Ἔργον
Νικόλαος Καβάσιλας – Ἐπιστολαί
Επιστολές προς τον οστιάριο Συναδηνό
Επιστολές στις οποίες εκφράζεται η νοσταλγία του συγγραφέα για τη γενέτειρά του Θεσσαλονίκη και συζητούνται ζητήματα αγιότητας, αρετής και ρητορικού ύφους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές προς τον οστιάριο Συναδηνό
Επιστολές στις οποίες εκφράζεται η νοσταλγία του συγγραφέα για τη γενέτειρά του Θεσσαλονίκη και συζητούνται ζητήματα αγιότητας, αρετής και ρητορικού ύφους.
Ὀστιαρίῳ Θεσσαλονίκης τῷ Συναδηνῷ Ἐγέλασα τὴν ἐπιστολὴν ἀναγνούς. Ἀνέμνησε γάρ με διατριβῶν ἐν αἷς μετὰ τῶν ἀγώνων καί τι γέλωτος ἦν. Ἐνταῦθα δὲ καί τις ἐγενόμην Ὀδυσσεὺς τὸν οἴκοι καπνὸν ἔμπροσθεν ἄγων τῶν ἐπ’ ἀλλοτρίᾳ λαμπρῶν. Ἐπεὶ γὰρ τὸ ἦθος ἀνέγνων ἐν τοῖς γράμμασι τοῦ φίλου μεθ’ ἡμῶν τε ἐγενόμην τῇ μνήμῃ καὶ ὁ λογισμὸς ἐτύπου καθάπερ ἐν πίνακι τὴν πόλιν. Ἐγὼ δὲ προσεῖχον καὶ ἡδόμην τῇ γραφῇ καὶ τοῦτο πολύν τινα χρόνον, ὥστε καὶ ἐδόκουν ἐμαυτοῦ τε ἐκστῆναι καὶ τῶν παρακαθημένων οὐκ αἰσθάνεσθαι φίλων· καί τις αὐτῶν ᾔσθετο καὶ ᾔρετο τὸ πάθος. Ἐπεὶ δὲ ἐδίδασκον, ἐθαύμαζεν, εἰ Βυζαντίῳ παρόντα τὸ τῆς πόλεως οὐκ ἔδησε φίλτρον, ἀλλά μοι τὸν λογισμὸν ἐκεῖθεν ἄλλη μετέστησε πόλις, καὶ εἶναι δεινὸν εἰ οὕτω καλὴν οὖσαν ἀτιμάζοιμι τὴν χώραν· καὶ ἅμα προσετίθει τὰ τῇδε κάλλη, ἐγὼ δὲ ἀντὶ τούτων τὸ πατρίδος ὄνομα, καὶ ἠξίουν τῶν Ὁμήρου ἐνταῦθα μνησθέντα, τὴν ψῆφον λαβεῖν ἀπὸ τῶν ἐπῶν. Ὡς δὲ ἐδόκουν τι λέγειν, ἐπῄνει τε καὶ ἐσίγα. Οὕτω δὲ ἔχων περὶ τὴν πόλιν ὅμως ἀκούω κακῶς.
Καὶ εἰσὶν οἵ φασί με μὴ φιλόπολιν εἶναι· σὺ δὲ εἰ μὲν καὶ αὐτὸς τῶν Ὀδυσσέως ἑταίρων καί σοι τὸν πρὸς τὸν σαυτοῦ δρόμον οὐδὲ Χάρυβδις ἔστησεν ἄν, τῶν ἡμῖν δὲ ἐγκαλούντων ἀνέχῃ καὶ οὐκ ἀπὸ τῶν σαυτοῦ τρόπων, αὐτός τε ὑπὲρ ἡμῶν τι λογίζῃ καὶ τοὺς ἄλλους πείθεις μετριωτέρους εἶναι περὶ τὰς ψήφους, καὶ ὡς ἔοικεν ἀγαπᾷς εἰ μόνος φαίνοιο συκοφαντῶν καθαρός· οὐ γὰρ ἂν ἔχεις ὡς οὐ δύναιο λέγειν, ἐκεῖνο δὲ οὐκ ἐνθυμῇ τὸν ὑπερορῶντα τῶν ἑταίρων ὡς οὐκ ἔνι φιλόπολιν εἶναι. Τί γὰρ ἂν καὶ φιλοίη τῆς πατρίδος ᾧ μὴ τῶν συνήθων μέλει. Οὐκοῦν εἰκότως ἂν ἐδεδοίκεις μὴ πονηρός τις δόξῃς περὶ τὴν πόλιν, πολίτας προδοὺς συκοφάνταις, οὓς ἐν τῷ καλῷ τοῦ κύκλου τῶν ἑταίρων ἔταξας.
Ὀστιαρίῳ Θεσσαλονίκης τῷ Συναδηνῷ Ἠρώτησας περὶ τοῦ πῶς ἀτελεῖς εἰσιν οἱ μὴ μετὰ λόγου τὴν ἀρετὴν μετιόντες· ὅπερ αὐτόθεν φαίνεται· ἀτελεῖς γάρ εἰσι κατὰ τὸ μὴ καὶ σοφοὶ εἶναι. Εἰ γὰρ καὶ ἅγιοί εἰσιν ὅμως ἐν τῷ παρόντι βίῳ ἐλλείπουσι τινὸς ἀνθρωπίνου ἀγαθοῦ, ὃ λαβεῖν ἐδύναντο· ἀτελὲς γάρ ἐστιν ἕκαστον ὅταν μὴ γένηται ἐν τῷ ἀγαθῷ ἐνέργεια πρὸς ὃ ἦν ἐν δυνάμει· ἐν δυνάμει γὰρ οἱ ἄνθρωποι πρὸς τὴν σοφίαν εἰσί, καθόσον εἰσὶ νοῦ καὶ ἐπιστήμης δεκτικοί, εἰ μή που λάβοιεν διὰ τῆς χάριτος τὴν σοφίαν καὶ τὴν διδασκαλίαν ὥσπερ ἐπὶ τῶν ἀποστόλων ἐγένετο.
Οὗτοι γὰρ οὐκ ἔτι εἰσὶν ἀτελεῖς. Οἱ δὲ μὴ οὕτω δεξάμενοι τὴν σοφίαν, ἅγιοι μὲν εἰσί, τὸ παθητικὸν τῆς ψυχῆς παιδεύσαντες, σοφοὶ δὲ οὐκέτι, καὶ οὕτως εἰσὶν ἀτελεῖς, ὥστε καὶ ζητοῦσι παρὰ τῶν σοφῶν ἁγίων μανθάνειν ἃ δεῖ.
Ὁ γοῦν ἅγιος Ἀμφιλόχιος ὑπὸ ἀγγέλων χειροτονηθεὶς καὶ ἁγιωσύνης ἕνεκα μηδενὸς ἂν ἐλάττων, ὅμως ἠρώτα περὶ ὧν δεῖ ποιεῖν τὸν μέγαν Βασίλειον· ὁ δὲ ἐδίδασκε καὶ κανόνας αὐτῷ καὶ νόμους ἐτίθει, ἡ δὲ διδασκαλία οὐδέν ἐστιν ἕτερον ἢ τελείωσις τοῦ διδασκομένου, ἡ δὲ τελείωσις τῶν ἔτι ἀτελῶν ἐστιν. Ἔστι καὶ φῶς ἡ διδασκαλία καὶ ὁδηγός, ὁ δὲ ὁδηγοῦ δεόμενος καὶ ὀφθαλμῶν ἀλλοτρίων τυφλός ἐστι κατ’ ἐκεῖνο· βλέπων δὲ κατ’ ἄλλο μέρος ἑτερόφθαλμός ἐστιν. Εἰ δὲ μὴ τύχοι τοῦ χειραγωγήσοντος, καὶ γέλως πάντως ἐστὶ καὶ αἰσχύνη. Φαίνεται τοίνυν ὅτι ἀτελεῖς εἰσι καὶ τῶν ἑτεροφθάλμων οὐδὲν διαφέρουσι καὶ ἡ ζημία μεγάλη καὶ τὸ αἶσχος αὐτοῖς ὁρῶσι καὶ ὁρωμένοις.
Ὃν δὲ λέγεις θαυμάζω πῶς ἂν ἔπλασε τὴν διάνοιαν, ἣν ἔλεγε νοεῖν τὴν ἐπιστολήν· ὃ δὲ σὺ εἶπες, τοῦτο πᾶς μὴ μαινόμενος. Τὸ ‘τῇδε’ καὶ ‘ἐνταῦθα’ ταὐτὸν μὲν σημαίνει· κεῖται δὲ σαφηνείας ἕνεκα. Οὕτω γὰρ κελεύει ὁ Ἑρμογένης ἐν τῷ ‘περὶ σαφηνείας’, ὅτι δεῖ πλεονάζειν ὄνομα σαφηνείας ἕνεκα, ὄνομα λέγων πᾶσαν λέξιν· ἄλλως τε καὶ εἰς τὸν τόπον αὐτὸν ἀναγκαῖον ἦν καὶ χωρὶς τούτου διότι κατὰ σύγκρισιν ὁ λόγος· συγκρίνεται γὰρ τὸ ἐνταῦθα πρὸς τὸ ἐκεῖ· ἐπὶ γὰρ τῆς συγκρίσεως τὰ συγκρινόμενα οὐ μόνον δὶς ἀλλὰ καὶ πολλάκις ἀνάγκη λέγειν, οἷον· ὅδε μὲν τοιοῦτος, ὅδε οὐ τοιοῦτος, καὶ ὅδε μὲν ἀγαθός, ὅδε δὲ τοὐναντίον καὶ ἀεὶ οὕτως ἐφ’ ἑκάστης διαφορᾶς, ὁμοίως καὶ ἐπὶ τόπου παντός. Ἀλλὰ ταῦτα μὲν γράφω σοι, ἵνα γινώσκῃς τὴν ἀλήθειαν· τὸν δὲ βοᾶν ἔασον, ἴσως μανίᾳ κινεῖται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.