Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἐπιστολαί

Νικόλαος Καβάσιλας

Επιστολή προς τον αυτοκράτορα

Εγκωμιαστικό κείμενο προς τον βυζαντινό άρχοντα, με επαίνους για τη φιλανθρωπία, τη σοφία του και το ενδιαφέρον του για το κοινό καλό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 5 από 5

Τοῦ Νικολάου Καβάσιλα τῷ ἁγίῳ βασιλεῖ Τοῦτο βασιλέως ἀληθοῦς, εἰ τοιαύτην περὶ τὸ ὑπήκοον ἔχεις τὴν ψυχὴν, οἵαν αἱ μητέρες περὶ τοὺς παῖδας. Τἄλλα μὲν γὰρ τῆς ὑμετέρας τύχης οἱ πολλοὶ θαυμάζουσι, χρήματα, δορυφόρους, τὴν ἐν ἅπασιν ἐξουσίαν, τὸ ῥήμασιν ὀλίγοις πάντα κινεῖν· ἐμοὶ δὲ φιλανθρωπία καὶ φροντὶς περὶ τῶν ἀρχομένων, ὅπως εὖ πράττοιεν, τὸ πᾶν εἶναι δοκεῖ τῆς ἀρχῆς. Ἐκεῖνα μὲν γὰρ καὶ πρὸς τοὺς τυράννους κοινά, τοῦτο δὲ μόνων γένοιτ’ ἂν ὑμῶν τῶν βασιλεύειν ἐπισταμένων.

Ἀλλὰ τοιᾴδε προαιρέσει καὶ σοφίαν ἔδει προσεῖναι, ἵνα τὸ δέον ἐκείνῃ ζητῶν, εὑρίσκῃς ταύτῃ, καὶ ἃ περὶ τῶν κοινῶν εἰδέναι προθυμῇ, τῆς εὐγνωμοσύνης κινούσης, ταῦτα δύναιο μανθάνειν τῆς σοφίας διδασκούσης. Διὰ τοῦτο συνουσίαι σοφῶν ἀνδρῶν, τῶν τε πάλαι γενομένων τῶν τε νῦν ὄντων, τῶν μὲν ἀπὸ τῶν βιβλίων φθεγγομένων, ἐκείνων δὲ τῇ γλώττῃ συνόντων καὶ σπουδὴ περὶ τὴν ψυχὴν καὶ φωνὴν ἴση, τὴν μὲν ὅπως ἐργάσαιο σοφίας μεστήν, ἐκείνην δὲ ἵν’ ἱκανὴ γένηται ψυχῇ φιλοσόφῳ διακονεῖν. Καὶ ὁ τῆς ἀργίας σοι χρόνος ἐν τούτοις πρὸς οὐδὲν ἀναλούμενος σπουδῆς ἔρημον, καὶ τῶν ὑπὲρ τοῦ κοινοῦ πόνων ἄγων σχολήν, ἕτερον τρόπον ὠφελεῖς τὸ κοινὸν, καλλίω ποιῶν ἡμῖν τὸν προστάτην.

Καίτοι οὐ σαυτὸν μόνον ἀπὸ τούτων κοσμεῖς, ἀλλὰ καὶ τοὺς ἄλλους, οἷς ἂν συγγένοιο, γράφων ἢ διαλεγόμενος, σοφῇ τε διανοίᾳ καὶ γλώττῃ ἀγαθῇ διδάσκων ἃ δεῖ καὶ τέρπων τὴν ἀνθρώπῳ πρέπουσαν ἡδονήν. Καὶ τοῦτο δῶρον ἐξεῦρες παρὰ βασιλέως τοῖς ὑπὸ χεῖρα γραμμάτων κάλλος καὶ λόγων ὄφελος εἰς τὴν ψυχὴν διαβιβάζειν τὸ κέρδος.

Οὕτω τοίνυν πανταχόθεν ἀστράπτων, εἶτα θαυμάζεις, εἴ τίς σοι φαύλην ἐν τῷ λέγειν δύναμιν ἔχων, γράφειν ὀκνεῖ· εἰ γὰρ μή τις ἐπείγει χρεία, τί ποτ’ ἂν ἕτερον ἐργάσαιτο τὴν ἐπιστολὴν αὐτῷ <ἢ> ἐπαίνων ἔρως, καὶ πῶς εὐδοκιμήσει παρὰ τῷ λόγων ἀρετῇ εἰδότι καὶ τιμῶντι δικαστῇ; Ἀλλ’ ἵν’ εὐφραίνῃ, τοὐναντίον μὲν οὖν καὶ λυπήσειν εἰκός, μούσαις εἰθισμένην ἀκοήν, ἀμουσίας πέμποντα φωνήν.

Ἐλπίζομεν ὑπὲρ ἀγαθῶν μεγάλων τῇ πόλει καὶ ταύτην ἄν σοι γενέσθαι τὴν ὁδὸν, ὥσπερ τὸ κοινῇ λυσιτελεῖν ἀεί, τοῖς σοῖς ὀφειλόμενον πόνοις· ποιεῖ δὲ ἡμῖν τὰς ἐλπίδας, ὃ καὶ πεῖραν ἤνεγκεν ἀγαθῶν ἡ τοῦ βασιλέως ἀρετή, μεθ’ ἧς διὰ πάντων ἥκων ἔργον κοινὸν εἰκότως ὄφελος εἶ. Τοῖς μὲν οὖν παροῦσιν ὁ θεὸς πέρας ἐπενέγκοι χρηστόν, ἡμῖν δὲ εἰ μὲν αὐτίκα ἥξεις, πάντα ἔσῃ καὶ οὐδενὸς δεήσει τῶν ὠφελεῖν ἢ τέρπειν ἐπισταμένων. Εἰ δ’ ἔτι δεῖ μικρὸν ἐκεῖ διατρῖψαι, λοιπὸν ἂν εἴη τὸ χρῆμα τῶν ἐπιστολῶν, ἃς εἰ μὲν ἦν σοι σχολὴ καὶ χειρὸς ἂν ἐδεήθην ἔργον εἶναι τῆς σῆς οὐ, τῆς φωνῆς μόνον, ἵν’ ἀμφοτέρωθεν εὐφραίνοιεν. Νῦν δὲ οὐκ ἐώντων οἶμαι τῶν συμπιπτόντων, κέλευε μόνον καὶ ὁ Βουλωτὴς οἴσει τὸ ἄχθος, κἂν δέῃ τὸν ὦμον ἐπιτριβῆναι. Εἰ δ’ ἐκεῖνος ἐπὶ τὰ Περσῶν μεταβέβηκεν ἤθη καὶ κόθορνον ἔχων καὶ ἀναξυρίδα καὶ τἆλλα δι’ ὧν ἀνὴρ ἄγριος γένοιτο καὶ πολέμων τεχνίτης τὴν χειρωναξίαν ὑπερφρονεῖ, μέμνησο γοῦν καὶ φωνὴν ἄγραφον πέμπε καὶ τοῖς ἐκεῖθεν ἀφικνουμένοις ἔστω τις καὶ παρὰ σοῦ πρὸς ἡμᾶς λόγος.