Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἐπιστολαί

Νικόλαος Καβάσιλας

Επιστολές προς τον Κυδώνη και τον Δουκόπουλο

Προσωπικές επιστολές περί φιλίας και δοκιμασιών, στις οποίες εγκωμιάζεται το συγγραφικό έργο του Δημητρίου Κυδώνη και τονίζεται η παρηγορητική αξία της επικοινωνίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 4 από 5

Τῷ Κυδώνῃ Ἐξ οὗ προσειπόντες ὑμᾶς ἐλύσαμεν, πάντα μοι συνήντησε δυσχερῆ. πρῶτα μὲν αὐτὸς ὁ πλοῦς, τίνος ἐλάττων κακοῦ, εἶτα πεζεύειν δεῆσαν, πάντα φρίκης μεστὰ καὶ ἤπειρος οὐδὲν ἡμῖν ἡμερωτέρα θαλάττης. Ἐγὼ μὲν οὖν ἐδόκουν τὰ κακὰ μέχρι τῆς οἰκίας ἡμῖν ἀκολουθεῖν. Ἐνταῦθα γὰρ ἐξεῖναι καὶ ἀναπνεῦσαι· τὸ δὲ ἦν τοὐναντίον. Οἴκοι γὰρ γενόμενος τὰ χείρω διεδέξατο κακά. Τοῦ γὰρ πατρὸς ἡμέραις πολλαῖς πρότερον ἀπελθόντος τηνικαῦτα ἐπυθόμην τὴν συμφοράν. Λογίζου δὴ τὸ δεινόν· νόσος ἐπὶ τούτοις χαλεπὴ καί με πολὺν ἀπέπνιγε χρόνον· καὶ νῦν φυγοῦσα μόλις πολλαῖς ἰατρῶν ἐπινοίαις τοιοῦτον ἀπέλιπέ μοι τὸ σῶμα, ὥστε ἥδομαι μὲν οὐδενὶ σιτίων, καθεύδω δέ, ὥσπερ οἱ δεδεμένοι.

Καί μοι τὰ μέλη τῶν ἀτόπῳ γήρᾳ διαφθαρέντων οὐδὲν ἀμείνω, προσθήκη δὲ κακῶν αἱ τῆς οἰκίας φροντίδες καὶ ὄχλος ἔξωθεν χρηστῶν τινων συγγενῶν πειρωμένων ἁρπάζειν τῶν κτημάτων, ἃ τοὺς Σέρβους διέφυγε. Καὶ οὕτω δυστυχῶ, ὥστε καὶ νόμων ἤδη μέλει μοι τῶν νῦν τουτωνὶ νομιζομένων καὶ μέχρι δικαστηρίων ἥκει τὸ πρᾶγμα καὶ τὸ χεῖρον ὅτι καὶ δικολόγων ἐδεήθην καὶ ζητῶ περιιὼν οἷς εἴποτε περιτυχὼν καὶ προσεῖπον μετεμελόμην. Δέδοικα γὰρ μὴ δικασάμενος αὐτός, μόλις ἤδη κοιμηθεῖσαν ἐγείρω τῷ σώματι τὴν χολήν. Τὸ δὲ κεφάλαιον οἶσθα, τὰς ψήφους, τὴν δικαιοσύνην τοὺς δικαστὰς καὶ ὅσου πωλοῦνται· σφόδρα δὲ ἄρα ὀλίγου. Οὕτω πάντα μὲν λυπεῖ τὰ παρόντα, οὐκ ἔνι δὲ οὐδὲν ὅθεν ἂν ἀγάγοιμι τῷ πάθει παραμυθίαν. Ἐπιθυμῶ δὲ τῆς σῆς φωνῆς ὥς τι κομιούσης τῷ λόγῳ φάρμακον. Πάντως δὲ οὐκ ἔνι παρόντος μόνον ἀκούειν· φθέγγου τοίνυν καὶ εὐεργέτει σφόδρα φιλοῦντα.

Ὁ Καβάσιλας τῷ Κυδώνῃ Οὐκ οἶδα πρὸς ποίαν βλέπων λόγων ἰδέαν, ἢ τίνα τὴν ὥραν ἐν τῇ φωνῇ ζητῶν, ἀμουσίαν τοῦ βιβλίου καὶ τὰ τοιαῦτα κατηγορεῖς. Τὸ δ’ εἰς ὑπερφυὲς ἤσκηται κάλλος καὶ μετὰ πάσης εἴργασται μούσης· εἴτε γὰρ ἐπαγωγὸν εἶναι δεῖ τὸν λόγον καὶ μανίαν τινὰ ποιεῖν, κἂν γοητείας, οἶμαι, φύγοις· τοσούτων γέμει φαρμάκων· εἴτε καιροῦ τυγχάνειν ἑκασταχοῦ καὶ μηδαμοῦ ληρεῖν, οὐδὲν εἴρηται περίεργον οὐδ’ ὃ βλάβην οὐκ ἂν ἤνεγκε παρεθέν. Ἔστι δὲ αὐτῷ καὶ σεμνότης, ἣ προσήκει τῷ σχήματι καὶ πρὸς τοὺς ἀγῶνας ἥρμοσται, πρὸς οὓς ὕμνηται, σεμνὸς σεμνοῖς πρέπων· μακρὸν δὲ οὐκ ἔστιν εἰπεῖν, ᾧ τοῖς συνοῦσι κόρος οὐδεὶς ἐνοχλεῖ. Τοὐναντίον μὲν οὖν τοῦ κάλλους πανταχόθεν αὐτοὺς ἀνιέντος, ἡδονῆς ἐστι προσθήκη τὸ μῆκος, ὥστε εἴ τις αὐτοὺς ἤρετο, τίνος δεῖ τοῖς λόγοις, ᾧ καλλίους ἂν ἦσαν, μήκους ἂν εἶπον· οὕτω διψῶντες ἀπαλλάττονται.

Διὰ ταῦτα κολακείαν μὲν οὐκ ἂν δείσαις μὴ μείζω περὶ τοῦ συγγράμματος τῶν ὄντων νομίσῃς· τοὺς δὲ βασκάνους φυλάττου, μὴ πρὸς τὰς ἐκείνων ἰδὼν ψήφους τἀληθὲς ἀδικήσῃς.

Δουκοπούλῳ τῷ Μανικαΐτῃ Δουκόπουλον ἐγὼ τὸν καλόν, ὃν ὁ μὴ φιλῶν ἀδικεῖ οὔτε δυσχεραίνω σιγῶντα οὔτε νομίζω χείρω τὴν γνώμην διὰ τοῦτο γενέσθαι, ἀλλ’ οἶδα μὲν φιλούμενος ἔτι, χαίρω δὲ τῷ φιλεῖσθαι, φιλῶ δὲ οὐδὲν ἧττον, τὰ γράμματα δὲ τῶν τρόπων οὐ ποιοῦμαι σημεῖον. Οὔτε γὰρ ἀπὸ τοῦ ἐπιστέλλειν οἷς τούτου μέλει πάντας τοῦ τῶν ἑταίρων γραψόμεθα χοροῦ, οὔτε σιωπῶντας ἐκβαλοῦμεν τοὺς φίλους.

Τοιαύτην ἐγὼ περὶ σοῦ τὴν ψῆφον ἐκφέρω· σὺ δὲ περὶ τοῦ φίλου σιωπῶντος, εἰ μὴ τὰ αὐτὰ νομίσαις, ἀδικοίης ἂν οἶμαι, μᾶλλον δὲ ἅπερ ἂν αὐτὸς ἐγκαλούμενος εἰς ἀπολογίαν εἴποις, τούτοις καὶ ἡμᾶς τῆς αἰτίας ἐκβάλλεις. Καὶ εἰ δεῖ καθάπερ ἐν πολιτείᾳ νόμον εἰσάγειν, ἐκεῖνον σώζωμεν τὸν νόμον ταῖς μὲν ἐπιστολαῖς, ἀμφοτέρους ἥδεσθαι, τὴν σιωπὴν δὲ ταραχὴν μηδετέρῳ κομίζειν, ὡς δὴ κινηθέντος τοῦ σιωπῶντος· τὸ γὰρ τὰ τυχόντα σημεῖα κατὰ τὸν φίλον ποιεῖσθαι, ἀνδρός ἐστι μὴ πάνυ φιλεῖν μεμελητηκότος γράφε τοίνυν εἰ τούτῳ χαίρεις, σιωπῶντι δὲ μηδεὶς ἔστω φόβος περὶ τοῦ φίλου ὥς τι νομιοῦντος περὶ σοῦ φαυλότερον. Ἐγὼ γὰρ σὴν μὲν ἥδιστα ἂν δεξαίμην ἐπιστολὴν καί με εὐφρανεῖς τῷ χρήματι μᾶλλον ἢ τὸν Κροῖσον ὁ κομίσας χρυσίον· μὴ πέμποντος δὲ ἀνιάσομαι μὲν τῶν παιδικῶν στερηθείς, ἀμεῖψαι δὲ τὴν περὶ σοῦ δόξαν οὐκ ἂν δυναίμην, ὅν γε οὐδ’ ἂν αὐτὸς λέγων πείσαις ὡς οὐ φιλεῖς.