Καὶ πόθεν ἔστι τοῦτο μαθεῖν, φησίν, ὡς ὁ ἔλεος τοῦ θεοῦ τὴν αὑτοῦ βασιλείαν σημαίνει;
Ἐξ ὧν ὁ Χριστὸς τὸ ἆθλον τῶν ἐλεημόνων διηγούμενος, καὶ ἣν λήψονται παρ’ αὐτοῦ τῆς χρηστότητος ἀμοιβήν, νῦν μὲν «ἐλεηθήσεσθαι» αὐτοὺς λέγει, νῦν δὲ βασιλείας τεύξεσθαι, ὡς ταὐτὸν ὄν, τό τε τοῦ παρ’ αὐτοῦ ἐλέου τυχεῖν καὶ βασιλείαν λαβεῖν. «Μακάριοι γάρ, φησίν, οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται.» Εἶτα ἀλλαχοῦ, καθάπερ ἐξηγούμενος ἑαυτόν, καὶ τί ἐστι τὸ ἐλεηθῆναι σημαίνων· «Ἐρεῖ, φησίν, ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, τοὺς ἐλεήμονας λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.» Καὶ ἄλλως δὲ εἴ τις ἐξ ὧν οἱ ἐλεήμονες ἄνθρωποι ποιοῦσι τὸ ἔργον τοῦ θείου ἐλέου κατιδεῖν ἐθελήσει, οὐδὲν ἕτερον εὑρήσει δυνάμενον ἢ τὴν βασιλείαν αὐτήν. Τί οὖν οἱ ἐλεήμονες; «Ἐπείνασα, φησί, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με.» Οὐκοῦν καὶ ὁ Χριστὸς οὓς ἐλεεῖ τούτους τῆς ἑαυτοῦ μεταδώσει τραπέζης. Τίς δὲ ἐκείνη; «Ἵνα ἐσθίητε, φησί, καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.» Καὶ ἵνα γνῷς τὴν λαμπρότητα τῆς τραπέζης ἐκείνης καὶ οὐκ ἔστι δούλων ἀλλὰ βασιλέων, μανθάνετε τὸν διάκονον, ὅτι αὐτός ἐστιν ὁ πάντων Δεσπότης. «Περιζώσεται γάρ, φησί, καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.» Ἀλλὰ καὶ περιβαλεῖ γυμνὸν ὄντα τὸν ἠλεημένον.