Ἔργον
Νικόλαος Καβάσιλας – Ἐπιστολαί
Επιστολές προς τον πατέρα
Αλληλογραφία σχετικά με την παραμονή του συγγραφέα στην Κωνσταντινούπολη, τις σπουδές του, τη συγγραφή εγκωμίων και την απολογία του για την καθυστέρηση στην αποστολή επιστολών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές προς τον πατέρα
Αλληλογραφία σχετικά με την παραμονή του συγγραφέα στην Κωνσταντινούπολη, τις σπουδές του, τη συγγραφή εγκωμίων και την απολογία του για την καθυστέρηση στην αποστολή επιστολών.
Τῷ ἑαυτοῦ πατρὶ ἐπιστολή Ὁ μὲν τοῦ θαυμαστοῦ θείου καὶ τῶν λόγων ἔπεισεν ἔρως τὴν οἰκείαν ἀφέντα τὴν ἀλλοτρίαν ἑλέσθαι. Νυνὶ δὲ ὁ περὶ σὲ πόθος ἐπὶ τὴν οἰκείαν ἐλαύνει. Οὕτω δὲ ἔχων, οὐχ ὁρῶ τίς ἂν γενοίμην, οὐκ ἔχων ὅτου τῶν ἐρώτων γένωμαι. Σοῦ δ’ ἐπιθυμοῦντος μὲν ὁρᾶν τὸν οἰκέτην καὶ παῖδα, βουλομένου δὲ αὐτὸν πάνυ μὴ τὸν Ἑρμῆν ἀφεῖναι, μαντεύομαι γὰρ ἄμφω, τοῦ δευτέρου γίνομαι καί φημί γε ἐνταῦθα μένειν. Γραμμάτων δὲ ἔδει μὲν ἡμῖν οὐκ ἔχουσι τὴν πατρίδα καὶ τῶν φιλτάτων ἀπόντων. Τὸ δ’ οὕτω ταῦτα κελεύειν δημιουργεῖν, ὡς τῆς μὲν Ἑρμοῦ τελετῆς μετέχειν, μετὰ δὲ μουσῶν ἐξυφάνθαι, τοῦ σοῦ περὶ ἡμᾶς ἀτεχνῶς μεμηνότος καὶ τοῦ φιλεῖν τοὺς τῆς ἐμῆς ψυχῆς παῖδας, κἂν εἰ φαῦλα τίκτοιμεν.
Ἐβουλόμην δ’ οὖν καὶ τὸν ἄλλον χρόνον τουτονὶ τὸν τρόπον γράμματα πλέκειν καὶ μετὰ τῶν Ἑλλήνων τὰ τοιαῦτα γίγνεσθαι, τά γε ἄλλα καὶ πρό γε τῶν ἄλλων σὴν χάριν ἡδομένου τοῖς ἐμοῖς. Ἐπεὶ δὲ οὐχ οἷός τε ἐγενόμην μουσικὰς ἑκάστοτε ποιεῖν τὰς ἐπιστολάς, καὶ ἅμα τῆς περὶ τὰ μαθήματα νυνὶ διατριβῆς οὐκ ἐώσης, ἐπέστελλον οἷς εἶχον, οὐ γὰρ ἂν εἰκότως ἐσίγων. Νυνὶ δὲ σοῦ κελεύοντος ᾄδειν καλῶς, βουλοίμην μὲν ἂν καὶ πάνυ καὶ συνεύχομαί γε ἐμαυτῷ τοιαύτην ἐξειργάσθαι τὴν γλῶτταν· νυνὶ δὲ οὐκ ἐξόν, ἐχρησάμην τῇ γλώττῃ καὶ τῇ προσούσῃ δυνάμει. Ἡ δὲ ἐπιστολὴ σοὶ μὲν ἴσως κεχαρισμένη φανεῖται τὸν πατέρα φιλοῦντι, οὐκ οἶδα δὲ εἰ καὶ τοῖς Ἑλλήνων υἱέσιν. Εὔξαιο δ’ ἂν εἰκότως, τὸν οἰκέτην καὶ παῖδα λόγων ἀγαθῶν φανέντα τεχνίτην, μὴ μάτην οἰκῆσαι τὸ Βυζάντιον.
Τῷ αὐτῷ Πάνυ τοι ποθήσαντι περὶ τῶν σῶν ἀκοῦσαι, ἧκε μοι γράμματα σὰ καὶ ἐδίδασκε μὲν καλῶς ἔχειν σοι τὸ σῶμα, ἐδείκνυ δὲ πεπλημεληκότα· τὸ δὲ ἔγκλημα· σοῦ γε ἐπιτάττοντος γράμματα πέμπειν ἀγαθά, ἀνεβαλλόμην αὐτός.
Ἐγὼ δὲ ὑπὲρ μὲν τοῦ σοῦ περιόντος τῷ θεῷ χάριτας ἔγνων διά τε τὰ σὰ βέλη καὶ φίλτρα· χωρὶς δὲ τούτου, ὅτι τὸ σὲ κάλλιστα ἔχειν, ἡμᾶς ἐστιν εὐτυχεῖν· περὶ δὲ τῆς κατηγορίας καὶ δίκην ἔδωκα ἂν εἰκότως, εἰ μὴ φθάσας ἔλυσα τὸ ἔγκλημα. Ἐπέστειλα γάρ· Τρικλίνης ἦν ὁ κομίζων. Ἐμοὶ δὲ οὐ τοῦτο τὸ νῦν εἶναι σπουδή, οὐδὲ περὶ τὸ τίκτειν ἐπιστολὰς δυναίμην ἂν ἔχειν· ὁ γὰρ τῶν μαθημάτων ἔρως ἀνθέλκει. Ἐπεὶ δὲ ἐκέλευσας ἐπιστέλλειν, οὐκ ἂν δυναίμην μὴ πάντα δεύτερα ποιεῖσθαι τῶν ἐπιστολῶν. Εἰ μὲν οὖν ταύτην μόνον ἐποιούμην μελέτην, σιωπῶντι μὲν πᾶς τις ἂν ἐμέμψατο, γράφοντα δὲ οὐκ ἂν ἐπαινέσαι· νυνὶ δὲ ἑτέρωσε βλέπων, εἶτα δημιουργῶν σὴν χάριν ἐπιστολάς, καὶ ἐπαίνων ἀξιοῦσθαι δίκαιος ἂν εἴην παρὰ τῆς θείας κορυφῆς. Ταῦτα δὲ λέγω οὐκ ἐπαίνων ἐρῶν, οἶμαι, ἀλλὰ βουλόμενος ἐν τοῖς γράμμασι χαίροντα προσιδεῖν τὸν κύριον, ὥσπερ ἄρα τὸ πρόσθεν ἀνιώμενον, ἐπεὶ καὶ σὴν εὐφροσύνην τὰς ἐμὰς ἐπιστολὰς προσειρήκεις τὸν φιλοῦντα δεικνύς.
Τῷ αὐτῷ Ἐμοὶ μὲν ἐκώλυσε τὴν γλῶτταν ἑτέρα τις περὶ τὰ μείζω σπουδή· καὶ ἐπαυόμην ἐπιστέλλων, μαθημάτων ἡμμένος, σοῦ δὲ ἀδίκημα ποιουμένου ταυτηνὶ τὴν σιωπὴν καὶ φάσκοντος μηδὲν φίλτερον ἄγειν τῶν ἐμῶν ἐπιστολῶν, εἰχόμην τε εὐθὺς τῆς σπουδῆς—οὐ γὰρ ἦν ἀντιλέγειν—καὶ ἐπέστειλα τῆς μὲν σῆς ἐπιθυμίας ἐλάττω, τῇ σχολῇ δὲ συμβαίνοντα, καὶ ἐδόκουν ἐντεῦθεν τῆς κατηγορίας ἤδη λελύσθαι. Νυνὶ δὲ ἑτέραν δεξάμενος ἐπιστολήν, ἣ πολὺν ἤδη χρόνον ἐελδομένοισιν ἐφάνη, ἔγνων αὖθις ἐμαυτὸν ἐν τοῖς αὐτοῖς ἐγκλήμασιν ὄντα. Καὶ ἐθαύμασα μὲν εἰ μετὰ τὴν ἀπολογίαν αὖθις ὑπὲρ τῶν αὐτῶν ἐγκαλοῦμαι.
Ἐλογισάμην δὲ ἢ μηδέν σε τῶν ἐμῶν εἰληφέναι γραμμάτων ἢ λαβόντα, πλειόνων ἐπιθυμοῦντα, μὴ τοῖς παροῦσιν ἀγαπῆσαι. Ἐγὼ δὲ καίτοι τῶν ἄλλων ἀνθρώπων πρὸς τὰς δίκας δυσχερῶς ὡς μάλιστα ἐχόντων, πάνυ τοι φιλῶ ταυτηνὶ τὴν δίκην καὶ βουλοίμην ἂν αἰεὶ φεύγειν, σοῦ γε ταυτὶ διώκοντος.
Τῇ γὰρ περὶ τὰς ἐπιστολὰς προθυμίᾳ δῆλος γίγνῃ, θαυμαστὸν ἔχων περὶ τὸν παῖδα τὸ φίλτρον καὶ γραμμάτων ἐπιθυμῶν, τοῦ τίκτοντος ἐρᾶν ἔοικας. Εἰ μὲν γὰρ οἴκοθεν εἶχον τὸ ἐπαγωγὸν καὶ πάντας ἔβαλλον εὐθὺς ἐπιόντας, κἂν ᾠήθην τὸ κοινὸν καὶ σὲ παθόντα τοῦ κάλλους ἁλῶναι τῶν ἐπιστολῶν.
Νυνὶ δὲ μηδένα μὲν τῶν ἄλλων, σὲ δὲ μόνον, χειρουμένων, φαίνεται δήπου τὸ περὶ ταύτας τῆς ψυχῆς πάθος ἀπὸ τῆς εἰς ἡμᾶς εὐνοίας γενέσθαι. Διὰ ταῦτα δὴ καὶ φιλῶ τὸ ἔγκλημα καὶ νικᾶν ἡγοῦμαι τὰς δίκας, ἢν αὐτὸς ἕλῃς. Ὃν δὲ νῦν ᾖσα παιᾶνα Δημητρίῳ τῷ καλῷ, σοῦ κελεύοντος, ἥκει· ὃς εἰ μὲν τῶν ἐπὶ τῷ μεγάλῳ πάντων ἄμεινον ᾖσε τῆς τύχης, εἰ δὲ τοῖς ἄλλοις κατὰ ταὐτά, νικῶμεν αὖθις τῷ μετὰ τῶν γερόντων ἐν νεότητι τετάχθαι· εἰ δὲ μεῖζον ἢ κατὰ τοὺς ἄλλους τῶν πραγμάτων ἡττᾶται, τοῦτ’ αὐτὸ τὸ μᾶλλον ἥττων γενέσθαι τὴν ὑπόθεσιν σεμνύνας. Ἡ γὰρ τῶν λόγων ἧττα πρὸς τῶν πραγμάτων γίνεται, φαίνεται δήπου τῶν ἄλλων οὗτος βέλτιστος ὤν. Οὗτος γὰρ ἐπαίνων ἄμεινον ᾖσεν, ὃς μᾶλλον ἐσέμνυνε, τοὺς δ’ ἐνταῦθα περὶ μούσας ἔχοντας τούς τε ἄλλους καὶ πρό γε πάντων τὸν τοῦ χοροῦ κορυφαῖον, ὃς τοῖς ἄλλοις πᾶσι τοῦ γ’ εἰδέναι λέγειν αἴτιος. Φημὶ δὴ τὸν τῶν φιλοσόφων ὕπατον· δίκαιον ἂν εἴη μὴ τῇ δυνάμει, τῷ δὲ βουλομένῳ συμβαινούσας ὑπὲρ τοῦ λόγου τὰς ψήφους ἐξενεγκεῖν.
Εἰ γὰρ ὁ δεῖνα βέλτιον εἶπεν, ἀλλ’ οὐ βέλτιον ἠβουλήθη, καὶ ἅμα ἐνθυμουμένους ὡς ὑπὲρ σφῶν αὐτῶν ψηφιοῦνται καὶ μεθέξουσι τῷ λόγῳ τῆς τύχης, τῶν τε κρότων, εἰ τύχοι, τῶν τε ψόγων, αὐτοὶ σπείραντες. Τὴν δὲ πασῶν μεγίστην βασιλίδα καὶ πάλαι μὴν ἐβουλόμην ἐπαινεῖν καὶ πόῤῥωθεν εἰς τούτους τοὺς ἀγῶνας ἑώρων· ἐπεὶ δὲ θαυμαστῆς ἡμῖν ἔδει τῆς παρασκευῆς, ἐσίγων. Νυνὶ δὲ παρὰ τῆς θείας κεφαλῆς πυθόμενος μὴ μόνον θαυμαστὴν εἶναι καὶ πολλοὺς κινεῖν τοὺς ἐπαίνους ἀλλὰ καὶ μεγαλοψυχίᾳ κεχρῆσθαι πρὸς τοὺς ἧττον τῶν εἰκότων ἐροῦντας, καὶ ἅμα σοῦ κελεύοντος—ἐπιβαλῶ τῷ πράγματι. Σὸν δ’ ἂν εἴη, τόν τε λόγον εὔξασθαι κατ’ εὐχὴν προχωρῆσαι, τήν τε θαυμαστὴν βασιλίδα πεῖσαι φιλανθρωποτέραν ἔτι περὶ τοὺς ἐπαίνους γενέσθαι.
Τῷ αὐτῷ Οἶδ’ ὅτι σὲ ἠνίων πολὺν ἤδη χρόνον σιγήσας· τὸ δ’ αἴτιον οὐ ῥᾳθυμία περὶ τὰ σά, οὐ λήθη τῶν σῶν ἐπιστολῶν, ἀλλὰ νόσος ἦν τὸ κωλῦσαν. Ἡ δὲ νόσος πυρετὸς ἦν, ὃς πολλάκις ἐπιὼν τῆς ἡμέρας μαθημάτων μὲν ἀπῆγε, βιβλία δὲ ῥίπτειν ἔπειθε, μισεῖν δὲ μελέτην καὶ πόνους, κλίνης δὲ ἔχεσθαι· Ἀσκληπιάδαι δὲ χρῆσθαι μὲν ἐκέλευον ὕδατι καὶ τροφαῖς ὕδατι προσηκούσαις, μαθημάτων δὲ ἀπῆγον· τὴν γὰρ περὶ ταῦτα μελέτην πλεῖστα δύνασθαι τὴν νόσον ἐγείρειν.
Ἔφασκον δὲ καὶ τὴν ἀρχὴν αὐτῇ φανερῶς ἐντεῦθεν γενέσθαι. Τῆς γὰρ περὶ τοὺς ἀστέρας ἐπιστήμης, ἧς πατὴρ Πτολεμαῖος, ἣν ‘Σύνταξιν’ καλοῦσι, ταύτης ἡμμένῳ σπουδὴ μὲν ἦν πλείων ἢ πρόσθεν· ἤλγει δὲ ἡ κεφαλὴ καὶ πυρετὸς εὐθὺς θαυμαστός. Ἐγὼ δὲ μὴ συνιδὼν ὅθεν ἧκε τὸ κακόν, αὖθις ἦν ἐν τοῖς αὐτοῖς. Ἐπέδωκε μὲν ἡ νόσος, ἐγὼ δὲ τῶν βιβλίων οὐδὲν ἧττον εἰχόμην, ἕως σφοδρά τις ἡ νόσος ἐμπεσοῦσα οὕτως ἡμᾶς παρεσκεύασεν ἔχειν ὡς μηδὲ βουλομένους ἔτι δύνασθαι μελετᾶν. Καὶ πολὺν ἤδη χρόνον οὕτως ἀλγήσας, νυνὶ βέλτιον ἔχω καὶ ἕξω γε σοῦ ταῖς πρὸς θεὸν εὐχαῖς βοηθοῦντος. Ὁ δὲ πρὸς τὸν μάρτυρα λόγος νέον τεχθεὶς ἔτι δεῖται τῶν γιγνομένων, νοσοῦντι δὲ οὐκ ἐξῆν τοὺς λόγους ἰᾶσθαι. Καὶ διὰ ταῦτα δὴ μὴ κεκαθαρμένος οὐ τὸ νῦν ἔχον ἧκε.
Μὴ φανεὶς οὕτως ἔχων, λυπήσει τοὺς ἐν ἡμῖν Ἕλληνας.
Τῷ αὐτῷ Οὐ μόνον γραμμάτων ἐρᾷς οὐδενὸς ἀμεινόνων, ἀλλὰ καὶ ὅπως πολὺν ὁρᾶν ἔχῃς χρόνον, πάντα ποιεῖς. Χαίρω τοίνυν τῇ περὶ τὰ γράμματα προθυμίᾳ, οὐχ ὅτι περ ἐμά· σὰ γὰρ ἤδη· ἀλλ’ ὅτι θαυμαστὸν ἔχων ἐντεῦθεν φαίνῃ περὶ τὸν παῖδα τὸ φίλτρον. Εἰ μὲν γὰρ ἐμαυτοῦ χάριν ἐπὶ τὴν μελέτην ἦλθον τῶν ἐπιστολῶν ἔγωγε καὶ ἐμαυτῷ τίκτων, ἐμὰς ἂν ἐκάλουν τὰς ἐπιστολάς· νυνὶ δὲ σοὶ γεγόνασιν, ὥστε σοί τε γ’ ἂν δικαίως καλοῖντο· καὶ ταύτας φυλάττων σὰς ἂν φυλάττοις ἐπιστολάς. Σοὶ μὲν οὖν τοσαῦτα γράμματα ἥξει, ὡς ἀρκεῖν ἤδη τοὺς δὲ δυσχεραίνοντας τῶν ἑταίρων, ὅτι μὴ καὶ αὐτοῖς ταυτὶ μελετῴην, πάνυ μοι θαυμάζειν ἔπεισιν, ὅτι σιωπῶντες ἡμῖν ἐγκαλοῦσι τὸ πρᾶγμα. Εἰ μὲν γὰρ ὅτι βελτίους δεῖ τοὺς σιωπῶντας καθῆσθαι μηδενὸς μεμνημένους, ἡμᾶς δὲ γράφοντας προσκυνεῖν μάλιστα μὲν τὸ βελτίους, οὕτω τῶν ἑταίρων ἀξιοῦν εἶναι, ἐγὼ μὲν οὐκ ἂν ἄλλος δ’ ἄν τις εἴποι μὴ πόῤῥω μανίας εἶναι· εἰ δὲ καὶ τοῦτο οὐκ οἶδα τίσιν ἄν τις ἄλλοις κατ’ αὐτῶν ἐχρήσατο. Εἰ γὰρ ἡμῶν οὗτοι βελτίους, ἀγαθοὶ δὲ τῷ γράμμασι χρῆσθαι, δίκαιοι γ’ ἂν εἶεν, μὴ μόνον ἄμεινον ἢ ἡμεῖς εἰδέναι τοῦτο ποιεῖν ἀλλὰ καὶ πρὸς τῷ μᾶλλον χρῆσθαι καὶ τοῦ πράγματος ἄρχειν.
Εἰ δ’ ὅθ’ οἱ μὲν γονέων πρὸς ἡμᾶς ἴσως ἔχουσι λόγον, ἡμεῖς δὲ τὸν ἕτερον, θαυμάζοιμ’ ἂν εἰ παῖς πατράσιν ἀγαθοῦ γένοιτ’ ἂν παράδειγμα καὶ μὴ πᾶν τοὐναντίον, ὅλως δὲ εἰ μὲν ἀγαθὸν ἡγοῦνται τὸ πρᾶγμα, ὅτου χάριν μὴ ἑαυτοῖς πρώτοις νομοθετοῦσι, δικαιότεροι γε ὄντες, εἰ δὲ πονηρὸν, πονηρῷ ἐπιτάττειν.
Εἰ δέ γε φαῖεν ἡμῖν μὲν ἀγαθὸν εἶναι σφίσι δὲ πονηρὸν ψεῦδος κεν φαῖεν. Οὔτε γὰρ ἐστὶ καὶ ἔστι παντί που δῆλον, οὔτε αὐτοὶ νομίζουσιν· οὐδὲ γὰρ ἐπιστελλόντων, εἶτ’ ἀξιοῦσι σιωπᾶν. Τουτωνὶ δὲ τῶν λόγων τὸν ἐμὸν ἐξαίρω πατέρα τὸν ἱερώτατον Βλατήν· ἐκείνῳ γὰρ καὶ νεύσαντι μόνον πάντα ἕτοιμος εἴκειν.
Τῷ αὐτῷ Τῷ περὶ τῶν σῶν μηδὲν ἐκεῖθεν ἀκοῦσαι, πολὺν ἤδη χρόνον ἀνιασθέντας, τῷ πλήθει τῶν ἐπιστολῶν πῶς οἴει παρεμυθήσω. Ἐγὼ δὲ ἐδεξάμην μὲν καὶ λαβὼν ἐπῆλθον, καὶ πολλάκις, οἶμαι, ἑκάστην· καὶ κόρος οὐδεὶς ἐν τῷ πλήθει καὶ προσῆν ἄῤῥητος ἡδονή. Τοῖς τε κομίσασιν ηὐχόμην ἀντὶ τῶν ἐπιστολῶν πολλὰ ἀγαθὰ γενέσθαι. Ἀμείψασθαι δὲ ἑκάστην καὶ τοσοῦτον ἀντιθεῖναι πλῆθος γραμμάτων οὐκ ἔχων, ὀλίγα πέμπω, σὺ δὲ εὖ οἶδ’ ὅτι πολλὰ καὶ μεγάλα νομίσεις, τοῦ τε φίλτρου τοῦτο διδόντος καὶ ἅμα ἐνθυμηθείς, ὅτι κόσμος ἐκεῖνο τοῖς εὐεργέταις, τὸ μὴ τοὺς εὖ παθόντας ἀντεισάγειν δυνηθῆναι τὰ ἴσα. Ἴσθι δὲ ἡμῖν τὴν μεγάλην πόλιν τὰ τῆς οἰκείας ποιοῦσαν τῆς τε τῶν βασιλέων ἕνεκεν φιλανθρωπίας, τῶν τε ἐνταῦθα ἑταίρων. Χρηστοὶ δὲ οὗτοι καὶ φιλονεικοῦντες τοῖς παρ’ ἑαυτῶν φαρμάκοις τῶν οἰκείων ἀποσβέσαι τὴν μνήμην.
Ἐμοὶ δὲ καὶ τὸ σῶμα τῇδε κάλλιον ἔχει καὶ ὕπνος μὲν ἐστὶν ὅσος καὶ ἥδιστος. Ἁπτόμεθα δὲ σιτίων σὺν ἡδονῇ, πόνους δὲ ἐνταῦθα, δεῆσαν, ῥᾷον ἂν ἔξεστι φέρειν ἢ τὴν ἐκεῖ παιδιάν. Πάντα δὲ ἡμῖν ἡ πόλις ἐν καιρῷ γινομένη, ὅτι μὴ σὲ βλέπειν παρέχει, τούτῳ συγχεῖ τὴν εὐδαιμονίαν καί με ἔδησε τοῖς ἄλλοις, ἑνὶ τούτῳ δὲ ἀπελαύνει, νικᾷ δὲ ἐν οἷς ἀπελαύνει, ὥστε καὶ εἰ μὴ σὴν ᾔδειν εἶναι ψῆφον, μένειν ἔτι καὶ μὴ κινῆσαι τὰ δεδογμένα, πάλαι ἂν ἐγενόμην τοῦ δευτέρου.
Τζυκανδήλην δὲ φιλῶν τὸν γενναῖον καὶ πολλοὺς αὐτῷ κινῶν ἑκασταχοῦ τοὺς ἐπαίνους, καὶ πάντας τοὺς ἀρίστους τῶν ἀγώνων κοινωνοὺς ἔχεις, τούς τε ἄλλους καὶ τὸ κεφάλαιον τοῦ χοροῦ τοὺς βασιλέας αὐτοὺς, οἳ τοῦ ἀνδρὸς μεμνημένοι, μέμνηνται δὲ ἑκάστοτε, οὐδέποτε οὐ σὺν ἐπαίνῳ τοῦτο ποιοῦσιν.
Ἐμοὶ δὲ οὕτω μὲν συνέμιξεν, οὐδὲ μετέδωκε λόγων, ὅτι δὲ ἐπέστειλε μόνον, τοσοῦτον ἐνέθηκε φίλτρον ὅσον οὐδεὶς τῶν πολὺν μὲν χρόνον συγγεγονότων ἐμοί, πάντα δὲ πεποιηκότων ὑπὲρ τοῦ πεῖσαι φιλεῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.