Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου

Νικόλαος Καβάσιλας

Επίλογος, δοξολογία και αγγελικός χαιρετισμός

Ολοκλήρωση της ομιλίας με την αναγνώριση της ανεπάρκειας των ανθρώπινων επαίνων, την επίκληση του αγγελικού χαιρετισμού και τελική προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 6 από 6

Ἀντὶ τούτων τῶν ῥημάτων τίς σοι χάρις γένοιτ’ ἂν παρ’ ἡμῶν; Ὦ τί σε δεῖ προσειπεῖν, ἧς ἄξιον οὐδὲν ἐν ἀνθρώποις; Ἡμῖν μὲν γὰρ ἀπὸ τῶν ὄντων οἱ λόγοι, σὺ δὲ πάντα κόσμον ὑπὲρ πᾶσαν ὑπερβολὴν παρελήλυθας. Εἰ δεῖ λόγους προσάγειν, ἀγγέλων τὸ ἔργον, νοῦ χερουβικοῦ, τῶν πυρίνων οἶμαι γλωσσῶν.

Ὅθεν ἃ τῇ δυνάμει προσῆκεν, εἰς εὐφημίαν τῶν σῶν μνησθέντες καὶ τὴν ἡμῶν αὐτῶν, ὡς οἷόν τε ἦν, ᾄσαντες σωτηρίαν, ἀγγελικὴν ἔπειτα ζητοῦμεν φωνήν· εἰς τὴν τοῦ Γαβριὴλ προσλαλιὰν τελευτῶμεν, ταύτῃ τῇ προσθήκῃ τὸ πᾶν τοῦ λόγου σεμνύνοντες· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· ὃν καὶ ἡμᾶς ἡμῖν αὐτοῖς ἐνοικίσαι παρασκευάσαις, ἃ πρὸς τὴν ἐκείνου δόξαν καὶ σοῦ, τῆς αὐτὸν τεκούσης, εὐφημίαν δύναται φέρειν, οὐ λέγοντας μόνον ἀλλὰ καὶ πράττοντας, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.