὶ ξεσμοὶ καὶ στρεβλώσεις καὶ θάνατος αἴσχιστος· τὰ μὲν τοῖς ἀκολουθοῦσι τοῖς νόμοις τοῦ βασιλέως παρεχομένου, τὰ δὲ τῶν μὴ βουλομένων προβαλλομένου.

Ταῦτα δὲ τοὺς μὲν ἐπῆρε γενέσθαι πονηροὺς καὶ περὶ τὸν Θεὸν τὸν σωτῆρα, τὸν εὐεργέτην, κακοὺς φανῆναι, τοῦ ὄντως μὲν καταφρονήσαντος ἀγαθοῦ, τὸ δοκοῦν δὲ ἀλλαξαμένους, τοῖς δὲ εὐγνώμοσι τῶν ἀνθρώπων ἀμείνω τὴν γνώμην ἐποίησε καὶ γενναιοτέραν καὶ ἐπεδείξαντο πᾶσιν ἀνθρώποις, πάντων τῶν ἐν κόσμῳ πραγμάτων καὶ ἀρχῆς καὶ ἡδονῆς καὶ χρημάτων, σώματος, ψυχῆς αὐτῆς, ἡδίω τὸν Θεὸν καὶ φίλτερον νομίζοντες εἶναι. Τουτονὶ τῶν ἀγαθῶν ἀριστέων Νικόλαος ἦν τοῦ χοροῦ κορυφαῖος καὶ σώματος καταφρονήσας ὑπὲρ τῶν θείων ἐρώτων καὶ τοῦ μηδὲν ἀλλότριον λογίσασθαι τοῖς ἐξ ἀρχῆς βεβουλευμένοις.

Ἐν δεσμοῖς ἦν ὁ γενναῖος, χαίρων «ὅτι ἠξιώθη ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ» κατὰ τοὺς ἀποστόλους «ἀτιμασθῆναι», καὶ ἡδέως ἀπέθνῃσκεν ἄν, εἰ μὴ τὴν ψῆφον ἔφθασεν ὁ Θεὸς τοῦ πονηροῦ βασιλέως, ἀπελάσας μὲν ἐκεῖνον, ἐπιστήσας δὲ τοῖς πράγμασι Κωνσταντῖνον, ὃς ἡγεμὼν ὑπῆρξε τοῖς ἄλλοις βασιλεῦσι τῆς περὶ αὐτὸν εὐσεβείας.