Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικόλαος Καβάσιλας – Ἑρμηνεία τῆς θείας λειτουργίας

Νικόλαος Καβάσιλας

Οι μετευχαριστιακές ικεσίες και η προπαρασκευή

Οι ικετευτικές δεήσεις υπέρ της Εκκλησίας μετά την τελείωση της θυσίας, η απαγγελία της Κυριακής προσευχής και η κλίση των κεφαλών ενώπιον του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικόλαος Καβάσιλας

—

Κεφάλαιο 6 από 10

ΛΓʹ. Περὶ τῶν μετὰ τὴν θυσίαν εὐχῶν καὶ τίς ὁ λόγος καθ’ ὃν ἐνταῦθα μνημονεύει τῶν ἁγίων καὶ τῆς Παναγίας ἐξαιρέτως Ὁ δὲ ἱερεύς, τῆς θυσίας τελεσθείσης, καὶ τὸ ἐνέχυρον τῆς τοῦ Θεοῦ φιλανθρωπίας προκείμενον ὁρῶν τὸν Ἀμνὸν αὐτοῦ, ὡς ἤδη τοῦ μεσίτου λαβόμενος καὶ μεθ’ ἑαυτοῦ τὸν παράκλητον ἔχων, γνωρίζει τὰ ἑαυτοῦ αἰτήματα πρὸς τὸν Θεόν, ἐκχεῖ τὴν δέησιν μετὰ χρηστῆς ἤδη καὶ βεβαίας ἐλπίδος, καὶ ὧν προτιθεὶς τὸν ἄρτον ἐμνήσθη, καὶ ὑπὲρ ὧν τὰς προτελείους εὐχὰς ἐποιήσατο καὶ τὰ δῶρα προσήνεγκε, καὶ προσδεχθῆναι αὐτὰ ἱκέτευε, ταῦτα προσδεχθέντα, εὔχεται εἰς ἔργον ἐκβῆναι.

Τίνα δὲ ταῦτα; Κοινὰ καὶ ζῶσι καὶ ἀπελθοῦσι, τὸ τὴν χάριν ἀντικαταπεμφθῆναι ἀντὶ τῶν δώρων παρὰ τοῦ δεξαμένου ταῦτα Θεοῦ· ἰδίᾳ δὲ τοῖς μὲν ἀπελθοῦσι ψυχῶν ἀνάπαυσιν καὶ βασιλείας κληρονομίαν μετὰ τῶν τετελειωμένων ἁγίων· τοῖς δὲ ζῶσι τὸ μετασχεῖν τῆς ἱερᾶς τραπέζης καὶ ἁγιασθῆναι, καὶ μηδένα «εἰς κρῖμα ἢ εἰς κατάκριμα» μετασχεῖν· ἄφεσιν ἁμαρτιῶν, εἰρήνην, εὐετηρίαν, χορηγίαν τῶν ἀναγκαίων, τὸ βασιλείας τελευταῖον ἀξίους φανῆναι παρὰ τῷ Θεῷ.

Ἐπεὶ δὲ οὐ μόνον ἱκέσιος αὐτὴ ἡ προσαγωγὴ τῆς θυσίας ἀλλὰ καὶ χαριστήριος, καθάπερ ἐν τοῖς προοιμίοις τῆς τελετῆς, ἡνίκα ὁ ἱερεὺς ὡς δῶρα ἀνατίθησι τῷ Θεῷ τὰ προσαγόμενα καὶ τὴν εὐχαριστίαν ἐμφαίνει καὶ τὴν ἱκεσίαν, οὕτω καὶ νῦν τυθέντων καὶ τελειωθέντων τῶν δώρων, καὶ εὐχαριστεῖ δι’ αὐτῶν τῷ Θεῷ καὶ ἱκεσίαν προσάγει, καὶ τίθησι μὲν τὰς ἀφορμὰς τῆς εὐχαριστίας, προστίθησι δὲ τὰς ὑποθέσεις τῆς ἱκεσίας.

Καὶ τίνες αἱ ἀφορμαὶ τῆς εὐχαριστίας; Οἱ ἅγιοι, καθάπερ καὶ πρότερον εἴρηται. Ἐν τούτοις γὰρ ἡ Ἐκκλησία τὸ ζητούμενον εὗρε καὶ τῆς εὐχῆς ἔτυχε τῆς βασιλείας τῶν οὐρανῶν. Τίνες δὲ αἱ ὑποθέσεις τῆς ἱκεσίας; Οἱ μήπω τελειωθέντες, οἱ δεόμενοι εὐχῆς.

Καὶ περὶ μὲν τῶν ἁγίων ἔτι «Προσάγομέν σοι, φησί, τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων, προπατόρων, πατέρων, πατριαρχῶν, ἀποστόλων, κηρύκων, προφητῶν, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν, καὶ παντὸς πνεύματος ἐν πίστει τετελειωμένου, ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας», καὶ ἑξῆς καταλέγει τὸν τῶν ἁγίων ἁπάντων σύλλογον. Οὗτοί εἰσιν αἱ ἀφορμαὶ τῆς πρὸς Θεὸν εὐχαριστίας τῇ Ἐκκλησίᾳ.

Ὑπὲρ τούτων προσάγει τὴν λογικὴν ταύτην λατρείαν ὡς χαριστήριον τῷ Θεῷ· καὶ πάντων ἐξαιρέτως τῶν ἄλλων ὑπὲρ τῆς μακαρίας τοῦ Θεοῦ μητρός, ὡς οὔσης ἁγιωσύνης ἐπέκεινα πάσης. Διὰ τοῦτο οὐδὲν αὐτοῖς εὔχεται ὁ ἱερεύς, ἀλλὰ μᾶλλον αὐτὸς παρ’ ἐκείνων εἰς τὰς εὐχὰς δεῖται βοηθεῖσθαι. Ὅτι οὐχ ἱκέσιον ἀλλὰ χαριστήριον, ὡς εἴρηται, ποιεῖται ὑπὲρ αὐτῶν τὴν τῶν δώρων προσαγωγήν.

Μετὰ δὲ ταῦτα καὶ τὴν ἱκεσίαν δείκνυσι καὶ καταλέγει περὶ ὧν ἱκετεύει, καὶ εὔχεται πᾶσι τὴν σωτηρίαν, καὶ εἴ τι προσῆκόν ἐστιν ἑκάστῳ καὶ κατάλληλον ἀγαθόν· ἐν οἷς καὶ ταῦτά φησιν· «Ἔτι προσάγομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ὑπὲρ τῶν ἐν σεμνῇ πολιτείᾳ διαγόντων, ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων βασιλέων ἡμῶν.» Καὶ τοιαῦτα εὔχεται.

Καὶ οὕτω μὲν ὁ μακάριος Ἰωάννης, διπλοῦν τὸ σχῆμα τῆς ἱερᾶς ταύτης λατρείας εἶναι σημαίνων, χαριστήριον καὶ ἱκέσιον, χωρὶς μὲν τίθησιν ὑπὲρ ὧν εὐχαριστεῖ, χωρὶς δὲ ὑπὲρ ὧν ἱκετεύει. Ὁ δὲ θεῖος Βασίλειος τῇ ἱκεσίᾳ παραμίγνυσι τὴν εὐχαριστίαν. Καὶ τοῦτο ποιεῖ πανταχοῦ τῆς ἱερουργίας· καὶ τὰς εὐχὰς ἂν εὕροις σχεδὸν ἁπάσας καὶ τοῦτο κἀκεῖνο δυναμένας. Μέμνηται δὲ καὶ τῶν ἁγίων, ὧν ὁ ἅγιος Ἰωάννης, καὶ κατ’ αὐτὸν τῆς ἱερουργίας τὸν τόπον, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον. Εὐξάμενος γὰρ ἀξιωθῆναι πάντας τῆς κοινωνίας τῶν μυστηρίων «μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα», ἐπάγει· «ἀλλ’ ἵνα εὕρωμεν χάριν μετὰ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων, προπατόρων, πατρῶν, πατριαρχῶν» καὶ τὰ ἑξῆς· εἶτα «ἐξαιρέτως τῆς παναγίας».

Ἀλλὰ καὶ ταῦτα τὰ ῥήματα ἔχει μὲν ἱκεσίαν, ἐμφαίνει δὲ εὐχαριστίαν καὶ γὰρ εὐεργέτην τοῦ γένους κηρύττει τὸν Θεόν, ἐν οἷς μέμνηται τῶν παρ’ αὐτοῦ τελειωθέντων καὶ ἁγιασθέντων ἀνθρώπων, μονονοὺ λέγων· Ἵνα δῷς ἡμῖν χάριν, ἣν τοῖς ἁγίοις κατέθου πρότερον, ἵνα ἁγιάσῃς ὥσπερ καὶ ἄλλους φθάσας ἡγιάσας τῶν ὁμογενῶν ἡμῖν.

Καὶ περὶ μὲν τούτων ἀρκείτω ταῦτα.

ΛΔʹ. Περὶ ὧν ὁ ἱερεὺς ἕνεκα ἑαυτοῦ εὔχεται ὑπὲρ τῶν ἱερῶν δώρων καὶ ὑπὲρ ὧν τοῖς πιστοῖς εὔχεσθαι κελεύει Ὁ δὲ ἱερεύς, μετὰ τὸ πᾶσιν εὔξασθαι τὰ δέοντα, καὶ ὑπὲρ ἑαυτοῦ εὔχεται ὑπὸ τῶν δώρων ἁγιασθῆναι.

Τίνα ἁγιασμόν; Ἄφεσιν λαβεῖν ἁμαρτιῶν. Τοῦτο γὰρ προηγουμένως τῶν δώρων τούτων τὸ ἔργον. Καὶ πόθεν δῆλον; Ἐξ ὧν ὁ Κύριος εἶπε τοῖς ἀποστόλοις, τὸν ἄρτον δεικνύς· «Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν» καὶ ἐπὶ τοῦ ποτηρίου ὁμοίως. «Μνήσθητι, Κύριε, φησί, καὶ τῆς ἐμῆς ἀναξιότητος καὶ συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ παναγίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων δώρων.» Ἄφεσιν ἁμαρτιῶν δίδωσι τὸ Πνεῦμα τὸ ἅγιον τοῖς τούτων κοινωνοῦσι τῶν δώρων. Αὕτη ἡ χάρις, φησί, μὴ κωλυθήτω ἐπ’ ἐμοῦ ἀπὸ τῶν δώρων διὰ τὰς ἐμὰς ἁμαρτίας. Διττῶς γὰρ λέγεται ἐνεργεῖν ἐν τοῖς τιμίοις δώροις ἡ χάρις, ἕνα μὲν τρόπον καθ’ ὃν αὐτὰ ἁγιάζεται, ἕτερον δὲ καθ’ ὃν ἡ χάρις δι’ αὐτῶν ἡμᾶς ἁγιάζει.

Τὸν μὲν οὖν πρῶτον τρόπον ἐν τοῖς δώροις τὴν χάριν ἐνεργεῖν, οὐδὲν δύναται κωλύειν τῶν ἀνθρωπίνων κακῶν. Ἀλλὰ καθάπερ ὁ ἁγιασμὸς αὐτῶν οὐκ ἔστιν ἀνθρωπίνης ἀρετῆς ἔργον, οὕτως οὐδὲν κωλύεσθαι δυνατὸν αὐτὸν ὑπὸ κακίας ἀνθρώπων.

Ὁ δεύτερος δὲ καὶ τῆς ἡμετέρας δεῖται σπουδῆς. Διὰ τοῦτο καὶ ὑπὸ τῆς ἡμῶν κωλύεται ῥᾳθυμίας. Ἁγιάζει γὰρ ἡ χάρις διὰ τῶν δώρων ἡμᾶς, ἐὰν πρὸς τὸν ἁγιασμὸν ἐπιτηδείως ἔχοντας λάβῃ, ἃ δὲ ἀπαρασκευάστοις ἐμπέσῃ, οὔτε ὄφελος ἤνεγκεν οὐδὲν καὶ μυρίαν ἡμῖν ἐνέθηκε βλάβην.

Ταύτην τὴν χάριν, εἴτε ἄφεσις ἁμαρτιῶν ἐστι μόνον, εἴτε μετ’ ἐκείνης καὶ ἄλλη δωρεὰ διδομένη τοῖς μετὰ καθαροῦ συνειδότος τὸ ἱερὸν τοῦτο δειπνούντων δεῖπνον, εὔχεται ὁ ἱερεὺς μὴ κωλυθῆναι ἀπὸ τῶν δώρων, ὡς δυναμένην κωλυθῆναι δι’ ἀνθρωπίνην κακίαν.

Ταύτην τὴν εὐχὴν εὔχεται καὶ μετ’ ὀλίγα σὺν παντὶ τῷ πλήθει κοινῇ· εὐξάμενος γὰρ ἅπασιν ὁμόνοιαν ὥστε «ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν» τὸν Θεὸν καί, οὕτω διατεθεῖσιν ἐπαγγειλάμενος, «τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ», εἶτα κελεύει δεηθῆναι τοῦ Θεοῦ τὴν εἰρημένην εὐχήν, ἣν αὐτὸς εὔξατο, πάντας τοὺς ἁγίους εἰς ἐπικουρίαν καλέσαντας. Τοῦτο γάρ ἐστι τὸ μνημονεῦσαι πάντων τῶν ἁγίων τὸ καλέσαι, τὸ δεηθῆναι.

Καὶ τί φησι; «Δεηθῶμεν τοῦ Κυρίου ὑπὲρ τῶν ἁγιασθέντων δώρων», οὐχ ἵνα αὐτὰ δέξωνται τὸν ἁγιασμόν, διὰ τοῦτο γὰρ ἁγιασθέντα αὐτὰ εἶπον ἵνα μὴ σὺ τοῦτο νομίσῃς, ἀλλ’ ἵνα αὐτοῦ ἡμῖν μεταδοῖεν· τοῦτο γάρ ἐστι «τὸν φιλάνθρωπον Θεόν, τὸν προσδεξάμενον αὐτά, τὴν χάριν ἡμῖν ἀντικαταπέμψαι».

Εὐξώμεθα, φησίν, ὑπὲρ τῶν δώρων ἵνα εἰς ἡμᾶς ἐνεργὰ γένωνται, ἵνα μὴ ἀδυνατήσῃ πρὸς ταύτην τὴν χάριν, καθάπερ ὅτε μετὰ τῶν ἀνθρώπων ἐφαίνετο τὸ πᾶν τὸ δυνάμενον τοῦτο σῶμα, ἔστιν ἐν αἷς τῶν πόλεων οὐκ ἐδύνατο σημεῖα ποιεῖν διὰ τὴν ἀπιστίαν αὐτῶν.

Οὕτω δὲ ταῦτα πρὸς τὸ πλῆθος βοήσας, εἶτα καὶ αὐτὸς ἐφ’ ἑαυτοῦ ἡσυχῇ εὔχεται, περὶ τῶν αὐτῶν τὸν Θεὸν ἱκετεύων ὥστε «μεταλαβεῖν μὲν τῶν φρικτῶν μυστηρίων μετὰ καθαροῦ συνειδότος», ἀπολαῦσαι δὲ τῆς ἱερᾶς ταύτης τραπέζης «ἁμαρτιῶν ἄφεσιν, Πνεύματος ἁγίου κοινωνίαν, βασιλείας κληρονομίαν καὶ μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα».

Εἶτα εὐξάμενος ἅπασι τὴν τοῦ Θεοῦ βοήθειαν καὶ τὴν φυλακήν, κελεύει καὶ αὐτοὺς εὔξασθαι «τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον» διενεγκεῖν, φρουρὸν ἔχοντας «ἄγγελον εἰρήνης πιστὸν» διὰ τὸν ἄγγελον τοῦ ψεύδους, ᾧ τὰ αὐτῶν πιστεύειν οὐκ ἀσφαλές. Εὐχόμεθα δὲ περὶ τοῦ φύλακος ἀγγέλου, οὐχ ἵνα τότε ἡμῖν δοθῇ, δέδοται γὰρ ἐξ ἀρχῆς ἑκάστῳ τῶν πιστῶν ἄγγελος, ἀλλ’ ἵνα ἐνεργὸς ᾖ καὶ τὰ αὐτοῦ ποιῇ, καὶ φρουρῇ, καὶ πρὸς τὴν εὐθεῖαν ὁδὸν ἡμᾶς ὁδηγῇ, καὶ μὴ ἀποστῇ μηνίσας διὰ τὰς ἁμαρτίας ἡμῶν.

Πρὸς τούτοις «ἄφεσιν ἁμαρτιῶν» καὶ πάντα «τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ», καὶ ἔτι πρὸς τὸ μέλλον ἀσφάλειαν, «ἐν εἰρήνῃ καὶ μετανοίᾳ» διενεγκόντας «τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον», ὥστε εἶναι τὰ τέλη τοῦ βίου Χριστιανοῖς πρέποντα, εἶτα «ἑαυτοὺς παραθέσθαι τῷ Θεῷ καὶ ἀλλήλους καὶ πᾶσαν αὐτῶν τὴν ζωήν, τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησαμένους».

Τί δὲ βούλεται «ἡ τῆς πίστεως ἑνότης καὶ ἡ τοῦ ἁγίου Πνεύματος κοινωνία», καὶ τίνος ἕνεκα τούτων ἐνταῦθα δεόμεθα, διὰ πολλῶν εἴρηται πρότερον.

ΛΕʹ. Περὶ τῆς Θεοῦ παραδότου εὐχῆς καὶ τῆς κλίσεως τῶν κεφαλῶν καὶ τῆς μετὰ τοῦτο εὐχαριστίας καὶ δεήσεως πρὸς τὸν Θεὸν καὶ δοξολογίας Ἀλλ’ οὕτως αὐτοὺς οἰκοδομήσας καὶ πανταχόθεν εἰς τὸ ἀγαθὸν συγκροτήσας, ὡς ἤδη τελείους καὶ τῆς θείας υἱοθεσίας ἀξίους γενομένους, ἱκετεύει τὸν Θεὸν ἀξιωθῆναι τὴν εὐχὴν ἐκείνην εὔχεσθαι σὺν αὐτῷ «μετὰ παρρησίας» ἐν ᾗ τολμῶμεν Πατέρα καλεῖν αὐτόν. Εὐξαμένων δὲ αὐτῶν μετ’ αὐτοῦ πάντων, αὐτὸς τὸ ἀκροτελεύτιον ἐκβοήσας εἰς δοξολογίαν τοῦ Θεοῦ τὴν εὐχὴν κατακλείει.

Μετὰ τοῦτο τὴν εἰρήνην εὔχεται πᾶσιν. Οὕτω δὲ τῆς εὐγενείας διὰ τῆς εὐχῆς ἀναμνήσας καὶ Πατέρα καλέσας τὸν Θεόν, εἶτα καὶ ὡς Δεσπότην ἐπιγινώσκειν κελεύει καὶ τὰ δούλων πρὸς αὐτὸν ἐπιδείκνυσθαι, καὶ κλῖναι τὰς κεφαλὰς αὐτῷ, καὶ τούτῳ τῷ σχήματι τὴν δουλείαν ὁμολογῆσαι. Καὶ κλίνουσιν οὐ μόνον ὡς φύσει Δεσπότῃ καὶ Δημιουργῷ καὶ Θεῷ, ἀλλὰ καὶ ὡς ὠνητοὶ δοῦλοι τῷ πριαμένῳ τοῦ αἵματος τοῦ Μονογενοῦς, ὑπὲρ οὗ καὶ διπλοῦς δούλους ἡμᾶς ἐκτήσατο καὶ υἱοὺς ἐποιήσατο τοὺς αὐτούς. Καὶ γὰρ καὶ τὴν δουλείαν ηὔξησεν ἡμῖν καὶ μείζονα ἔδειξε καὶ τὴν υἱοθεσίαν εἰργάσατο τὸ ἓν καὶ τὸ αὐτὸ αἷμα.

Πάντων δὲ κλινόντων τὰς κεφαλάς, ὁ ἱερεὺς ἐφ’ ἑαυτοῦ τῷ Θεῷ χάριτας τῆς τῶν ὄντων δημιουργίας ὁμολογήσας εὔχεται τὰ συμφέροντα πᾶσι, μνησθεὶς πρὸς αὐτὸν καὶ τοῦ ὀνόματος τοῦ Μονογενοῦς καὶ τῆς αὐτοῦ χάριτος καὶ φιλανθρωπίας, ὡς οὕτω τὰ αἰτήματα ληψόμενος κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος θείαν ἐπαγγελίαν· «Πάντα γάρ, φησίν, ὅσα ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.» Εἶτα δοξολογίαν προσθεὶς εἰς ἐπήκοον τοῦ περιεστῶτος πλήθους, ὑμνεῖ τὴν παναγίαν Τριάδα καὶ λαβὼν κοινωνοὺς τῆς δοξολογίας.

Εἶτα πάλιν εἰς ἑαυτὸν ἐπιστρέφει καὶ ἡσυχῇ καθ’ ἑαυτὸν εὔχεται. Εὐχόμενος δὲ αὐτὸν καλεῖ τὸν Χριστόν, τὸ σφάγιον, τὸν ἱερέα, τὸν ἄρτον, ἵνα αὐτὸς δι’ ἑαυτοῦ τοῖς δούλοις ἑαυτοῦ μεταδῷ.