Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου
Ο πανάμωμος βίος και η προετοιμασία της Θεοτόκου
Περιγραφή της άκρας καθαρότητας και των αρετών της Παρθένου, η οποία προετοίμασε τον εαυτό της ως άξιο κατοικητήριο του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο πανάμωμος βίος και η προετοιμασία της Θεοτόκου
Περιγραφή της άκρας καθαρότητας και των αρετών της Παρθένου, η οποία προετοίμασε τον εαυτό της ως άξιο κατοικητήριο του Θεού.
2. Οὐ γὰρ, ὥσπερ ἡ γῆ πρὸς τὴν ἀνθρώπου δημιουργίαν συνετέλεσε μὲν, εἰργάσατο δὲ οὐδὲν, τοῦτ’ αὐτὸ μόνον ὕλη τῷ δημιουργῷ προτεθεῖσα καὶ γενομένη μόνον, οὐ δράσασα· ἀλλ’ ἐκεῖνα παρ’ ἑαυτῆς εἰσήγαγε, καὶ τούτων ἦν παρθένος ἐργάτης, ἃ τὸν τεχνίτην αὐτὸν εἵλκυσεν εἰς τὴν γῆν, καὶ τὴν πλάττουσαν ἐκίνησε χεῖρα. Τίνα δὲ ταῦτα; Βίος πανάμωμος, ζωὴ πάναγνος, ἄρνησις κακίας ἁπάσης, ἄσκησις ἀρετῆς ἁπάσης, ψυχὴ καθαρωτέρα φωτὸς, σῶμα διὰ πάντων πνευματικὸν, ἡλίου φαιδρότερον, οὐρανοῦ καθαρότερον, θρόνων χερουβικῶν ἱερώτερον· νοῦ πτερὸν οὐδενὸς ἡττώμενον ὕψους, εἴ τι καὶ πτερὸν ἀγγέλων, καὶ τοῦτο κάτω τιθέντος· θεῖος ἔρως, τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἅπαν εἰς ἑαυτὸν ἀναλώσας, Θεοῦ κατοχὴ, Θεοῦ συνουσία κτιστοῦ παντὸς ἐπέκεινα λογισμοῦ. Πρὸς τοιοῦτον ἀσκήσασα κάλλος καὶ σῶμα καὶ τὴν ψυχὴν, τοῦ Θεοῦ πρὸς ἑαυτὴν ἐπιστρέφει τὸν ὀφθαλμὸν, καὶ τῇ παρ’ ἑαυτῆς ὥρᾳ, καλὴν τὴν κοινὴν ἀπέδειξε φύσιν, καὶ εἷλε τὸν ἀπαθῆ, καὶ ἦν ἄνθρωπος διὰ τὴν παρθένον, ὁ διὰ τὴν ἁμαρτίαν ἀνθρώποις ἀπηχθημένος.
3. Καὶ τὸ μεσότοιχον τῆς ἔχθρας καὶ ὁ φραγμὸς πρὸς ἐκείνην ἦσαν οὐδὲν, ἀλλ’ ἅπαν τὸ διεῖργον ἀπὸ τοῦ Θεοῦ τὸ γένος, τὸ ταύτης ἀνῄρητο μέρος· καὶ πρὸ τῶν κοινῶν διαλλαγῶν ἐσπείσατο μόνη· μᾶλλον δὲ σπονδῶν ἐκείνη μὲν οὐδαμῶς οὐδεπώποτε ἐδεήθη, κορυφαῖος ἐξαρχῆς ἐν τῷ τῶν φίλων ἱσταμένη χορῷ.
Ἀλλὰ τοῖς ἄλλοις ἀνθρώποις τὰ τοιαῦτα γένονε. Καὶ ἦν πρὸ τοῦ Παρακλήτου παράκλητος ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν, ᾗ φησι Παῦλος, οὐ χεῖρας αἴρουσα περὶ τῶν ἀνθρώπων αὐτῷ, τὸν δὲ βίον ἀνθ’ ἱκετηρίας προϊσχομένη. Καὶ ἤρκεσε μιᾶς ψυχῆς ἀρετὴ πρὸς τὴν ἁπάντων τῶν ἐξ αἰῶνος ἀνθρώπων στῆναι κακίαν. Καὶ ὥσπερ ἡ σῴζουσα τὸν ἄνθρωπον κιβωτὸς ἐπὶ τοῦ κοινοῦ ναυαγίου τῆς οἰκουμένης, οὔτε τῶν κοινῶν αὐτὴ παραπήλαυσε συμφορῶν, καὶ διέσωσε τῷ γένει τὰς ἀφορμὰς, ὡς δὲ καὶ τῇ παρθένῳ συνέβη.
Καὶ καθάπερ μηδὲ μιᾶς ἁμαρτίας τῶν ἀνθρώπων παρὰ μηδενὸς τολμηθείσης, ἀλλ’ ἐφ’ ὧν ἔδει, πάντων μενόντων, καὶ τὴν ἀρχαίαν ἔτι φυλαττόντων ἑστίαν, οὕτως ἄσυλον αὐτὴ διὰ πάντων εἶχε τὸν λογισμόν· καὶ τῆς πανταχόσε χυθείσης, ὡς ἔπος εἰπεῖν, οὐδ’ ᾔσθετο πονηρίας. Καὶ ὁ πάντα κατασχὼν τῆς κακίας κατακλυσμὸς τὸν μὲν οὐρανὸν ἔκλεισε, καὶ τὸν ᾅδην ἀνέῳξε, καὶ τοῖς ἀνθρώποις τὸν Θεὸν ἐξεπολέμωσε, καὶ τῆς γῆς τὸν ἀγαθὸν ἐξέβαλε, καὶ τὸν πονηρὸν ἀντεισήγαγεν, ἐδυνήθη δὲ πρὸς τὴν μακαρίαν παρθένον τὸ παράπαν οὐδὲν, ἀλλὰ πάσης κρατήσας τῆς οἰκουμένης, καὶ πάντα συγκυκήσας καὶ σείσας καὶ κατενεγκὼν, ἑνὸς λογισμοῦ, καὶ μιᾶς ἡττᾶτο ψυχῆς· καὶ οὐκ αὐτῇ μόνον, ἀλλὰ δι’ αὐτὴν καὶ παντὶ τῷ τῶν ἀνθρώπων ὑπεχώρησε γένει.
Καὶ πρὶν μὲν εἰς ἐκείνην ἐλθεῖν τὴν ἡμέραν, ἐν ᾗ τὸν Θεὸν τοὺς οὐρανοὺς ἔδει κλίναντα κατελθεῖν, τῇ κοινῇ σωτηρίᾳ τοῦτον συνετέλει τὸν τρόπον. καὶ ἅμα τῷ φύναι, τῷ σῶσαι δυναμένῳ τὴν καταγωγὴν ᾠκοδόμει, καὶ καλὴν ἐποίει τῷ Θεῷ τὴν οἰκίαν, καὶ ἥτις εἶχεν ἀρκέσαι. Καὶ οὐδὲν εἶχε μέμψασθαι τοῖς βασιλείοις ὁ βασιλεύς· καίτοι μὴ μόνον οἰκῆσαι παρέσχε βασιλικῶς καὶ τοῦ μεγέθους ἀξίως, ἀλλὰ καὶ αὐτὴν αὐτῷ τὴν ἁλουργίδα παρ’ ἑαυτῆς ἡτοίμασε, καὶ τὴν ζώνην, καὶ τὴν εὐπρέπειαν, φησὶ Δαϋὶδ, καὶ τὴν δύναμιν, καὶ τὴν βασιλείαν αὐτήν· καθάπερ τις λαμπρὰ πόλις, μεγέθει, καὶ κάλλει, καὶ φρονήματι, καὶ πλήθει, καὶ πλούτῳ, καὶ δυνάμει πάσῃ νικῶσα, οὐχ ὑποδοχὴν καὶ ξενίαν τῷ βασιλεῖ δύναται μόνον, ἀλλὰ καὶ συστῆσαι τὴν ἀρχὴν αὐτῷ καὶ κοσμῆσαι καὶ ῥῶσαι καὶ καθοπλίσαι· καὶ οὕτω τοῖς πολεμίοις μὲν κακὸν ἄμαχον, τοῖς οἰκείοις δὲ σωτηρίαν καὶ σῶρον ἀγαθῶν ἁπάντων ἐξενεγκεῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.