Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἔπη ἡρωϊκά

Νικόλαος Καβάσιλας

Εγκώμιο στον Πατριάρχη Ισίδωρο και διάφορα επιγράμματα

Στίχοι προς τιμήν του Πατριάρχη Ισίδωρου, καθώς και σύντομα επιγράμματα βασισμένα σε βιβλικά και λειτουργικά χωρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 2 από 4

τοῦ αὐτοῦ εἰς τὸν Πατριάρχην Ἰσίδωρον. Ἀγλαὸν ἀρχιερῆα Θεοῦ μεγάλοιο ἄνακτος δέρκεο τόνδε, ξεῖνε, καὶ ἐν φρεσὶ βάλλεο σῇσι· ὅς, ἀστὴρ ὥς, κόσμος ἐπιχθονίων πέλεν ἀνδρῶν· οὗ γε φαείνοντος μὲν γήθεεν ἀντολίη τε ἠδὲ δύσις· ἦ καί ἑ λάχε<ν> Βύζαντος χώρη. αὐτὰρ ὃ θνῄσκων θρῆνον γαίῃ θήκατο πουλύν, δάκρυσε καὶ λάχος ἱρὸν ὃ κόσμεεν αὐτὸς ζῴων. τόσσος ἔην θεοειδὴς φῶς ἥρως Ἰσίδωρος.

Ἀρχιερῆϊ θεόφρονι ἐσθλῶς γαῖαν ἀφέντι γήθησε μὲν Ὄλυμπος καὶ νόες οὐρανίωνες· αὐτάρ γ’ εὐσεβέεσσι λέλειπται ἄλγεα λυγρά· οὐ γὰρ ὁμοῖος ἔην ἄλλος μερόπων ἀνθρώπων. {εἰς τὸ ‘μεῖνον μεθ’ ἡμῶν’ ὅτι πρὸς ἑσπέραν ἐστί.} Ἥλιε σῶτερ ὁδοιπόρε, μεῖνον ἐμῷ ἐνὶ οἴκῳ, οὕνεκα νὺξ ἵκανε καὶ ἠελίου λίπεν αὐγή. κοίρανε, λῆξον ὁδοῖο, καὶ ἥ[ε]λιε σῶτερ ὁδίτα. {εἰς τὸ ‘οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη’.} Ὦ τάλας, οὕνεκα πουλύν τι χρόνον ἐνθάδε μίμνω. κοίρανε κοίρανε Χριστὲ θνητῶν τ’ ἀθανάτων τε, μή με τεῶν ἑτάρων ἄποθι στήσῃς ἐλεηνόν. {εἰς τὸ ‘ἱμάτιον ἔχεις· γενοῦ ἡμῖν ἀρχηγός’.} †Ἱματίῳ σῶμα καλύψας ἡμέων κοίρανος ἦσαι ὤ, τί γινώσκεις οὐδὲν ἐόντα ψεύδεα πολλά.†