Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἐπιστολαί

Νικόλαος Καβάσιλας

Επιστολές προς εκκλησιαστικούς αξιωματούχους

Αλληλογραφία με τον μέγα σακελλάριο, τον Δοσίθεο, τον υπομνηματογράφο και τον Ταρχανειώτη, που πραγματεύεται προσωπικές δοκιμασίες, ασθένειες και την εκλογή του νέου πατριάρχη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 3 από 5

Τῷ μεγάλῳ σακελλαρίῳ Καὶ ἡμῖν οὐδὲν ἧττον τά τ’ ἔνδον τά τε θύραζε δυστυχεῖ, κοινωνοῦσιν οὐ τῶν ἐπιτηδείων ἑκάστῳ μόνον ἀλλὰ καὶ κοινῇ τῇ πόλει τῶν συμφορῶν. Τὸ δὲ ἐπὶ τούτοις ἄλγος τὴν μὲν ψυχὴν θορυβεῖ, χεῖρον δὲ ποιεῖ τὸ σῶμα, ταῦτα δὲ πείθει δεῖσθαι τῶν παρὰ τοῖς φίλοις φαρμάκων. Τὰ δέ ἐστι φωνὴ μὲν παρόντων, γράμματα δὲ ἀπόντων, ἔχοντά τινα τοῖς συνοῦσι παραμυθίαν. Σοὶ δὲ οὔτε ἡ πολιορκοῦσα τὸ σῶμα νόσος οὔτε φροντίδες τοῦ κάλλους παρείλοντο τῆς φωνῆς, ἀλλ’ οὕτω φθέγγῃ σὺν ἡδονῇ, ὥστε μοι τὴν ψυχὴν μὲν ἔθελξας, τὴν γλῶσσαν δὲ ἔδησας αἰσχυνομένῳ τοσούτῳ κάλλει γραμμάτων ἀντιθεῖναι φαύλην ἐπιστολήν. Ταῦτα δέ μοι καὶ πρότερον ἐπῆγε τὴν σιωπήν, ὅτε σὺ μὲν ἐπέστελλες γράμματα ἀπαιτῶν, ἐγὼ δὲ ἀνεβαλλόμην· σοὶ δὲ τηνικαῦτα οὔτε ἐδόκει λῦσαι τὸ φίλτρον καὶ προσέθηκας τῇ προτέρᾳ δευτέραν ἐπιστολὴν καλῇ καλλίονα, φάσκων ἠδικῆσθαι, μὴ τυγχάνων τῶν ἴσων. Ἐγὼ δὲ ταῦτα ἡγούμην τιμῶντος τὸν ἑταῖρον, οὐ τῶν φαύλων ἐρῶντος ἐσίγων· εἶχον τὴν ἐμαυτοῦ καὶ συνέμιξα τῷ φίλῳ. Σοὶ δὲ ἀντὶ προσρήματος τὸ ἔγκλημα ἦν ἐπὶ τῆς γλώττης, καί μου κατεβόας ὡς τὰ μέγιστα ἀδικοῦντος, ζητοῦντος δὲ ἀπολογίαν μείζων ἦν ἡ βοὴ καὶ τὸ ἔγκλημα ᾔρετο.

Ταῦτ’ ἔπειθεν οὐ σκηνὴν τὰ γράμματα ἐκεῖνα νομίζειν ἀλλ’ ὡς ἀληθῶς ἐρᾶν τῶν ἐμῶν, τὸν πάντα ἀγαθὸν Πασηδόνην, καινὸν δὲ οὐδὲν, εἰ φαύλων· εἰσὶ γὰρ, οἳ τῷ δυσέρωτες εἶναι περὶ φαῦλα μαίνονται. Διὰ ταῦτα γραμμάτων ἅπτομαι καὶ τὸ μὴ σὺν ὥρᾳ γράφειν οὐ κωλύει τὴν χεῖρα· νομίζω γὰρ οὐκ ἂν ἔτι φέρειν αἰσχύνην ὡς ἔστιν ἀντὶ κάλλους τοῖς γράμμασι τὸ τοῦ δεχομένου πρὸς τὸν πέμποντα φίλτρον.

Τῷ παπᾶ κῦρ Δοσιθέῳ τῷ Καραντηνῷ Ὁ πάντα ἐγὼ δυστυχῶν οὔτε τὴν ἐνεγκοῦσαν ἔχων καθαρῶς ἐτερπόμην καὶ τὴν ξένην ἀνιώμενος εἶδον· φιλῶ μὲν γὰρ ἑκατέραν καί μοι παρ’ ἀμφοῖν ἑταίρων συνέστηκε χορός· συνεῖναι δὲ οὐκ ἐξὸν ἀμφοτέροις ᾧ παρεῖναι συμβαίνει, χαίρειν ὁ τῶν ἀπόντων οὐκ ἐᾷ πόθος ὥστε στένω μὲν εἰς ὑμᾶς τρέχων ἀποσπώμενος Βυζαντίων, τὸ δὲ συνεῖναι Βυζαντίοις οὐκ ἀπαλλάττει δακρύων μεμνημένους τῶν οἴκοι. Καί μοι καθάπερ αἴνιγμα γίνεται· ἀνιῶμαι γὰρ ὅθεν ἄλλοις ἔνεστι χαίρειν καὶ τὴν ἑορτὴν ἔχει πένθος καὶ ζητῶν ᾧ γενοίμην ἡδίων ἐπειδὰν ἐντύχω φεύγων ἐφ’ ἕτερον τρέχω· τὸ δὲ οὐκ εὐφραίνει μᾶλλον ἢ τὸ παρεθὲν ἀνιᾷ. Οὕτω πανταχόθεν ἥκει τὰ δυσχερῆ, παραμυθίαν δὲ ἑτέρως οὐκ ἔνι λαβεῖν ἢ γράμματα, τὰ μὲν δεχόμενον, τὰ δὲ πέμποντα, δι’ ὧν συνεῖναί τε ἐξέσται τῷ χορῷ τῶν ἑταίρων καὶ τὰ μὲν διδάσκειν, τὰ δὲ ἐκεῖθεν μανθάνειν· τοῦτο δ’ ἐμαυτόν τε πείθω καὶ σοῦ δέομαι. Γράφε τοίνυν καὶ μὴ καταψεύδου σαυτοῦ σκηπτόμενος ἀμαθίαν, τἀμὰ δὲ οὕτω σφόδρα σεμνύνων, φυλάττου τοὺς συκοφάντας μὴ καὶ δόξῃς τἀληθοῦς ὀλίγα φροντίζειν. Σὺ μὲν γὰρ τῇ τῶν φίλτρων αὐτονομίᾳ τάττεις τοὺς λόγους, οὐ πόῤῥω συγγνώμης ἐλαύνων, οἱ δέ σε γράψονται κολακείας.

Τῷ ὑπομνηματογράφῳ Ἐκ κυμάτων γαλήνην εἶδον καὶ, ὅπως ἀκούοις ἄν, εἰσιόντος τὴν πόλιν, νόσος εἶχε χαλεπὴ καὶ πολλοὺς δὲ ἀπήνεγκεν ὥστε ἀνεμνήσθημεν καὶ τῶν τοῦ λοιμοῦ κακῶν καὶ τὰ κοινὰ δὲ οὐχ ἧττον ἠσθένει· καὶ ὁ ἱερεὺς οἴκοι καθῆστο, τῶν γὰρ ἱερῶν προσήκειν ἄλλοις ἐδόκει. Ἐπὶ τούτοις ἐγὼ νοσῶ καὶ ἡ νόσος καταβολὴ καὶ στομάχου κυκεών· καὶ χολὴν ἤμεσα τῆς ἡμέρας πολλάκις. Ὃ δέ με ἔδακε μᾶλλον· ὁ γὰρ Λουκᾶς ὁ τὰ πάντα ἀγαθός, οἶσθα τὸν ἑταῖρον, ἧκέ τις ἀγγέλλων ὡς ἀπαλλάττοι νόσῳ καὶ πρὸς διαθήκας ὁρᾷ καὶ περὶ τῆς ψυχῆς οἷς ἐβούλετο διελέχθη. Ταῦτα τὰ δεινά. Εἴπω δὲ καὶ τὴν γαλήνην. Ἡ μὲν ἀῤῥωστία μικρῷ τῆς πόλεως ἐνοχλεῖ μέρει καὶ αὕτη ῥᾳδία, φύσει τε εἴκει καὶ ἰατρῶν αἰδεῖται χεῖρας. Ἐμὲ δὲ ὁ θεὸς ἑβδόμῃ λύει τοῦ κακοῦ. Τῷ τε γενναίῳ Λουκᾶ τὸ σῶμα τῶν ἐλπίδων ἄμεινον ἔχει καὶ τὸ μεῖζον ἐπὶ τῶν ἱερῶν πραγμάτων ὁ ἱερεὺς καὶ τὸ νικῶν ἡδονῇ, πάντων ἤδη τὸ πρᾶγμα ἀπειρηκότων.

Ὡς γὰρ ἄλλους ἐδοκοῦμεν ἐπὶ τὸν θρόνον ἀναβαίνειν, τὸν λαχόντα δὲ οὐδείς, καλεῖ πρὸς αὐτὸν ὁ βασιλεὺς καὶ παρακαθίσας εὐμενῶς τε εἶδε καὶ διελέχθη, τά τε ἄλλα καὶ ὡς βούλοιτο τὴν ἀρχὴν αὐτῷ καὶ τὴν ἐπιοῦσαν ἔγνω τὸν προστάτην ἡ πόλις. Τούτοις ἥδομαι συνὼν καὶ συγχαίρω τοῦ ποιμένος τῇ πόλει. Σὺ δὲ ἦσθα μὲν τῶν εὐχῶν ἐκείνων γενέσθαι ποτὲ τῷ κοινῷ ταυτηνὶ τὴν εὐδαιμονίαν, παρεῖναι δὲ καὶ ἀπολαύειν τῶν ἐν ταῖς εὐχαῖς ἐκωλύθης καί σε ἐπέσχεν ὁ πατήρ, αἰδοῖ παρ’ ἑαυτῷ δήσας, δίκαιος ἂν αὐτῷ τε τῷ πατὴρ εἶναι καὶ ἅμα σφόδρα φιλῶν. Νῦν δέ σε ἐπιστολαῖς αὐτὸς ἀνίστησι πατριάρχης, ᾧ πάντα δεῖ συγχωρεῖν. Ἔλπιζε δὲ οὐ φαῦλα· τῶν γὰρ αὐτοῦ χορευτῶν εἷς αὐτίκα μάλα φανήσῃ, καὶ τούτων οἷς ἐπὶ τῆς κεφαλῆς ὁ σταυρὸς ὅπως δὲ ἡμῖν σεμνὸς ἀφίκοιο· τά τε ἄλλα καὶ τὸν ἐπὶ κεφαλῆς χιτῶνα κεκτημένος ποδήρη, πίλου δὲ κῶνος μὲν παντὸς ἀπηλλάχθω λίθου· καὶ ἄλλως δὲ οὐ πόρρω κινδύνων οὕτω φανῆναι τῷ βασιλεῖ. Τὰ δ’ ἄλλα μέρη συνεστάτω τῷ κώνῳ καὶ μὴ καθάπερ ἄρθροις συνδεθέντα κινείσθω, τρίβωνος δὲ μήτε μηδὲν ἥδιον ἔστω μήτε μεῖζον ὁτιοῦν σακκίον ὑφ’ οὗ δεῖ πάντα καλύπτειν καὶ τὴν ἄλλην δὲ οἶσθα σκευὴν ᾗ τῶν ψήφων αἱ καλλίους ἀκολουθοῦσιν.

Τῷ Ταρχανειώτῃ Οὐκ ἄρα ἔμελλον εἰς τέλος τὴν ἀπὸ τῆς ἀθυμίας διαφεύξασθαι βλάβην. Ἀλλά μοι νόσον ἔτεκε καὶ ἐκείμην εἰς ἑβδόμην ἡμέραν, χολὴ δὲ τῷ στομάχῳ κλύδωνά τε ἐπῆγε καὶ τὰ σπλάγχνα ἀνακυκῶσα τοῦ στόματος ἐξῄει· τήν τε καρδίαν δεινῶς ἐκίνει καὶ τὸ ἆσθμα ἦν οὐ πόῤῥω θορύβου. Διὰ ταῦτα οὔτε τὸν πλοῦν ᾐτιώμην τοῦ κακοῦ, ὅς γε παρείλετο τῆς ὕλης ὅθεν ἡ νόσος, τῇ τε πόλει προσήκειν οὐκ ἐδόκει τὸ πρᾶγμα, μόνων δὲ τῶν ἐκεῖ βελῶν τὸ τραῦμα γενέσθαι, ἃ μένων τε ἐδεξάμην καὶ μεθ’ ὧν ἔπλευσα μὴ δυνηθεὶς ἀποῤῥίψαι τὸν ἰόν.

Τούτων ἀπαλλαγεὶς οὐχ ἥδομαι μᾶλλον ἢ συγχαίρω τῷ κοινῷ τοῦ προστάτου. Ἴσθι γάρ, εἴποτε ἐζήτησας ἐπ’ ἐκείνων γενέσθαι τῶν καιρῶν ἐν οἷς τῶν εὐσεβούντων οὐκ ἂν ἅπτοιντο τὰ βέλη, τῶν τὰ νόθα τιθέντων ταύτην εἶναι τὴν ἡμέραν· τοιοῦτος ἀνέστη κορυφαῖος τῷ χορῷ, ὃς εὑρὼν δεδιότας, εἴ τις φανοίη τοξεύων, οὕτω μετέστησε τὸ δέος ὥστε νῦν τοῖς πολεμίοις ἔνι φοβεῖσθαι.

Τῷ Ταρχανειώτῃ Σὺ δὲ βραχεῖ γράμματι τὸ μῆκος τῶν ἐπιστολῶν ἐπαινῶν οὐκ οἶδα ποτέρῳ προσέχειν ἡμᾶς ἀξιοῖς, σαυτῷ μὲν γὰρ πολεμεῖς, ἡμῖν δὲ ᾧ χαίρεις οὐδὲν μᾶλλον ἔδειξας, ὃς κελεύεις μὲν μακρότερα ἐπιστέλλειν, οὕτω δὲ συνέστειλας αὐτὸς τὴν ἐπιστολὴν ὥστε πρὶν ὀφθῆναι παρῆλθε τὸν ὀφθαλμόν. Καὶ δὴ τῷ μὲν ἀδολεσχεῖν ἀναγκάζεις, τῷ δὲ τὰ λακώνων θαυμάζειν, ὥσπερ εἴ τις νόμους τιθείς, εἶτα αὐτὸς ὑπερβαίνοι· δέον ἢ καὶ σώζειν πρῶτον ἢ μηδὲ θεῖναι.

Ἀλλ’, ὦ γενναῖε, λύσον τὸ αἴνιγμα, τὴν δὲ ἐπιστολὴν τῇ σαυτοῦ καὶ τῶν Ἑλλήνων ἐργάζου φωνῇ καὶ μὴ τοῦτο ἀδίκει, δυνάμενος μὲν ἀφεῖναι τὴν κρείττω, χρώμενος δὲ τῇ χείρονι· ἢ τοῖς μὲν ἄλλοις τὰ τοιαῦτα χαριῇ τῶν ἑταίρων, ἡμῖν δὲ Στρεψιάδης ἔσῃ καὶ τὴν γλῶσσαν ἀμείψεις ὥσπερ ὅτε σύνει βαρβάροις.

Τοῦτο δέ ἐστι σαφῶς ἀδικοῦντος μὲν σαυτὸν, ἀδικοῦντος δὲ τὸν ἑταῖρον. Σοί τε γὰρ μεῖζον οὐδὲν εἰς φιλοτιμίαν τῆς περὶ ταῦτα μελέτης, ἡμᾶς τε οὐχ ἕξεις ὅθεν εὐφράναι δυνήσῃ τῶν ἡδίστων ἀποστερῶν. Χαίρων δὲ οὕτω σφόδρα τῷ κοινῷ προστάτῃ τῆς ἐκκλησίας εἰκότα ποιεῖς καὶ ἅ σοι μάλα πρὸς τρόπου.

Τίς δ’ ἂν ἐγένου συμμίξας καὶ λόγων ἐκείνων ἀκούσας, οἷς ῥᾳδίως ἄγαν χειροῦται καὶ τοὺς σφόδρα πεπεισμένους ἀγνωμονεῖν ἢ σαυτῷ μὲν ἐπιτιμήσεις ὅτι μὴ πάλαι, τοὺς ἄλλους δὲ ἐπαινεῖν ἀφεὶς τὰ τούτου μόνου βοήσεις. Οὕτω τὸν μὲν τρόπον θεῖός ἐστι, τὴν γλῶσσαν δὲ ἀγαθός, εὐτυχεῖν δὲ ἡδύς, τὴν δὲ διάνοιαν οὕτως ὑπερβαίνων τοὺς ἐνταῦθα κρατίστους, ὥστε ἀγαπῶσιν εἰ δύναιντο συνιέναι δημηγοροῦντος. Ἐμοὶ δὲ καὶ παράδοξόν τι συμβαίνει. Καὶ γὰρ οὐχ ὁμοίως ἔξεστι τὸν ἄνδρα θαυμάζειν ἀλλ’ ἀεὶ προστίθησι τοῖς ἐπαίνοις ὥσπερ ἄρτι φανείς.