Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Η αναγκαιότητα της ελεύθερης συγκατάθεσης της Παρθένου

Θεολογική προσέγγιση της αναγκαιότητας της ελεύθερης βούλησης, της πίστης και της συνεργίας της Θεοτόκου στο σχέδιο της θείας Οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 6

4. Καὶ ταῦτα μὲν ὠφέλησε τὸ γένος, πρὶν τὸν τῆς κοινῆς σωτηρίας καιρόν. Ἐπεὶ δὲ ἦν ἤδη, καὶ ὁ μηνύσων ἐπέστη, πιστεύσασα καὶ συνθεμένη, καὶ τὴν διακονίαν ἀνελομένη· τούτων γὰρ ἦν ἀνάγκη· καὶ πρὸς τὴν σωτηρίαν ἡμῶν ἐκ παντὸς ἐδέησε τρόπου, καὶ τούτων χωρὶς, οὐδὲν ἂν ἦν πλέον ἀνθρώποις.

Οὔτε γὰρ, μὴ παρασκευασθείσης, ᾗπερ ἔφην, τῆς μακαρίας, ἐξῆν τὸν Θεὸν εὐμενὲς ἰδεῖν πρὸς τὸν ἄνθρωπον καὶ κατελθεῖν ἐθελῆσαι, οὐκ ὄντος τοῦ δεξομένου καὶ πρὸς τὴν οἰκονομίαν διακονῆσαι δυναμένου, οὔτε μὴ πιστευσάσης καὶ συνθεμένης, τὴν ὑπὲρ ἡμῶν τοῦ Θεοῦ βουλὴν ἐλθεῖν εἰς ἔργον οἷόν τε ἦν. Καὶ δῆλον ἐξ ὧν ὁ μὲν Γαβριὴλ, εἰπὼν τῇ παρθένῳ, καὶ κεχαριτωμένην καλέσας, τὸ πᾶν ἐξεῖπε τοῦ μυστηρίου. Ὁ δὲ Θεὸς οὔπω κάτεισιν, ἕως ἡ παρθένος τὸν τρόπον τῆς κυήσεως ἐζήτει μανθάνειν.

Ἐπεὶ δὲ πειθομένην εἶχε καὶ δεχομένην τὴν πρόκλησιν, τὸ ἔργον ἅπαν εὐθὺς ἤνυστο· καὶ ὁ Θεὸς ἐνέδυ τὸν ἄνθρωπον, καὶ κτίστου μήτηρ ἦν ἡ παρθένος. Καὶ τὸν μὲν Ἀδὰμ περὶ τῆς αὐτοῦ πλευρᾶς, ἐφ’ ἧς ἐχρῆν οἰκοδομηθῆναι τὴν Εὖαν, οὔτε προεῖπεν, οὔτε πέπεικεν ὁ Θεὸς, ἀλλὰ καὶ τὴν αἴσθησιν ἀφελὼν, οὕτως ἀπεσύλα τὸ μέλος· τὴν δὲ παρθένον καὶ διδάξας πρότερον καὶ τὴν πίστιν ἀναμείνας, οὕτως εἰς ἔργον ἐχώρει. Καὶ περὶ μὲν τῆς ἐκείνου δημιουργίας, πρὸς τὸν μονογενῆ κοινολογεῖται: ποιήσωμεν ἄνθρωπον, λέγων. Ἐπεὶ δὲ τὸν θαυμαστὸν σύμβουλον τοῦτον, τὸν πρωτότοκον, Παῦλος εἶπεν, εἰσαγαγεῖν ἐχρῆν εἰς τὴν οἰκουμένην, καὶ πλάσαι τὸν δεύτερον Ἀδὰμ, τῆς περὶ τούτου γνώμης κοινωνὸν τὴν παρθένον λαμβάνει. Καὶ τὴν μεγάλην ταύτην βουλὴν, Ἡσαΐας φησὶν, εἶπε μὲν ὁ Θεὸς, ἐκύρωσε δὲ ἡ παρθένος. Καὶ ἦν ἔργον ἡ τοῦ Λόγου σάρκωσις, οὐ μόνον Πατρὸς, καὶ τῆς ἐκείνου δυνάμεως, καὶ τοῦ Πνεύματος, τοῦ μὲν εὐδοκοῦντος, τοῦ δ’ ἐπιδημοῦντος, ἐκείνης δὲ ἐπισκιαζούσης, ἀλλὰ καὶ τῆς θελήσεως καὶ τῆς πίστεως τῆς παρθένου.

Καθάπερ γὰρ, ἐκείνων χωρὶς, οὐκ ἐνῆν εἰσενεχθῆναι ταύτην τὴν γνώμην, οὕτω, μὴ τῆς πανάγνου τὴν θέλησιν καὶ τὴν πίστιν εἰσενεγκούσης, εἰς ἔργον τὴν βουλὴν προελθεῖν ἀμήχανον ἦν. 5. Καὶ οὕτω διδάξας καὶ πείσας αὐτὴν ὁ Θεὸς, μητέρα ποιεῖται, καὶ τὴν σάρκα παρ’ εἰδυίας καὶ βουλομένης δανείζεται, ἵν’ ὥσπερ ἐκεῖνος ἑκὼν συνελήφθη, τὸν ἴσον τρόπον καὶ τῇ μητρὶ γένηται, καὶ κύῃ μὲν ἑκοῦσα, βουλομένη δὲ καὶ μετ’ ἐθελουσίου γνώμης γένηται μήτηρ· ἵνα μάλιστα μὲν μὴ συντελέσῃ μόνον ἁπλῶς, ὥσπερ τι τῶν ἑτεροκινήτων, εἰς τὴν οἰκονομίαν παραληφθεῖσα, ἀλλ’ αὐτὴ ἑαυτὴν εἰσενέγκῃ, καὶ συνεργὸς γένηται τῷ Θεῷ τῆς ὑπὲρ τοῦ γένους προνοίας, ὥστε καὶ μερίτης αὐτῷ καὶ κοινωνὸς εἶναι τῆς ἐπὶ τούτῳ φιλοτιμίας· ἔπειτα, καθάπερ αὐτὸς ὁ σωτὴρ, οὐ τῆς σαρκὸς ἕνεκα μόνον, ἄνθρωπος ἦν καὶ υἱὸς ἀνθρώπου, ἀλλὰ καὶ ψυχὴν εἶχε καὶ νοῦν καὶ θέλησιν, καὶ πᾶν ὁτιοῦν ἀνθρώπινον, τὸν ἴσον τρόπον, καὶ τῆς μητρὸς τύχῃ τελείας, μὴ φύσει σώματος μόνον, ἀλλὰ καὶ νῷ καὶ θελήσει, καὶ πᾶσιν, οἷς εἶχε, τῇ γεννήσει διακονούσης, καὶ οὕτως ἡ παρθένος καὶ σαρκὶ καὶ ψυχῇ μήτηρ ᾖ, καὶ ὁλόκληρον εἰς τὸν ἀπόρρητον τόκον εἰσενέγκῃ τὸν ἄνθρωπον.