Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου
Προοίμιο: Η παγκόσμια χαρά του Ευαγγελισμού
Εισαγωγική αναφορά στη γιορτή του Ευαγγελισμού ως αιτία χαράς για όλη την κτίση και παρατηρήσεις περί της θείας φιλανθρωπίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο: Η παγκόσμια χαρά του Ευαγγελισμού
Εισαγωγική αναφορά στη γιορτή του Ευαγγελισμού ως αιτία χαράς για όλη την κτίση και παρατηρήσεις περί της θείας φιλανθρωπίας.
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. 1. Εἴ ποτε δεῖ χαίρειν ἄνθρωπον καὶ σκιρτᾶν καὶ σὺν ἡδονῇ βοᾶν, καὶ παρελθόντα ζητεῖν ὅ, τι μέγα φθέγξαιτο καὶ λαμπρὸν, καὶ γνώμης μὲν ἑαυτῷ μέγεθος, γλώσσης δὲ κάλλος καὶ λόγων εὔχεσθαι ῥώμην, οὐχ ὁρῶ τὸν καιρὸν, εἰ μὴ τήνδε χρὴ τὴν ἡμέραν, ἐν ᾗ πᾶν ἀγαθὸν ἄγγελος εἰς τὴν γῆν οὐρανόθεν ἧκε κομίζων. Νῦν οὐρανὸς σεμνύνεται· νῦν ἡ γῆ φαιδρύνεται· νῦν ἡ κτίσις ἅπασα χαίρει, καὶ τῆς ἑορτῆς ἐκτὸς οὐδ’ αὐτὸς ὁ τὸν οὐρανὸν ἔχων· ἀλλ’ ἔστιν ὡς ἀληθῶς πανήγυρις τὰ παρόντα πάντων μὲν χαρᾶς ἐφ’ ἑνὶ σχήματι συνιόντων, μιᾶς δὲ φαιδρότητος διὰ πάντων ἀφικνουμένης· τοῦ δημιουργοῦ, τῶν δημιουργημάτων ἁπάντων, αὐτῆς τῆς τοῦ δημιουργοῦ μητρὸς, ἣ καὶ φύσεως ἡμῖν καὶ συλλόγων καὶ πανηγύρεων αὐτὸν εἰργάσατο κοινωνόν.
Ἐκεῖνος γὰρ, εὐεργέτης ὢν ἐξαρχῆς, καὶ τοῦτ’ αὐτὸ ποιούμενος ἔργον, καὶ μηδὲν μὲν οὐδενὸς οὐδεπώποτε δεηθεὶς, χαρίζεσθαι δὲ καὶ ποιεῖν εὖ, καὶ τὰ τοιαῦτα μόνον εἰδὼς, ἐπὶ ταύτης τῆς ἡμέρας, ἐκεῖνά τε ποιεῖ καὶ τῆς δευτέρας γίνεται μοίρας, καὶ μετὰ τῶν λαμβανόντων ἵσταται· καὶ τὰ μὲν παρασχόμενος παρ’ ἑαυτοῦ τῇ κτίσει, τὰ δὲ παρ’ αὐτῆς δεξάμενος, οὐ τῷ μεγάλα δοῦναι χαίρει μᾶλλον, φιλότιμος ὢν, ἢ τῷ μικρὰ παρὰ τῶν εὖ παθόντων λαβεῖν, φιλάνθρωπος ὤν· μὴ μόνον ἐξ ὧν κατέθετο τοῖς πένησι δούλοις, ἀλλὰ καὶ ὧν ἀπήλαυσε τῶν πενήτων, φιλοτιμίαν αὑτῷ κομίζων.
Εἰ γὰρ κένωσιν εἵλετο, καὶ πενίαν ἔλαβεν, ἀλλὰ τῶν γε ψήφων ἕνεκα τοῦ λαβόντος, κόσμος αὐτῷ καὶ βασιλεία τὸ παρ’ ἡμῶν ἐγένετο δῶρον· τῇ δέ γε κτίσει τίς γένοιτ’ ἂν μείζων εἰς ἡδονὴν ἀφορμὴ, λέγω δὴ τὴν ὁρωμένην καὶ ἥτις ὑπερβαίνει τὸν ὀφθαλμὸν, ὅταν τὸν ἑαυτῆς δημιουργὸν ἐν ἑαυτῇ βλέπει, καὶ τὸν δεσπότην τῶν ὅλων ἐν τῷ τῶν δούλων χορῷ, οὐκ ἀποδυσάμενον τὸν δεσπότην, ἀλλὰ προσλαβόντα τὸν δοῦλον, οὐδ’ ἀποβαλόντα τὸν πλοῦτον, ἀλλὰ μεταδόντα τῷ πένητι, οὐδὲ τῆς περιωπῆς ἐκπεσόντα τὸν ὑψηλὸν, ἀλλ’ ἀναγαγόντα τὸν ταπεινόν. Ἡ δὲ τούτων ἁπάντων αἰτία πᾶσι, χαίρει μὲν, τῶν ἀγαθῶν μετέχουσα τῶν κοινῶν ἐν τῷ μέρει, ἅτε τῇ κτίσει σύστοιχος οὖσα· χαίρει δὲ, ὅτι πρὸ πάντων, καὶ ὅτι μάλιστα πάντων, καὶ ὅτι πάντα ταῦτα δι’ αὐτῆς ἐγένετο πᾶσι· καὶ τὸ πέμπτον ἔτι καὶ μεῖζον, ὅτι μὴ ἐξ αὐτῆς ὁ Θεὸς μόνον, ἀλλὰ παρ’ ἑαυτῆς αὐτὴ, δι’ ὧν ἔγνω καὶ προὐνοήθη, τὴν ἀνάστασιν τοῖς ἀνθρώποις ἐμηχανήσατο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.