Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Εἰς τοὺς τρεῖς ἱεράρχας

Νικόλαος Καβάσιλας

Η διαχρονική ευεργεσία και ο τελικός ικετήριος ασπασμός

Επισήμανση της συνεχιζόμενης πνευματικής προσφοράς των Ιεραρχών μετά την κοίμησή τους, η θεία ανταπόδοση και η καταληκτήρια προσευχή για τη σωτηριώδη μεσιτεία τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 4

Οὕτω γὰρ τοῖς μὲν ἔργοις τοὺς λόγους, τὰ δ’ ἔργα τοῖς λόγοις κοσμήσαντες καὶ δι’ ἑκατέρων ναοὺς ἑαυτοὺς Θεοῦ καὶ ὄργανα Πνεύματος ἀποδείξαντες, ἔπειτα καὶ τοῖς ἄλλοις ἀνθρώποις ἐν καιρῷ γεγόνατε λυσιτέλεια κοινὴ τῷ βίῳ φανέντες καὶ πάντων ἐπ’ εὐδαιμονίᾳ προστάντες κοινοὶ μελεδωνοὶ σωτηρίας καὶ δοκοῦντες πᾶσι καὶ ὄντες καὶ τὸ μέγιστον εἰς ἡδονῆς λόγον οὐ μόνον περιόντες, ἀλλὰ καὶ μετὰ τελευτήν, ἵν’ ἀθάνατα λυσιτελεῖν ἔχητε τοῖς κοινοῖς, ὥστε μὴ τῷ τοῦ βίου μόνῳ χρόνῳ τὰς εὐεργεσίας ὁρίζειν, ἀλλὰ τοῦ μὲν περιεῖναι πεπαῦσθαι, τοῦ δὲ εὐεργετεῖν οὐ πεπαῦσθαι, ἀλλ’ ἔς τ’ ἂν τὸ τῶν ἀνθρώπων γένος ἀθάνατον ἦ καὶ τὰς εὐεργεσίας ἀθανάτους τηρεῖσθαι. Ὥσπερ γὰρ εἰς ἀνθρώπους ἔτι τελοῦντες καὶ τὴν μετὰ Θεοῦ ξυναυλίαν τοῦ παντὸς ἐτιμῶντο ἐκείνῳ μᾶλλον ζῶντες ἢ σφίσιν αὐτοῖς, οὕτως ἐξ ἀνθρώπων γεγονότες καὶ Θεῷ καθαρῶς συγγενόμενοι τοὺς ἀνθρώπους οὐ καταλείπουσιν, ἀλλ’ ἄνωθεν συναιρόμενοι τὰ βελτίω τῇ τῶν εὐχῶν συμμαχίᾳ, οἱ δὲ καὶ τοῖς λόγοις σύνεισι δήπου εὖ ποιοῦντες ἅπαντας οὐδὲν ἧττον ἢ πρόσθεν, ὅτε καὶ σωματικῶς τοῖς ἀνθρώποις συνῆσαν. Ὁ μὲν οὖν πάντων σωτὴρ καὶ δεσπότης τὴν ἄρρητον ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν ἐκείνην ἐπανῆκε μέν, ὅθεν ἐξέβη, τὴν σάρκα τεθεωκώς, ἔπεμψε δὲ τὸν ὁμότιμον καὶ συνῆν ἐκεῖνος ἀντὶ τοῦ Σωτῆρος ταῖς μαθηταῖς.

Οἱ δὲ μετ’ ἐκεῖνον κοινοὶ σωτῆρες ἀνθρώπων καὶ κηδεμόνες φανέντες καὶ πρὸς Θεὸν ἀγωγοὶ ἐπανῆκον μὲν εἰς ὃν καὶ ἐπόθουν καὶ ἐμιμήσαντο, οὐ πολὺ δ’ εἰπεῖν καὶ ὅθεν ἐγένοντο, καταλείπουσι δὲ τοὺς ἀρίστους τουτουσὶ λόγους καὶ γίνονται πᾶσι πάντα ἀντὶ τῶν πατέρων οὗτοι κανόνες μὲν εὐσεβείας, ἀρετῆς δὲ καὶ τοῦ κατ’ αὐτὴν πολιτεύειν τοῖς ἀνθρώποις ἀγαθοὶ διδάσκαλοι. Ἐγὼ δέ τοι καὶ δοκῶ τὸν ἀγαθὸν Ἰησοῦν οὐχ ὧν παρὰ τὸν βίον ἠγωνίσαντο περιόντες, ἀλλὰ καὶ ὧν μεταστάντες τοῦ βίου κατορθοῦσι διὰ τῶν λόγων φιλοτίμως ἄγαν ἀποδοῦναι τὰς ἀμοιβὰς καὶ κατ’ ἄμφω τῶν μεγίστων ἀξιῶσαι γερῶν καὶ διπλοῦς τοὺς στεφάνους σφίσι γενέσθαι διπλῶς γε ἠγωνισμένοις, ἐπεὶ καὶ οὐ παύσονταί ποτε στεφανούμενοι ἔς τ’ ἂν τοῦ γ’ εὐσεβεῖν ἄνθρωποι δέωνται.

Ἀλλ’ ὦ τριὰς ἁπάντων ἀρίστη καὶ τῆς ὑπὲρ πάντας τριάδος ἑστία καὶ εἰκὼν τοῖς ὅλοις προσήκουσα. Ὦ γλῶτται Θεοῦ πυρίπνοι καὶ κιθάραι Πνεύματος καὶ ῥομφαῖαι τοῦ δυνατοῦ, αἷς καθαιρεῖται πᾶν ὕψωμα κατὰ τῆς εὐσεβείας κακῶς ἐπαιρόμενον. Ὦ Θεοῦ ἅρμα μυριοπλάσιον. Ἐγὼ δὲ καὶ πῦρ ὑμᾶς προσείπω οὐκ ἀπεικότως, ὡς ἔγωγε οἶμαι, καὶ πτύον καὶ μάχαιραν, οἷς ὁ Κύριος διαιρεῖ τὸ χεῖρον τοῦ κρείττονος. Ὦ Θεοῦ πρὸς ἀνθρώπους μεγίστη καὶ κοινωφελεστάτη φιλοτιμία. Ὦ θεολογίας κανόνες καὶ τοῦ Θεόν, ὡς εἰκός, εἰδέναι πᾶσιν αἰτιώτατοι καταστάντες. Ὦ καὶ τὴν ψυχὴν κατὰ τὸν Ἰησοῦν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας τιθέντες καὶ πολλοὺς ὑπὲρ τούτων καὶ μεγάλους ὑπομεμενηκότες κινδύνους.

Ὦ Πνεύματος ὄντες καὶ τῶν τοῦ Πνεύματος πλήρεις καὶ ταῖς ἐκεῖθεν ἀκτῖσιν αὐτοί τε φωτοειδεῖς ὅλοι φανέντες καὶ τοὺς ἄλλους οὕτως εὖ πεποιηκότες ταῖς παρ’ ὑμῶν αὖθις ἀκτῖσιν ὡς υἱοὺς μὲν φωτὸς ἀποδεῖξαι, πολλῶν δὲ καὶ μεγάλων ὀφειλέτας ἅπαντας ἴσχειν. Ἀλλ’ ὦ διὰ πάντων βέλτιστοι πάντων, ἤνυσται λόγος, ὃν ὑμῖν ἀπέδωκα ἀντὶ πολλῶν καὶ μεγάλων τῶν εὐεργεσιῶν, ὥστε μὴ περὶ τοὺς εὐεργέτας δόξαι κακός. Ὑμεῖς δὲ ταῖς ὑπειργμέναις εὐεργεσίαις ἑτέρας δή τινας προστιθέντες ἐν μὲν τῷ παρόντι βιοῦντι τοῦ πλημμελοῦντος ἀπηλλαχότες παρασκευάσοιτε δήπου καθαρῶς τῷ καθαρῷ προσέχειν Θεῷ, ἐπὶ δὲ τοῦ μέλλοντος χεῖρα ὀρέγοιτε μεταστᾶσι καὶ μεταδοίητε δόξης τὸν Θεὸν ἡμῖν εὐμενῆ τιθέντες καὶ ἵλεων, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.