Καθάπερ γὰρ, ἐκείνων χωρὶς, οὐκ ἐνῆν εἰσενεχθῆναι ταύτην τὴν γνώμην, οὕτω, μὴ τῆς πανάγνου τὴν θέλησιν καὶ τὴν πίστιν εἰσενεγκούσης, εἰς ἔργον τὴν βουλὴν προελθεῖν ἀμήχανον ἦν.
5. Καὶ οὕτω διδάξας καὶ πείσας αὐτὴν ὁ Θεὸς, μητέρα ποιεῖται, καὶ τὴν σάρκα παρ’ εἰδυίας καὶ βουλομένης δανείζεται, ἵν’ ὥσπερ ἐκεῖνος ἑκὼν συνελήφθη, τὸν ἴσον τρόπον καὶ τῇ μητρὶ γένηται, καὶ κύῃ μὲν ἑκοῦσα, βουλομένη δὲ καὶ μετ’ ἐθελουσίου γνώμης γένηται μήτηρ· ἵνα μάλιστα μὲν μὴ συντελέσῃ μόνον ἁπλῶς, ὥσπερ τι τῶν ἑτεροκινήτων, εἰς τὴν οἰκονομίαν παραληφθεῖσα, ἀλλ’ αὐτὴ ἑαυτὴν εἰσενέγκῃ, καὶ συνεργὸς γένηται τῷ Θεῷ τῆς ὑπὲρ τοῦ γένους προνοίας, ὥστε καὶ μερίτης αὐτῷ καὶ κοινωνὸς εἶναι τῆς ἐπὶ τούτῳ φιλοτιμίας· ἔπειτα, καθάπερ αὐτὸς ὁ σωτὴρ, οὐ τῆς σαρκὸς ἕνεκα μόνον, ἄνθρωπος ἦν καὶ υἱὸς ἀνθρώπου, ἀλλὰ καὶ ψυχὴν εἶχε καὶ νοῦν καὶ θέλησιν, καὶ πᾶν ὁτιοῦν ἀνθρώπινον, τὸν ἴσον τρόπον, καὶ τῆς μητρὸς τύχῃ τελείας, μὴ φύσει σώματος μόνον, ἀλλὰ καὶ νῷ καὶ θελήσει, καὶ πᾶσιν, οἷς εἶχε, τῇ γεννήσει διακονούσης, καὶ οὕτως ἡ παρθένος καὶ σαρκὶ καὶ ψυχῇ μήτηρ ᾖ, καὶ ὁλόκληρον εἰς τὸν ἀπόρρητον τόκον εἰσενέγκῃ τὸν ἄνθρωπον.